3. Τῶν κατὰ τὸ σῶμα τοῦ ζώου πασῶν ἐνεργειῶν
4. ἑκάστης τι μόριον ἴδιόν ἐστιν, δι’ οὗ γίνεται. καὶ
5. τοίνυν καὶ βλάπτεσθαι τὴν ἐνέργειαν ἀναγκαῖόν ἐστι, παθόντος
6. κατά τι τοῦ δημιουργοῦντος αὐτήν. πάσχει δὲ ποτὲ μὲν
7. οὕτως εὔλυτον πάθος, ὡς εὐθὺς ἅμα τῷ δράσαντι χωρισθέντι
8. πεπαῦσθαι, ποτὲ δ’ οὕτως δύσλυτον, ὡς παραμένειν
9. ἐπὶ πλεῖστον· ἔστιν δ’ ὅτε καὶ τὸ δρῶν αὐτὸ διοδεῦον, οὐκ
10. ἐστηριγμένον ἐν τῷ μορίῳ τὸ πάθος ἐργάζεται, καὶ τοῦτ’ εἰκάζει
11. σκιᾷ πάθους ὁ Ἀρχιγένης, ὡς ἐπὶ τῶν ὅμοια τοῖς ὑποχεομένοις
12. φανταζομένων ὀφθαλμῶν, ἐφ’ ὧν ἐν τῷ στόματι
13. τῆς γαστρὸς ἤθροισται περίττωμα λεπτομερές· ἀτμῶν γάρ
14. τινων ἐντεῦθεν εἰς τοὺς ὀφθαλμοὺς ἀναφερομένων, περιπίπτουσα
15. τούτοις ἡ ὀπτικὴ δύναμις, ὁμοίως φαντάζεται
16. τῇ κατὰ τοὺς ὑποχεομένους· καὶ μάλιστά γε συμβαίνει τὸ
17. τοιοῦτο ἐφ’ ὧν αὐτό τε τὸ κατὰ τοὺς ὀφθαλμοὺς ὑγρὸν
18. ἀκριβῶς ἐστι καθαρὸν ἥ τ’ ὀπτικὴ δύναμις αἰσθητικωτάτη.
1. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπί τε τῶν αἱμοῤῥαγησόντων
2. ἐν νόσοις, ἤ ἐμεσόντων, ἐνίοτε προφαίνεται τὰ τοιαῦτα
3. συμπτώματα, καὶ γράφει γε περὶ αὐτῶν ὁ Ἱπποκράτης ἐν τῷ
4. προγνωστικῷ ταυτί· ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει
5. φησὶ τὴν κεφαλὴν ἀλγέειν, ἤ καὶ ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν
6. φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος
7. παρέσται. καὶ μετ’ ὀλίγα πάλιν· οἷσι δ’ ἂν ἐν τοιουτοτρόπῳ
8. πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές
9. τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται, ἢ
10. μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ κἀρδιώττειν ἐν τῷ
11. ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι, μήτε
12. ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν τουτέῳ ῥυῆναι
13. προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. αὗται μὲν αἱ τοῦ Ἱπποκράτους
14. ῥήσεις· ἐδίδαξε δὲ δι’ αὐτῶν, ὡς ἐπὶ χυμοῖς πολλάκις
15. ἠθροισμένοις ἐν τῇ γαστρὶ συμβαίνει τινὰ φαντάσματα
16. γίγνεσθαι κατὰ τὴν ὄψιν. ἀλλ’ εἴπερ ὅλως ἀπὸ τῶν χυμῶν
17. ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνεφέρετο μηδὲν, οὐδὲ τῶν τοιούτων
18. συμπτωμάτων ἐγίνετό τι, καθάπερ οὐδ’ εἰ πρὸς τοὺς τῶν
1. ὤτων ἠνέχθη πόρους, ἢ τοὺς τῆς ῥινὸς, ἢ τὸ τῆς γλώττης
2. σῶμα. κᾀν τῷδε δῆλον, ὡς ἀπολαῦσαί τι χρὴ τῆς κατὰ τὴν
3. γαστέρα διαθέσεως τοὺς ὀφθαλμοὺς, εἰ μέλλει παρόψεσθαι
4. τὸ ζῶον. οὕτως δὲ κᾀπειδὰν εἴπῃ πάλιν ὁ Ἱπποκράτης· οἷσι
5. χολώδεα διαχωρήματα, κωφώσιος ἐπιγενομένης παύεται, καὶ
6. οἷσι κώφωσις, χολωδέων ἐπιγενομένων παύεται· τίς
7. οὕτω ληρώδης ἐξηγητὴς, ὡς ἐάσας ἐν τῷ λόγῳ τὰ ὦτα πάσχειν,
8. ἐπειδὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνενεχθῆναι συμβῇ τὴν
9. ἔμπροσθεν ἐκκενουμένην διὰ τῆς κοιλίας χολὴν, τηνικαῦτα
10. φάσκῃ γενέσθαι τὴν κώφωσιν; ἀεὶ τοίνυν ἀναγκαῖόν ἐστιν
11. ἄρχεσθαι μὲν ἀπὸ τοῦ τῆς βεβλαμμένης ἐνεργείας ὀργάνου, ζητεῖν
12. δ’ ἐφεξῆς, ὅστις ὁ τρόπος αὐτῷ τῆς βλάβης ἐστὶν, ἆρά
13. γε διάθεσις ἤδη μόνιμος, ἢ γινομένη μὲν ἔτι, τὸ μόνιμον δὲ
14. οὔπω προσειληφυῖα· καὶ εἰ γινομένη, πότερον ἐν αὐτῷ τῷ
15. μορίῳ περιεχομένης τῆς ποιούσης τὸ πάθος αἰτίας, ἢ διοδευούσης
16. αὐτό. ξηρανθέντος μὲν γὰρ ἀμέτρως τοῦ κρυσταλλοειδοῦς
17. ὑγροῦ, μόνιμος ἡ βλάβη τῷ μορίῳ, καὶ τὸ πάθος
18. ἴδιον τῆς οὐσίας αὐτοῦ· παχυμεροῦς δὲ ὑγροῦ συνισταμένου
1. κατὰ τὴν κόρην, οὐδέπω μὲν ἡ οὐσία βέβλαπται, τὸ δὲ τοῦ
2. συμπτώματος αἴτιον ἐν αὐτῷ περιέχεται τῷ ὀφθαλμῷ· διέρχεται
3. δ’ αὐτὸν, ὅταν ὁ ἀτμίζων χυμὸς ἐν τῇ γαστρὶ περιέχηται.
4. τὸ δὲ τηνικαῦτα μόνον ἡγεῖσθαι πεπονθέναι τὸ μόριον,
5. ὅταν τῆς οὐσίας αὐτοῦ μόνιμος διάθεσις γένηται, νομοθετούντων
6. ἐστὶν ἴδια σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων.
7. ἐπὶ μέντοι τῶν ἀλγούντων σφοδρῶς κατ’ ἔντερον, ἐστηριγμένῳ
8. δὲ καθ’ ἕν τι μέρος τῷ πόνῳ, καὶ οἷον διατιτρῶντι, πῶς ἄν
9. τις ἢ μηδ’ ὅλως πεπονθέναι τὸ ἔντερον, ἢ μὴ τὸ πάθος εἶναι
10. κατ’ αὐτὸ λέγοι; καίτοι γ’ ἐνίοτε μιᾷ καιροῦ ῥοπῇ τὰ τοιαῦτα
11. τῶν ἀλγημάτων ἐπαύσατο, χυμοῦ τινος ὑαλώδους ἐκκριθέντος·
12. οὐ μὴν οὐδ’ ἄλλό τι τὸ τῆς ὀδύνης αἴτιον ὑπολαβεῖν
13. ἐνδέχεται παρὰ τὸν ἐκκριθέντα χυμόν. ᾧ γὰρ ἐκκριθέντι
14. παραχρῆμα παύσασθαι τὴν ὀδύνην ἠκολούθησεν, ἅπαντες
15. ἄνθρωποι τοῦτο τῆς ὀδύνης αἴτιον εἶναι πεπιστεύκασι, φυσικοῦ
16. τινος ἀξιώματος ὑπάρχοντος αὐτοῖς ἐξ ἑαυτοῦ πιστοῦ
17. πρὸς τὴν τῶν τοιούτων αἰτίων γνῶσιν. οὗ γάρ τοι ψαύοντος
18. μὲν ἡμῶν γίνεται τόδε τι τὸ πάθος, ἀποχωρήσαντος δὲ
1. παραχρῆμα παύεται, τοῦτ’ αἴτιον εἶναι πεπιστεύκασι πάντες
2. ἄνθρωποι. οὕτως οὖν καὶ τὸ πῦρ τοῦ καίειν ἡμᾶς αἴτιον
3. εἶναι πεπίστευται, καὶ τὸ ξίφος τοῦ τέμνειν, ἕκαστόν τε τῶν
4. ἄλλων ὡσαύτως. αἴτιον οὖν ἡγητέον εἶναι καὶ τὸν κενωθέντα
5. χυμὸν τοῦ γινομένου πάθους, ἡνίκα ἐν τῷ μορίῳ
6. περιείχετο· πότερον δὲ τῷ ψύχειν σφοδρῶς, ἤ τῷ θερμαίνειν,
7. ἤ ὅλως κατὰ δυσκρασίαν ἠνώχλει τὸν τόπον, ἢ τῷ διεξέρχεσθαι
8. συνεχῆ σώματα βιαζόμενος ἐπὶ τὴν ἔκκρισιν, ἤ διὰ
9. πνεῦμα φυσῶδες ὑπ’ αὐτοῦ γενόμενον, ὡς διατείνεσθαι τὸ
10. περιέχον, ἢ διὰ βιαίαν σφήνωσιν, ἢ τῷ διαβιβρώσκειν καὶ
11. δάκνειν, οὐδέπω δῆλον ἔκ γε τῆς μετὰ τὴν κένωσιν ὠφελείας,
12. ἀλλ’ ὅτι μόνον ἐλύπει περιεχόμενος. οὐ μόνον οὖν αἴτιον
13. ἡγητέον εἶναι τὸν τοιοῦτον χυμὸν τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ
14. μόριον ἐν ᾧ περιείχετο πάσχον ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν
15. ὠδυνᾶτο διὰ τὸν χυμόν. οὕτω γέ τοι πάσχειν λέγομεν καὶ
16. διά τι τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι θερμαινόντων, ὡς
17. τὸ πῦρ, ἢ ψυχόντων, ὡς ἡ χιὼν, ἢ θλώντων, ὡς ὁ λίθος, οὗ
1. χωρισθέντος εὐθὺς πέπαυται τὸ πάθος, οὐδενὸς διὰ τοῦτ’
2. ἐροῦντος ὡς οὐκ ἔπασχεν, ὅτι μηδεμία κατὰ τὸ μόριον ὑπελείπετο
3. διάθεσις. ὡς οὖν οὕτως ἡμῶν ἀεὶ χρησομένων τῷ
4. τοῦ πάθους ὀνόματι καὶ τῷ τοῦ πάσχειν ῥήματι, πρόσεχε τὸν
5. νοῦν τοῖς λεχθησομένοις, ἐπισκοπούμενος ἐν αὐτοῖς τὸ χρήσιμον
6. εἴς τε τὰς προγνώσεις καὶ τὰς θεραπείας. ἐνίοτε μὲν
7. γὰρ ὑπὸ μὲν αἰτίου τινὸς γίνεται τὸ πάθος, οὐ μὴν ἤδη πως
8. μόνιμον ἔχει τὴν διάθεσιν, εἰ χωρισθείη τὸ αἴτιον· ἐνίοτε δ’
9. ἤδη γέγονεν, ἔτι τε γίνεται· πολλάκις δὲ πέπαυται μὲν γινόμενον
10. οἰχομένης τῆς αἰτίας, ἤδη δέ ἐστι μόνιμος ἡ διάθεσις.
11. οἷον ἐπὶ δυσεντερίας ὁ δακνώδης χυμὸς αἴτιός ἐστιν τοῦ πάθους,
12. ἐν ἀρχῇ μὲν ἀποῤῥύπτων τε καὶ ξύων, ἐν χρόνῳ δὲ
13. ἑλκῶν τὸ ἔντερον. εἰ μὲν οὖν πρὶν ἑλκῶσαι παύσεται διεξιὼν,
14. οὐδέπω δυσεντερία τὸ πάθος ἐστίν· εἰ δ’ ἑλκωθῆναι φθάσειεν
15. τὸ ἔντερον, οὐκ ἂν ἔτι συμπαύσαιτο τῷ χυμῷ τὸ γενόμενον
16. πάθος, οὐδὲν ἡμᾶς εἰς τὰ παρόντα τοῦ παρὰ μικρὸν
17. λόγου λυποῦντος, ὃν καὶ σωρείτην ὀνομάζουσιν· κοινὴ γὰρ
18. ἡ ἐξ αὐτοῦ πρὸς πολλὰ τῶν κατὰ τὸν βίον ἀπορία, περὶ ὧν
1. εἴρηται καὶ δέδεικται τοῖς πρὸ ἐμοῦ φιλοσόφοις τε καὶ ἰατροῖς·
2. διὸ κᾀμοὶ μνημονεύειν αὐτῶν περιττὸν, ἔχοντί γε κατ’ αὐτὸ
3. τοῦτο τῆς τέχνης τὸ μέρος ἐπιδεῖξαι τὴν ἀπορίαν. ὅτι μὲν
4. γὰρ ἔν τινι χρόνῳ γίνεται τὰ πάθη, τῶν ὁμολογουμένων
5. ἐστίν· εἰ δ’ ὥσπερ ἡ οἰκία καθ’ ὃν γίνεται χρόνον οὐδέπω
6. μέν ἐστιν οἰκία, τὸ δ’ ὅλον τοῦτο γινομένη οἰκία, τὸν αὐτὸν
7. τρόπον ἕκαστον τῶν νοσημάτων ἐν ᾧ γίνεται χρόνῳ γινόμενον
8. μέν ἐστιν, ὂν δ’ οὐδέπω, ζητήσεως ἄξιον· οὐδὲ γὰρ
9. ἡ αὐτὴ φύσις ἐστὶν ἁπάντων τῶν γινομένων, ἀλλ’ ὅσα μὲν
10. ὁμοιομερῆ τε ὑπάρχει καὶ σχῆμα σύμφυτον ἔχει μηδὲν, οὐσία
11. τούτων εὐθὺς ἐξ ἀρχῆς ἐστιν ἡ αὐτή· τῶν δὲ ἤτοι πολυειδῶν
12. τὴν μορφὴν, ἢ ἀνομοιομερῶν, ἐγχωρεῖ τὴν οὐσίαν ὑστέραν
13. εἶναι τῆς γενέσεως. οὐ γὰρ ἅμα γίνεται τῆς οἰκίας τὰ θεμέλια
14. καὶ οἱ τοῖχοι καὶ ἡ ὀροφὴ καὶ ὁ κέραμος αἱ θύραι τε
15. καὶ αἱ θυρίδες, ἐξ ὧν ἁπάντων ὡδί πως συγκειμένων καὶ εἰς
16. μίαν μορφὴν, ἀναγομένων σύνθετός ἐστιν ἡ τῆς οἰκίας οὐσία.
17. τὸ δέ γε θερμὸν νόσημα καὶ τὸ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν
18. εὐθὺς ἐξ ἀρχῆς, ἐπειδὰν πρῶτον ὑπερβάλῃ τοὺς ὑγιεινοὺς
1. ὅρους τῆς κράσεως τὸ σῶμα, τὴν αὐτὴν ἑαυτῷ φύσιν ἔχει.
2. καὶ γὰρ εἰ διὰ σμικρότητα πολλάκις ἐκφεύγει τήν θ’ ἡμετέραν
3. διάγνωσιν καὶ τὴν τῶν καμνόντων αἴσθησιν, ἀλλὰ τό γε
4. εἶδος ἔχει τὸ οἰκεῖον. οὕτω δὲ καὶ ἡ φλεγμονὴ, καθ’
5. ὅ τι περ ἂν εἴη μέρος τοῦ ζώου μέγιστον ἢ σμικρότατον, ἓν
6. καὶ ταὐτόν ἐστι πάθος ὑπηλλαγμένον οὐκ ἰδέαις, ἀλλὰ μεγέθους
7. διαφορᾷ· ὅτι δὲ ἐγχωρεῖ τινα παθήματα περὶ τοῖς σώμασιν
8. εἶναι, διὰ σμικρότητα μηδέπω φαινόμενα, τεκμήριον
9. καὶ ἡ κοιλαίνουσα τὴν πέτραν ἐν χρόνῳ πλείονι ῥανὶς, ἐφ’ ᾗ
10. καὶ τοῦτο τὸ ἔπος ὀρθῶς εἰρῆσθαι πιστεύεται,
12. καὶ μὴν οὔθ’ ὑπὸ μιᾶς ἢ δυοῖν ἢ τριῶν ἢ τεττάρων πληγῶν
13. τοῦ ὕδατος εἰς τὴν πέτραν ἐμπεσουσῶν, ὅπου γ’ οὐδ’ ὑφ’
14. ἑκατὸν, αἰσθητή ποτ’ ὤφθη κοιλότης, οὔτε δυνατόν ἐστι τῆς
15. μιᾶς πρώτης μηδὲν ἐργασαμένης τὴν δευτέραν ἐργάσασθαί
16. τι· τὸν αὐτὸν γὰρ ἕξει πρὸς τὴν πέτραν λόγον, ὃν ἔσχεν ἡ
17. πρώτη· δεῖ τοίνυν, εἰ δράσει τι περὶ τὴν πέτραν ἡ δευτέρα
1. ῥανὶς, ὑπηλλάχθαι τι κατὰ τὴν προτέραν, ὡς μὴ πάντῃ διαμένειν
2. ἔτι τοιαύτην, οἵαπερ ἔξ ἀρχῆς ὑπῆρχεν. εἰ γὰρ αὐτή
3. τε κατὰ πᾶν ἡ αὐτὴ διαμένοι καὶ τὸ δρῶν εἰς αὐτὴν αἴτιον
4. ἡ ῥανὶς τοῦ ὕδατος, ἀναγκαῖον αὐτὴν, ὥσπερ ἐπὶ τῆς πρώτης
5. πληγῆς, οὕτω κᾀπὶ τῆς δευτέρας ἀπαθῆ διαφυλαχθῆναι· εἰ
6. δὲ τοῦτο, κᾀπὶ τῆς τρίτης· ὁ γὰρ αὐτὸς λόγος· οὕτω δὲ
7. κᾀπὶ τῆς τετάρτης καὶ πέμπτης καὶ πασῶν τῶν ἐφεξῆς· ἄχρι
8. γὰρ ἂν ὡσαύτως ἐχούσῃ τῇ πέτρᾳ προσπίπτῃ ταὐτὸν αἴτιον,
9. οὐδὲν ἐργάζεται πλέον. εἰ δὲ μετὰ χιλίας πληγὰς αἰσθητὴ ἡ
10. τῆς πέτρας φανείη κοιλότης, ἀναγκαῖόν ἐστιν ἑκάστην πληγὴν
11. φάναι τὸ χιλιοστὸν (αὐτῆς) μέρος ἐργάσασθαι τοῦ φανέντος
12. πρῶτον αἰσθητοῦ πάθους ἐν τῇ πέτρᾳ. καὶ τοίνυν καὶ τῶν
13. αἰτίων τῶν δρώντων εἰς τὸ σῶμα τὸ μὲν τοῦ πάθους εἶδος
14. ἐξ ἀρχῆς ταὐτὸν, ἀφανὲς δ’ ἐστὶ διὰ σμικρότητα. τὰ δ’
15. οὕτω σμικρὰ πάθη χωρισθέντων τῶν ποιούντων αἰτίων
16. αὐτίκα παύεται, τῆς φύσεως ἰωμένης αὐτά. μόνα γὰρ ἐκεῖνα
17. δεῖται τῆς ἔξωθεν βοηθείας, ὧν διὰ τὸ μέγεθος ἀδυνατεῖ
18. κρατεῖν ἡ φύσις. ὥστε κατὰ τὸν λόγον τοῦτον, ὅταν πρῶτον
1. ὁ δακνώδης χυμὸς ἀποξύσῃ τι τῶν ἐντέρων, εἰ καὶ μηδέπω
2. φαίνεται τὸ γεγενημένον, ἀλλ’ ἥ γε διάθεσις ἐν τῷ τῆς δυσεντερίας
3. ἐστὶν εἴδει. καθάπερ οὖν ἕλκη πολλάκις γενόμενα σμικρὰ
4. χωρὶς φαρμάκου παντὸς ἡ φύσις ἐθεράπευσεν, οὕτω καὶ
5. τὰ τῶν ἐντέρων ξύσματα. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον
6. οὐδ’ ἀληθές ἐστιν ὅλως, ὃ λέγουσί τινες, ὡς οὐδὲν ὑπολείπεται
7. κατὰ τὰ τοιαῦτα συμπτώματα πάθος τῶν σωμάτων·
8. εἴπερ ἦν ἀληθὲς, ἀλλ’ ὁπότε γε πόνος ἀξιόλογος ὑπὸ τῆς τῶν
9. διαχωρουμένων δριμύτητος ἀναβιβρωσκομένων τῶν ἐντέρων
10. ἐγίνετο, τηνικαῦτα ἔπασχε τὰ ἔντερα. φυλαττέσθω δὲ τοῦθ’
11. ἡμῖν ὥσπέρ τι στοιχεῖον ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ,
12. καὶ γινέσθω τῆς μεθόδου τῶν εὑρεθησομένων πεπονθέναι τόπων
13. ἀρχὴ τὸ μηδέποτε βλάπτεσθαι μηδεμίαν ἐνέργειαν ἄνευ
14. τοῦ πεπονθέναι τὸ ποιοῦν αὐτὴν μόριον. καὶ γὰρ ἐὰν ὀδύνη
15. τις ᾖ κατ’ αὐτὸ, πέπονθε πάντως τι, κᾂν ὄγκος τις παρὰ
16. φύσιν, ἔτι δὲ μᾶλλον, ὅταν ἐνέργεια βλάπτηται. προείρηται
17. δ’ ὅτι καὶ τῇ τῶν ἐκκρινομένων φύσει τεκμαρτέον ἐστὶ περὶ
18. τοῦ πεπονθότος τόπου. ὅτι δὲ διττῶς τοῦτο ποιητέον, ἔστι
1. δῆλον, ἢ κατὰ τὴν ἰδιότητα τῆς ἐκκρινομένης οὐσίας, ἢ ἀπὸ
2. τῶν περιεχομένων ἐν αὐτῷ. λέλεκται δ’ ὅτι κᾀκ τῶν ἐπιφυομένων
3. ἐνίοτε τεκμήρασθαι δυνατόν ἐστι περὶ τῶν πεπονθότων
4. μορίων· ἔστι δὲ ἐκ τοῦ γένους τῶν συμπτωμάτων καὶ
5. ταῦτα, παμπόλλην ἔχοντα πρὸς ἄλληλα διαφορὰν, ὑπὲρ ἧς
6. αὖθις εἰρήσεται.