5. Τρεῖς μὲν οὖν ἡμῖν ἤδη συζυγίαι δυσπνοιῶν
6. ἐξεύρηνται, λείπεται δ’ ἡ τετάρτη, ἐν ᾗ σμικρὸν καὶ
7. ἀραιὸν τὸ πνεῦμα. τί δή ποτ’ οὖν αὐτὴν παραλιπὼν τὴν ψυχρὰν
8. ἐκπνοὴν ἔγραψε; ἢ ὅτι οὐκ ἄλλη μέν τίς ἐστιν ἡ μικρά τε ἅμα
9. καὶ ἀραιὰ, ἄλλη δὲ ἡ ψυχρά; δῆλον δὲ τοῦτο. τὴν γὰρ ἐναντίαν
10. αὐτῇ, τὴν μεγάλην τε ἅμα καὶ πυκνὴν ἀμέτρου θερμασίας
11. ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης ἔκγονον ὑπάρχειν
12. ἐδείκνυμεν. ἐξ ἀνάγκης οὖν ἡ μικρὰ καὶ ἀραιὰ τούτων αὐτῶν
13. τῶν ὀργάνων κατεψυγμένων ἔσται, καὶ δύο ἡμῖν ἀπορήματα
14. λελυμένα, τῷ μήτε τὴν τετάρτην συζυγίαν τῆς δυσπνοίας, τὴν
15. μικρὰν καὶ ἀραιὰν, παραλελεῖφθαι μήτε τὴν θερμήν. ἐκείνην
16. γὰρ ἐν θατέρῳ μέρει τοῦ πυκνοῦ πνεύματος τοῦ κατ’ ἀρχὰς εἰρημένου
17. περιειλημμένην ἕξομεν· ἡ αὐτὴ γάρ ἐστι τῇ πυκνῇ καὶ
1. μεγάλῃ· τὴν ἀραιὰν δ’ αὖ καὶ μικρὰν ἐν τῇ ψυχρᾷ, καὶ γὰρ
2. ἥδε τῆς ψυχρᾶς οὐ διαφέρει. τί δή ποτ’ οὖν οὐκ ἀραιὰν καὶ μικρὰν,
3. ἀλλὰ ψυχρὰν αὐτὴν ἔγραψεν; ὅτι πρῶτον μὲν ἀπὸ τοῦ
4. προχειροτέρου συμπτώματος ἠβουλήθη αὐτὴν δηλῶσαι· δεύτερον
5. δὲ ἐνδείξασθαι τὴν αἰτίαν δι’ ἣν ὀλεθρίαν αὐτὴν λέγει·
6. καὶ τρίτον, ὅτι τάχιστα οὕτω νοήσειν ἡμᾶς ὑπενόησεν, αὐτήν τε
7. ταύτην μηδὲν διαφέρειν τῆς ἀραιᾶς καὶ μικρᾶς τήν τ’ ἐναντίαν
8. αὐτῇ, τὴν θερμὴν, τῆς πυκνῆς καὶ μεγάλης· τὸ γὰρ ψυχρὸν
9. πνεῦμα πάντως ἀραιόν τ’ ἐστὶ καὶ μικρὸν, ὡς κᾀν τῷ δευτέρῳ
10. δεδήλωται λόγῳ· τὸ δὲ πυκνὸν καὶ μέγα, τὸ τῆς φλογώσεως
11. τῶν ἀναπνευστικῶν ὀργάνων ἐνδεικτικὸν, οὐδ’ ἂν ὀρθῶς
12. τις λέγοι, εἰ μὴ καὶ θερμὸν ἐκπνέοιτο. καὶ μὲν δὴ κᾀν τῷ προσθεῖναι
13. τῷ ψυχρῷ πνεύματι μόνῳ, ὡς ὀλέθριον κάρτα ἤδη
14. γίγνεται, δηλοῖ σαφῶς ἣν ἔχει γνώμην περὶ τῶν ἔμπροσθεν εἰρημένων
15. τριῶν δυσπνοιῶν. εἴπερ γάρ τινα κᾀκείνων ὀλεθρίαν
16. ἡγεῖτο, πάντως ἄν που προσέγραψεν. ἆρ’ οὖν ἀκινδύνους αὐτὰς
17. ὑπελάμβανεν ὑπάρχειν; οὐδαμῶς, ἀλλ’ οὐκ ὀλεθρίας μὲν,
18. οὐκ ἀκινδύνους δὲ ἔτι. τὸ μὲν γὰρ καταψύχεσθαι τοῖς ἀναπνευστικοῖς
1. ὀργάνοις ἄντικρυς ὀλέθριον, ἐνταυθοῖ γε τῆς καρδίας
2. τεταγμένης, ἣν ἀρχὴν καὶ πηγὴν ἐπιστάμεθα τῆς ἐμφύτου
3. θερμασίας· τὸ δ’ ἤτοι φλόγωσιν εἶναι πολλὴν ἐν αὐτοῖς, ἢ
4. ὀδύνην, ἢ παραφροσύνην, οὐ πάντως ὀλέθριον· ἥ τε γὰρ τοιαύτη
5. θερμασία πολλοῖς τῶν ὀξέων συνεδρεύει πυρετῶν, ἥ τ’
6. ὀδύνη πόσοις καὶ τίσι νοσήμασιν ὑπάρχει, προείρηται. καὶ
7. μέντοι καὶ ἡ παραφροσύνη τῶν οὐκ ἐξ ἀνάγκης ὀλεθρίων ἐστί.
8. ὅτι δ’ οὕτως ὑπὲρ αὐτῶν γινώσκει, σαφῶς ἐνεδείξατο διὰ τῆς
9. ἐπιφερομένης λέξεως, εἰπών· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα
10. μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν,
11. ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι
12. κρίνεται. εἰ γὰρ δὴ μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν
13. ἐνόμιζε τὴν εὔπνοιαν, οὐκ ἀκινδύνους ἀεὶ δηλονότι τὰς δυσπνοίας
14. ὑπελάμβανεν· ὥστε αἱ μὲν ἄλλαι δύσπνοιαι τοῦτ’
15. αὐτὸ μόνον, οὐκ ἀκίνδυνοί τινές εἰσιν, ἡ δ’ ὑστάτη πασῶν
16. εἰρημένη, πρὸς τῷ κινδυνώδης τ’ εἶναι καὶ ὀλέθριος, οὐκ εἰς
17. μακρὰν τεθνήξεσθαι τὸν ἄνθρωπον ὑπαγορεύει. διὰ τοῦτ’
1. οὖν οὐχ ἁπλῶς ὀλέθριον εἶναι αὐτὴν ἔφη, ἀλλὰ καὶ τὸ
2. κάρτα προσέφερεν, καὶ οὐδὲ τούτῳ πάλιν ἀρκεσθεὶς ἐπήνεγκε
3. τὸ ἤδη, ὡσὰν ὑπόγυιον τὸν θάνατον μόνης
4. ταύτης τῆς δυσπνοίας ὑπαγορευούσης. οὕτως γὰρ ὀλέθριός
5. ἐστιν, ὥστε μοι δοκεῖ, ὅτι οὐδ’ ἂν ἔγραψέ τι περὶ αὐτῆς
6. ὁ Ἱπποκράτης, εἰ μὴ τὸν τρόπον ὅλον ὑπεξῄει, εἰπὼν περὶ
7. τῶν δυσπνοιῶν. ἃ γὰρ ἀποθνήσκουσιν ἤδη γίγνεται, ταῦτ’
8. οὐδεμίαν ἔχει μεγάλην ἐν προγνώσεσιν ἀξίαν· ἀγαθῶν δ’
9. ἰατρῶν ἔργον, οὐ τὰ τοῖς ἰδιώταις ἤδη φαινόμενα προγινώσκειν,
10. ἀλλ’ ὅσα τε τούτους λανθάνει καὶ μηδὲν φαῦλον
11. ἔχειν δοκοῦντος τοῦ κάμνοντος φαίνεται. ἀλλὰ διὰ τὸ τὰ
12. πάντ’ ἐφεξῆς ἐθελῆσαι γράψαι τὰ τῆς δυσπνοίας εἴδη δοκεῖ
13. μοι καὶ ταύτης ἐπιμνησθῆναι, καὶ προσέτι διὰ τὴν τῆς
14. μεγάλης τε καὶ πυκνῆς ἀντίθεσιν. ταυτὶ μὲν οὖν ἐνταῦθα
15. τελευτάτω.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.8, ed. Kühn, 1824, vol. 7, p. 927-930. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩