16. Διὰ τί δ’ οὐδὲν ἔγραψεν ἐν τῷ προγνωστικῷ
17. περὶ τῆς ἀνωμάλου δυσπνοίας, καί τοι γιγνώσκων
18. αὐτὴν οὐκ ἐν τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν μόνον,
1. ἀλλὰ κᾀν τῷ πρώτῳ καὶ τρίτῳ, καὶ προσέτι κᾀν τῷ
2. περὶ διαίτης ὀξέων καὶ τοῖς ἀφορισμοῖς, καὶ ἀλλαχόθι πολλαχόθι
3. τῶν συγγραμμάτων; ἐν μὲν γὰρ τῷ δευτέρῳ καὶ τῷ
4. ἕκτῳ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐμνημόνευσεν, εἰπών·
5. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι. καὶ προσέτι
6. κατὰ μὲν τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐν τῷ διηγεῖσθαι τὰ
7. τῇ Λυκίῃ συμβάντα, πνεῦμα δὲ ἐδιπλασιάζετο, προσέγραψε.
8. τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ, διπλῆ εἴσω ἐπανάκλησις, οἷον
9. ἐπεισπνέουσιν. ἐν δὲ τῷ ἕκτω, ἢν πνεῦμα ἐγκαταλείπηταί,
10. φησι. καὶ γὰρ καὶ τοῦτο ταὐτόν ἐστι τῷ κατὰ τὸ περὶ διαίτης
11. εἰρημένῳ· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ. ὡς γὰρ
12. εἰσπνέοντές τινες οὐχ ἅπαξ τοῦτο δρῶσιν, ἀλλ’ ἡσυχίᾳ διακόπτουσι
13. τὴν ἐνέργειαν ὁμοίως τοῖς κλαυθμυριζομένοις παιδίοις,
14. οὕτω καὶ ἐκπνέοντες. ἀλλὰ κᾀν τοῖς μετὰ τὸν περὶ
15. τῶν λουτρῶν λόγον πνευμάτων προτάσεις εἴρηκε, τὴν διακεκομμένην
16. ἐνέργειαν ἐνδεικνύμενος. ἐν δὲ τῷ πρώτῳ τῶν
17. ἐπιδημιῶν ἐπὶ Φιλίσκου τόνδε τὸν τρόπον ἔφη· τούτῳ
1. πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ· ὁμοίως γὰρ τῷ,
2. διπλῆ εἴσω ἐπανάκλησις, εἴρηται κᾀνταῦθα τὸ ἀνακαλουμένῳ.
3. πάλιν δ’ ἐπὶ τῆς Δρομάδεω γυναικὸς, πνεῦμα ἀραιὸν,
4. μέγα, αὐτίκα ἀνεσπασμένον, ἔφη. καὶ γὰρ καὶ τοῦθ’ ὡσαύτως
5. εἴρηται· ἐν δὲ τοῖς ἀφορισμοῖς, καί τί ποτε σημαίνει
6. τὸ τοιοῦτον πνεῦμα, ἐκδιδάσκει γράφων ὧδε· ἐν τοῖσι πυρετοῖσι
7. τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει.
8. κατὰ λόγον οὖν κᾀν τοῖς τῶν ἐπιδημιῶν τὴν Δρομάδεω
9. γυναῖκα σπασθεῖσαν ἀποθανεῖν φησιν, ἐφ’ ἧς προειρήκει,
10. πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. ἔνθα
11. δὴ καὶ θαυμάσαι μάλιστα ἔστιν, ὅπως ἑκατέρα τῶν δυσπνοιῶν
12. τὴν οἰκείαν αὐτῆς ἐδήλωσε διάθεσιν. οὐ γὰρ ἐσπάσθη
13. μόνον ἥδε ἡ ἄνθρωπος, ἀλλὰ καὶ παρέπαισεν, ὡς ἂν
14. μὴ μόνον τὴν ἰδίαν τῶν σπασμῶν ἐσχηκυῖα δύσπνοιαν, ἀλλὰ
15. καὶ τὴν τῆς παραφροσύνης. ὥσθ’ ὅτι μὲν ἐγίγνωσκε τὴν
16. ἀνώμαλον ταύτην δύσπνοιαν ὁ Ἱπποκράτης, ἀποδέδεικται
17. σαφῶς· ὅτι δὲ κᾀν προγνωστικῷ παρέλιπεν εὐλόγως, ὥσπερ
1. καὶ τὰ πολλὰ τῶν προγνωστικῶν γνωρισμάτων, ἐφεξῆς
2. ἂν εἴη λεκτέον αὐτῷ, πρότερον ἀναμνήσαντας διὰ κεφαλαίων,
3. ὡς οὔτε περὶ τῶν κατὰ τὰς ἡλικίας, ἢ χώρας, ἢ ὥρας, ἢ τὰς
4. ἐπιδήμους καταστάσεις, ἐν τῷ προγνωστικῷ γέγραφέ τι, καὶ
5. βιβλίου μὲν ὅλου τοῦ περὶ ἀέρων, τόπων καὶ ὑδάτων ὑπ’
6. αὐτοῦ γεγραμμένου, κατὰ δὲ τοὺς ἀφορισμοὺς ἐν ἐπιτομῇ
7. πάντων τούτων εἰρημένων, ἀλλ’ οὐδὲ περὶ τῶν οὔρων τῆς
8. διαγνώσεως, ὅσα τοῖς ἀφορισμοῖς ἐνέγραψε, ταῦτα κᾀν τῷ
9. προγνωστικῷ διῆλθεν, οὐδὲ δὴ τῶν ἀμφὶ τὰς γυναῖκας, ὅσα
10. κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν, εἰς τὸ προγνωστικὸν μετέθηκε·
11. καίτοι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἐν ἀφορισμοῖς
12. εἰρημένων ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς ἰατρικῆς ἐστιν,
13. ὡς αὐτὸς ἐνδείκνυται διὰ τῶν αὐτοῦ ῥημάτων· ἔν τε γὰρ
14. τῷ λέγειν· ἢν δὲ βόρειος ᾖ, βῆχες, φάρυγγες, κοιλίαι ξηραὶ,
15. δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων·
16. ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι ἐν τῇσιν ἀῤῥωστίῃσιν.
17. ἐν δὲ τῷ φάσκειν· ὅταν θέρος γένηται ἦρι
18. ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι·
1. δῆλός ἐστιν ἐπισημαινόμενος ὡς τοῦ προγνωστικοῦ μέρους τῆς
2. τέχνης ἐστὶ τὰ τοιαῦτα. τὸ γὰρ προσδέχεσθαι καὶ προσδοκᾷν
3. καὶ ἐλπίζειν, καὶ πάνθ’ ὅσα τοιαῦτα ῥήματα, προγνώσεως
4. ἴδια. καὶ μὲν δὴ κᾀν τῷ φάσκειν· ἢν μὲν ὁ χειμὼν
5. αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δ’ ἔαρ ἔπομβρον καὶ
6. νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας
7. καὶ δυσεντερίας γενέσθαι· σαφῶς ἐνδείκνυται ταὐτὸ τοῦτο,
8. καὶ πολύ γε μᾶλλον, ὅταν ὡδί πως γράφῃ περὶ τῶν οὔρων·
9. οἷσιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι,
10. πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελεῖ· μάλιστα δὲ τὰ
11. τοιαῦτα ἔρχεται, ἐν οἷσιν ἂν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν
12. ἴσχῃ. καὶ πάλιν· οἷσιν οὖρα ἀνατεταραγμένα οἷον
13. ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.
14. καὶ πάλιν· οἷσιν ἑβδομαῖα κρίνονται, ἐπινέφελον ἴσχει
15. τῇ τετάρτῃ τὸ οὖρον ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον.
16. ὁμοίως δὲ τούτοις καὶ τὰ τῆς κύστεως καὶ τῶν νεφρῶν τὰς
17. διαθέσεις δηλοῦντα κατὰ τοὺς ἀφορισμοὺς γέγραπται, παραλέλειπται
18. δὲ ἐν τῷ προγνωστικῷ καὶ ἄλλα πάμπολλα,
1. καθάπερ καὶ τὰ τοιαῦτα· τῶν νοσημάτων ὁκόσοισιν
2. ἀρχομένων χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθοι, θανάσιμον·
3. δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον·
4. οἷσιν ἐν πυρετοῖσιν αἱμοῤῥαγεῖ πλῆθος ὁκοθενοῦν, ἐν
5. τοῖσιν ἀναλήψεσι τοῖσι τοιουτέοισιν αἱ κοιλίαι καθυγραίνονται.
6. τοιαῦτά τε πάμπολλα κατὰ τοὺς ἀφορισμοὺς ἔστιν εὑρεῖν
7. γεγραμμένα τοῦ προγνωστικοῦ μέρους τέχνης. τί δή
8. ποτ’ οὖν οὐδὲν τούτων ἐν τῷ προγνωστικῷ γράμματι διῆλθεν;
9. ὅτι περὶ τῶν ὀξέων νοσημάτων ἐν ἐκείνῳ προὔθετο διδάσκειν,
10. ὡς ἀρχόμενός τε ἅμα καὶ συντελέσας τὸ βιβλίον,
11. αὐτὸς ἡρμήνευσεν, ἐν ἀρχῇ μὲν εἰπών· σκέπτεσθαι δὲ χρὴ
12. ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασιν· ἐπὶ δὲ τῆς τελευτῆς προσγράψας
13. ὡδί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων, καὶ
14. ὅσα ἐκ τούτων γίγνεται. τίνα δέ ἐστιν ἐκ τούτων γιγνόμενα,
15. πάλιν αὐτὸς ὁ Ἱπποκράτης ἐν ταὐτῷ βιβλίῳ διέρχεται·
16. οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες
17. κακοί. τοῦτο δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα
18. μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐν πᾶσι τοῖσιν ὀξέσι
1. νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι
2. κρίνεται. κᾀνταῦθα τῶν ἐκ μεταπτώσεως ὀξέων μνημονεύει,
3. καθάπερ κᾀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν. ἐπεσημήνατο
4. δὲ καὶ ἄλλοθεν πολλαχόθεν τοῦ συγγράμματος, ὡς
5. ἤτοι περὶ τῶν ὀξέων νοσημάτων, ἢ περὶ τῶν γινομένων ἐκ
6. τούτων ὁ λόγος ἐστὶν αὐτῷ, καθάπερ κᾀν τοῖσδε· οἱ δὲ
7. ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι, οἳ
8. ἂν ἐν ἡμέρῃσι κρισίμοισι γένωνται. καὶ τί δεῖ πολλὰ λέγειν;
9. αὐτὸς γὰρ, ὡς ἑκὼν παραλείπει πολλὰ τῶν προγνωστικῶν
10. σημείων ἐν ἐκείνῳ τῷ βιβλίῳ, σαφῶς ἐνδείκνυται,
11. ποτὲ μὲν ὡδί πως λέγων· μὴ ἐξαπατάτω δέ σε, ἤν τι
12. αὐτέη ἡ κύστις νόσημα ἔχουσα, τῶν οὔρων τι ἀποδιδοῖ
13. τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλ’ αὐτῆς καθ’ ἑαυτήν.
14. οὐ μὴν προστίθησί γε τὰ γνωρίσματα κατὰ τὸ προγνωστικὸν,
15. ἀλλ’ ἐν τοῖς ἀφορισμοῖς γράφει. αὖθις δ’ αὖ
16. λέγει· χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν νοσημάτων τῶν ἐπιδημεόντων
17. ταχέων ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρας τὴν
18. κατάστασιν· οὐ μὴν οὐδὲ περὶ τούτου τι διδάσκων ἡμᾶς ἐν
1. προγνωστικῷ. προὔθετο γὰρ, ὡς ἔφην, τὰ τῶν ὀξέων νοσημάτων
2. ἴδια διελθεῖν μόνα, τὰ δέ γε τῶν χρονίων ἴδια
3. σύμπαντα παραλιπεῖν, ὥστ’ εὐλόγως καὶ τὴν ἀνώμαλον δύσπνοιαν,
4. ἐξ ἑτέρου γένους ὑπάρχουσαν νοσήματος, ἐνταῦθα
5. παρέλιπεν. εἰ γὰρ δὴ σπωμένων γίγνεται τῶν ἀναπνευστικῶν
6. ὀργάνων, εἴη μὲν ἂν καὶ τοῖς χρονίοις νοσήμασι συνεδρεῦον
7. τὸ πάθημα, καὶ ταύτῃ γε μηδὲν δὴ τῶν ὀξέων ἢ χρονίων
8. ἴδιον· εἴη δ’ ἂν καὶ χωρὶς πυρετοῦ γιγνόμενον, ὥς γε
9. καὶ οἱ σπασμοί· πρόκειται δ’ αὐτῷ κατὰ τὸ προγνωστικὸν
10. ὑπὲρ τῶν ἰδίως ὀξέων ὀνομαζομένων ποιήσασθαι τὸν λόγον.
11. ἔστι δὲ ταῦτα τὰ σὺν πυρετοῖς γιγνόμενα συνεχέσι τοὐπίπαν,
12. ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδήλωσεν ὡδί πως
13. γράψας· ἔστι δὲ ἄρα ταῦτα ὀξέα, ὁποῖα ὠνόμασαν οἱ ἀρχαῖοι
14. πλευρῖτιν καὶ περιπνευμονίαν καὶ φρενῖτιν καὶ καῦσον
15. καὶ τἄλλα ὅσα τούτων ἐχόμενα, ὧν οἱ πυρετοὶ τοὐπίπαν
16. ξυνεχέες. οὔκουν οἱ σπασμοὶ τούτου τοῦ γένους εἰσὶ
17. τῶν νοσημάτων, ὅθεν οὐδὲ τὴν ἴδιον αὐτῶν δύσπνοιαν ἅμα
1. τούτοις διῆλθε, καθάπερ οὐδὲ περὶ τῶν οὔρων, ἢ τῶν
2. διαχωρημάτων, ἢ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τοὺς
3. ἀφορισμοὺς ἔγραψε, διότι τῶν ὀξέων νοσημάτων οὐκ ἦν
4. ἴδια. διὰ τί δ’ οὐδὲν οὐδὲ περὶ τῶν τοιούτων δυσπνοιῶν
5. ἐδίδαξεν ἐν τῷ προγνωστικῷ, ἐν αἷς ἤτοι μόνον τὸ εἰσπνεόμενον,
6. ἢ μόνον τὸ ἐκπνεόμενόν ἐστι μέγα, περιττὸν
7. ἡγοῦμαι νῦν ἐπεξιέναι, δείξας γε σαφῶς ἐν τῷ πρώτῳ τῶνδε
8. τῶν ὑπομνημάτων, ὡς εἰς πέντε ταύτας τὰς δυσπνοίας,
9. ὑπὲρ ὦν νῦν πέπαυμαι λέγων, αὔταρκες ἀνάγειν τὰς ἄλλας
10. διαφοράς· οὐδὲ γὰρ ἢ ταχείας, ἢ βραδείας ἀναπνοῆς ἐμνημόνευσεν
11. ἐν προγνωστικῷ. κατὰ τὸν αὐτὸν δὲ λόγον ἐδείξαμεν,
12. ὡς πάσας τὰς ἄλλας διαφορὰς ἐν ταῖς προειρημέναις περιέχεσθαι
13. συμβέβηκε, ὥσθ’ ἑκάτερον αὐτῶν ὀρθῶς ὁ Ἱπποκράτης
14. φαίνεται ποιήσας, ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν τὴν εἰς
15. ἁπάσας τὰς κατὰ μέρος δυσπνοίας διαίρεσιν τιθέμενος, ἐν
16. δὲ τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς τὸ πρὸς τὴν
17. χρείαν ἐπεῖγον.
⟨
(De difficult. respir.) [n° 059 Fichtner] [GalLat]
De difficultate respirationis
Περὶ δυσπνοίας
Difficulté de la respiration
Difficulty in Breathing (Diff. Resp.)
Minor, 1911.
De difficultate respirationis, 1824, vol. 7, p. 753-960. urn:cts:greekLit:tlg0057.tlg056.verbatim-lat1
De difficultate respirationis, 3.9, ed. Kühn, 1824, vol. 7, p. 930-938. urn:cts:greekLit:tlg0057.tlg056.1st1K-grc1:3.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩