7. Νυνὶ δὲ πάλιν ἐπ’ ἀρχὴν ἀνάγωμεν
8. τὸν λόγον, ἐφ’ ἑκάστου μορίου ζητοῦντες εὑρεῖν σημεῖα, τὰ
9. μὲν ὡς τῆς ἰδίας οὐσίας αὐτοῦ δηλοῦντα τὰ πάθη, τὰ δ’ ὡς
10. ὀργάνου. καθ’ ἑκάτερόν τε πάλιν ἀφορίζοντές τε καὶ διακρίνοντες
11. ἀπὸ μὲν τῶν γεγενημένων ἤδη παθῶν τὰ γινόμενα
12. μὲν ἔτι, μόνιμον δὲ οὐκ ἔχοντα τὴν κατασκευήν· ἀπὸ δὲ
13. τῶν ἐν αὐτῷ τῷ πεπονθότι περιεχομένων αἰτίων τὰ διόδῳ
14. μόνον αὐτῷ χρώμενα· πρόδηλον δ’ ὅτι καὶ σύνθετοί τινες ἐκ
15. τῶν εἰρημένων ἔσονται τρόποι. διορίσωμεν δὲ καὶ τὰ κατὰ
16. συμπάθειαν ἑτέρου μορίου γινόμενα πάθη τῶν κατὰ ἰδιοπάθειαν·
17. οἰκειότερον γὰρ ἰδιοπάθειαν ὀνομάζειν, οὐχ ὡς εἴθισται
1. τοῖς ἰατροῖς πρωτοπάθειαν, ἀντιδιαιρουμένης τῆς συμπαθείας
2. τῇ ἰδιοπαθείᾳ. κυρίως οὖν ὀνομάζειν βουλόμενοι, τῇ μὲν
3. πρωτοπαθείᾳ δευτεροπάθειαν ἢ ὑστεροπάθειαν ἀντικεῖσθαι
4. φήσομεν, ἰδιοπάθειαν δὲ τῇ συμπαθείᾳ. καὶ συνελθεῖν γε
5. δύναται πολλάκις εἰς ταὐτὸ κατὰ συμπάθειάν τε καὶ κατ’
6. ἰδιοπάθειαν ἤδη νοσεῖν, ὅταν τῷ πάσχοντι μορίῳ μόνιμος
7. ἐγγένηται διάθεσις· οὐ γὰρ δὴ πρωτοπαθεῖν αὐτὸ τηνικαῦτα
8. φήσομεν, ἀλλὰ δευτεροπαθεῖν τε καὶ ἰδιοπαθεῖν. ἐναργῶς
9. δὲ τοῦτο φαίνεται κᾀπὶ τῶν ἐκτός· ὥσπερ ὅταν ἐφ’ ἕλκει
10. γενομένου μεγάλου βουβῶνος ἐν πληθωρικῷ σώματι, τὸ μὲν
11. ἕλκος εἰς οὐλὴν ἀχθῇ, μένῃ δ’ ὁ βουβὼν, ἤτοι γ’ εἰς φλεγμονὴν
12. ἐκπυϊσκομένην μεταβάλλων, ἢ εἰς σκιῤῥώδη διάθεσιν,
13. ἣν προσαγορεύουσιν χοιράδα. κατὰ πρωτοπάθειαν μὲν οὖν
14. οὐκ ἄν τις φαίη γεγονέναι τὰ τοιαῦτα νοσήματα, προηγησαμένου
15. γ’ ἑτέρου πάθους, ἐφ’ ᾧ συνέστη· κατὰ συμπάθειαν
16. μέντοι γενόμενα μεταπεσεῖν εἰς τοιαύτην ἰδιοπάθειαν, ὡς εἰ
17. καὶ πρωτοπάθειά τις αὐτοῖς ἐξ ἀρχῆς συνέπεσεν. ἀναμνησθῶμεν
18. δ’ εἰς τὰ παρόντα χρησίμως καὶ τῶν ἐν τῇ περὶ ἰατρικῶν
1. ὀνομάτων πραγματείᾳ λελεγμένων, ἔνθα περὶ τῶν σημαινομένων
2. ὁ λόγος ἦν, ἃ κακῶς συγχέουσιν οὐκ ὀλίγοι τῶν νεωτέρων
3. ἰατρῶν τε καὶ φιλοσόφων. ἡ μὲν γὰρ κυριωτάτη χρῆσίς
4. ἐστι τῆς πάθος φωνῆς ἀντικειμένη τῇ τῆς ἐνεργείας,
5. ἐνεργεῖν μὲν λεγομένου τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑαυτοῦ,
6. πάσχειν δὲ τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑτέρου. κινήσεως δ’
7. οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς
8. μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα,
9. παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ’ ἐνίοτε
10. καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν πάθος. ὥστε ἄν τις
11. ἕπηται τῇ λέξει τῶν Ἑλλήνων, πάσχειν μᾶλλον ἐρεῖ τὰ μόρια,
12. καθ’ ἅπερ ἂν ὦσι κινήσεις παρὰ φύσιν, ὡς τά γε διαθέσεις
13. ἔχοντα παρὰ φύσιν, ἐὰν μὲν κυρίως ὀνομάζῃ, νοσεῖν μᾶλλον
14. ἢ πάσχειν ἐρεῖ, καταχρώμενος δ’ οὐ νοσεῖν μόνον, ἀλλὰ καὶ πάσχειν.
15. ὅπερ δ’ ἀεὶ λέγων διατελῶ, τοῦτο καὶ νῦν ἐρῶ· κατὰ
16. τὰς ἐπιστημονικὰς διδασκαλίας ἀρκεῖ τοὔνομα μόνον εἰπόντα,
17. καὶ τὸ σημαινόμενον ἐξ αὐτοῦ, καθ’ ὅ τι περ ἂν ὁ διδάσκων
18. ἐθέλῃ, προέρχεσθαι λοιπὸν ἐπὶ τὴν τῶν πραγμάτων ὑφήγησιν.
1. ἐγὼ δὲ διὰ τοῦτο νῦν ἐμνημόνευσα τῶν σημαινομένων,
2. ὅτι πρὸς τῷ διαστρέφειν ἔνιοι τὰ πρὸς τῶν Ἑλληνικῶν φωνῶν
3. δηλούμενα καὶ τοῖς καλῶς χρωμένοις ἐγκαλοῦσι. τοιοῦτοι
4. δ’ εἰσὶ καὶ οἱ φάσκοντες ἐν ταῖς βεβλαμμέναις ἐνεργείαις
5. μηδὲν πάσχειν ἐνίοτε τὰ μέρη, διότι μηδέπω διάθεσιν ἔχει
6. μόνιμον, ὥσπερ ἐπὶ κεφαλαλγίας τῆς διὰ τοὺς ἐν τῇ γαστρὶ
7. περιεχομένους χυμοὺς γινομένης. ὑπαλλάξας γὰρ ἄν τις, εἰ
8. βούλοιτο περὶ τῶν ὀνομάτων ἐρίζειν, οἰκειότερον ἑρμηνεύοι,
9. πάσχειν μὲν λέγων τὴν κεφαλὴν, ὅταν συμπαθῇ τῇ γαστρὶ,
10. νοσεῖν δ’, ὅταν ἰδιοπαθῇ· καὶ αὐτήν γε τὴν γαστέρα πάσχειν
11. μὲν, ὅταν ὑπὸ μοχθηρῶν ἐνοχλῆται χυμῶν, νοσεῖν δ’, ὅταν
12. ἤτοι κατὰ δυσκρασίαν ἰδίαν, ἢ διὰ φλεγμονὴν, ἢ ἕλκος, ἢ
13. ἀπόστημα, παρὰ φύσιν ἔχῃ. εἰ δ’ ὅλως τις ἐθέλοι τὰ τοιαῦτα
14. διαλεκτικωτέρᾳ ἀκριβολογεῖσθαι ζητήσει, ποτὲ μὲν ἅμα
15. τῷ διεφθάρθαι τὰ σιτία καὶ τῆς πέψεως τὴν ἐνέργειαν ἐρεῖ
16. βεβλάφθαι, ποτὲ δ’ ἀβλαβῆ μὲν εἶναι ταύτην, διεφθάρθαι
17. δ’ ἐκεῖνα. τρεῖς γὰρ αἱ πρῶται καὶ οἷον γενικώταται τῆς
1. διαφθορᾶς τῶν σιτίων ὑπάρχουσιν αἱ διαφοραὶ, μία μὲν ἐπὶ
2. νοσήμασιν ἰδίοις τῆς γαστρὸς, ἑτέρα δὲ ἐπὶ χυμοῖς μοχθηροῖς
3. ἀθροιζομένοις ἐν αὐτῇ, καὶ τρίτη διὰ τὴν τῶν ἐδεσμάτων
4. ποιότητα. τὰ γοῦν ἤτοι φύσει τι κνισῶδες, ἢ ὀξῶδες, ἢ
5. ὅλως εὔφθαρτον ἔχοντα, καὶ τὰ τῷ τρόπῳ τῆς σκευασίας εἴς
6. τινα τοιαύτην ἠγμένα διάθεσιν, εὔδηλον μὲν ὅτι διαφθείρεται
7. κατὰ τὴν γαστέρα, καὶ κατὰ τοῦτ’ ἂν ἠπεπτῆσθαι λέγοιτο.
8. διαφωνεῖται δὲ περὶ τοῦ πεπονθέναι τηνικαῦτα τὴν πεπτικὴν
9. ἐνέργειαν ἐπ’ αὐτῶν, ἐνίων μὲν ἀπαθῆ παντάπασιν ἐν ταῖς
10. τοιαύταις ἀπεψίαις εἶναι φασκόντων αὐτὴν, ἐνίων δὲ πεπονθέναι.
11. καὶ μὴν καὶ τρίτη τίς ἐστι δόξα τῶν μηδ’ ἠπεπτῆσθαι
12. τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ
13. ταυτὸν ὂν ἢ δι’ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης
14. ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν,
15. οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ
16. σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε
17. καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζώῳ γεγενημένην
18. ἀπεψίαν, ἀλλ’ αὐτὸ δὴ τοῦτο, μὴ πεπέφθαι, μόνον.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 1.3, ed. Kühn, 1824, vol. 8, p. 30-34. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩