1. Οὔκουν ἀμελεῖν οὐδ’ ἐν τούτοις προσήκει,
2. ἀλλὰ προσέχοντας τὸν νοῦν ἀκριβῶς, ὅσα μὲν εἰς λογικὴν
3. ἀνάγεται ζήτησιν, ἰδίᾳ καταλιπεῖν, ὅσα δ’ εἰς διάγνωσιν
4. τοῦ πεπονθότος, ἀκριβῶς ἐπισκοπεῖσθαι· τὸ γάρ τοι προγινώσκειν
5. μὲν τὸ μέλλον ἔσεσθαι, θεραπεύειν δὲ προσηκόντως
6. τὸ γεγονὸς ἤδη πάθος, ἐντεῦθεν ἡμῖν περιγίνεται. διὸ καὶ
7. χωρὶς τῶν ἀμφισβητουμένων ὀνομάτων ἔνεστι τὸ χρήσιμον ἐκ
8. τῶν πραγμάτων λαμβάνειν ὧδέ πως. ἔστω τινὰ λέγειν ἕωθεν
9. ἀναστάντα κνισῶδες ἐρυγγάνειν, ἤ τι ἕτερον, οἷον ὠῶν ταγηνιστῶν,
10. ἢ δυσωδέστερον καὶ σαπρόν· ὁμολογεῖν δὲ τὸν
11. μὲν τὸ κνισῶδες ἐρυγγάνοντα μετὰ τὸ δεῖπνον ἐδηδοκέναι
12. πλακοῦντος κνισώδους, ὁποῖός ἐστιν ὁ διὰ τοῦ ἐλαίου
13. καὶ ἰτρίου σκευαζόμενος· ἕτερον δὲ, ταγηνιστῶν ὠῶν, ὁμολογοῦντα
14. καὶ τοῦτον αὐτῶν ἐκείνων ἐρυγγάνειν· ἄλλον δὲ
15. ῥαφανίδων πολλῶν, ὡς ἄν τι δυσῶδες καὶ σαπρὸν ἐρυγγάνειν.
16. ὅτι μὲν οὖν οὐ καλῶς ἐπέφθη τὰ σιτία τούτοις, ὁμολογήσουσι
17. πάντες· αὐτή γε μὴν ἡ γαστὴρ οὐδὲν ἐπ’ αὐτῷ πέπονθεν,
1. οὐδὲ κατὰ τὸν ἑαυτῆς λόγον ἐσφάλη περὶ τὴν ἐνέργειαν,
2. ὥσπερ οὐδ’ ὅταν ὁλόκληρα τὰ γίγαρτα διαχωρήσῃ τις. εἰ μὲν
3. γὰρ ἐπεφύκει κατὰ τὴν τῶν ἀνθρώπων γαστέρα μεταβάλλειν
4. τὰ γίγαρτα, τότ’ ἂν ᾐτιώμεθα τὸ σῶμα τῆς κοιλίας αὐτὸ,
5. καὶ μοχθηρῶς ἔχειν ἐνομίζομεν· ἐπεὶ δ’ οὐ πέφυκεν, ἀλλ’ ἔστι
6. τῆς τῶν γιγάρτων οὐσίας σύμπτωμα τὸ μὴ πέττεσθαι, ταῦτα
7. μὲν εἰκότως λεχθήσεται μὴ πεπέφθαι, τὸ δὲ τῆς γαστρὸς
8. σῶμα κατὰ φύσιν ἔχειν, ὅπερ ἐστιν χρήσιμον ἐγνῶσθαί τε
9. καὶ διωρίσθαι τοῖς ἰατροῖς· εἴτε δὲ βεβλάφθαι χρὴ φάναι
10. τὴν ἐνέργειαν αὐτῆς ἐν ταῖς τοιαύταις διαχωρήσεσιν, εἴτε μὴ,
11. περιττῶς ζητεῖται πρός γε τὰ τῆς ἰατρικῆς τέχνης ἔργα. φέρε
12. δὴ πάλιν νῦν ἐρυγγάνειν μέν τινα κνισῶδες, ἐδηδοκέναι δὲ μηδὲν
13. κνισῶδες, ἐπὶ τούτου θερμασίαν τινὰ πυρώδη κατὰ τὴν
14. γαστέρα φήσομεν ὑπάρχειν, εἶθ’ ἐξῆς διοριούμεθα, πότερον
15. ὑπὸ δυσκρασίας τοῦ σώματος τῆς κοιλίας αὐτοῦ τοῦτο γέγονεν,
16. ξανθῆς χολῆς ἐν αὐτῇ περιεχομένης, ἤτοι κατὰ τὴν ἐντὸς
17. εὐρυχωρίαν, ἢ οἷον ἀναπεπομένης δυσεκνίπτως εἰς τοὺς χιτῶνας
18. αὐτῆς. οὐ μὴν οὐδ’ ἐνταῦθα, ζητήσομεν δ’ ἐφεξῆς, εἴθ’.
1. ἥπατος κακοπραγοῦντος ὁ τοιοῦτος ἀθροίζεται χυμὸς, εἴτ’
2. ἐξ ὅλου καταῤῥέει τοῦ σώματος, εἴτε καὶ κατ’ αὐτὴν γαστέρα.
3. ταῦτα μὲν γὰρ ἀναγκαιότατα μέν ἐστιν ἐγνῶσθαι, δεῖται δ’
4. ἀνδρὸς γεγυμνασμένου τὸν λογισμὸν ἐν ἐπιστήμῃ τῶν πραγμάτων
5. αὐτῶν, οὐ τῶν δηλούντων ὀνομάτων αὐτά. οὐ γὰρ
6. ὥσπερ ἡ τῆς διαφθορᾶς ἰδέα τὴν ποιήσασαν αἰτίαν ἐνδείκνυται
7. σαφῶς, οὕτω καὶ περὶ τῆς κατ’ αὐτὴν γενέσεως ἔστιν εὑρεῖν
8. ὡρισμένην ἔνδειξιν. εἰ μὲν οὖν κνισοῦται τὰ σιτία κατὰ τὴν
9. γαστέρα, μὴ διὰ τὴν ἑαυτῶν φύσιν, ἀναγκαῖόν ἐστι τὴν ταῦτ’
10. ἐργαζομένην αἰτίαν εἶναι θερμήν· εἰ δ’ ὀξύνεται, ψυχράν·
11. οὐ μὴν ἤδη γέ πω δῆλον, εἴτε δυσκρασία τίς ἐστι κατὰ τὸ
12. σῶμα τῆς κοιλίας, εἴτε χυμός τις μοχθηρός· ἀλλὰ διορίσασθαι
13. χρὴ δόντα σιτία τῆς ἐναντιωτάτης φύσεως τῷ τρόπῳ τῆς διαφθορᾶς,
14. ἄρτον μὲν εἰ τύχοι καὶ χόνδρον ἐφ’ ὧν κνισοῦται,
15. μέλι δ’ ἐφ’ ὧν ὀξύνεται· κᾄπειτ’ ἐπισκοπεῖσθαι τά τ’ ἐμούμενα
16. καὶ τὰ διαχωρούμενα, πότερον ἅμα χυμῷ τινι, τὰ μὲν
17. χολώδει καὶ θερμῷ, τὰ δὲ φλεγματώδει καὶ ψυχρῷ λαμβάνει
1. τὴν κένωσιν, ἢ χωρὶς χυμοῦ τινος βραχεῖάν τινα μεταβολὴν
2. ἐσχηκότα. τῆς κοιλίας μὲν γὰρ αὐτῆς δυσκράτου γεγενημένης
3. κατὰ θερμότητα πυρώδη χωρὶς χυμοῦ, τὸν ἄρτον καὶ τὸν
4. χόνδρον ὄψει διαχωρούμενα βραχυτάτης εἰς αὐτὰ μεταβολῆς
5. γεγενημένης· εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ φθείρων τὴν
6. τροφὴν, αὐτά τε τὰ σιτία δεδευμένα φαίνεται τῷ τοιούτῳ
7. χυμῷ καὶ σαφέστερον ἠλλοιωμένα κατὰ τὴν ἐνέργειαν αὐτοῦ.
8. πολὺ δὲ δὴ μᾶλλον ἐμέτοις διορίζεται ταῦτα, ῥᾳδίως πεφυκότος
9. ἐμεῖν τοῦ κάμνοντος, ὡς τόν γε μὴ δυνάμενον ἀναγκάζειν
10. ἐμεῖν οὐκ ἐπιτήδειον. ἀλλὰ ταῦτα μὲν, ὅταν ἐμπλέῃ
11. τῷ κύτει τῆς κοιλίας ὁ λυπῶν χυμός· ἀναπεπομένου δ’ εἰς
12. τοὺς χιτῶνας αὐτῆς, ναυτίαι μὲν πάντως ἕπονται, δίψος
13. δὲ πλέον ἐπὶ τοῖς θερμοτέροις, ὥσπερ ὄρεξις ἡ πρὸς τὰ σιτία
14. τοῖς ψυχροτέροις ἀκολουθεῖν πέφυκεν. ἐπισκοπεῖσθαι δὲ χρὴ
15. καὶ εἰ ἀπαθές ἐστι τὸ ἧπαρ, ἢ πέπονθέ τι· καὶ τὸ πάθος
16. ὁποῖον αὐτοῦ, πότερα θερμόν ἐστιν, ἢ ψυχρόν· ὡσαύτως
17. δὲ καὶ περὶ τοῦ σπληνός. ἐκ γὰρ τῆς τῶν τοιούτων ἁπάντων
1. ἐπισκέψεως, ἅμα τῇ τῶν ἐσθιομένων ἢ πινομένων ὁσημέραι
2. πείρᾳ, δυνήσεταί τις ἀκριβῶς εὑρεῖν οὐ μόνον τὸν πεπονθότα
3. τόπον, ἀλλὰ καὶ τὴν διάθεσιν αὐτοῦ. χρησιμωτέρα
4. γὰρ ἡ ταύτης γνῶσίς ἐστιν, παρ’ ὅσον ἡ τῆς θεραπείας
5. ἰδέα κατ’ αὐτὴν τυποῦται. τὴν γοῦν θερμὴν διάθεσιν ἀεὶ
6. μὲν ψυκτέον, ἐν ὁποίῳ ποτ’ ἂν εἴη χωρίῳ· τὸ δ’ ἄχρι πόσου
7. ψυκτέον, ἢ ὅντινα τρόπον, ἢ διὰ τίνος ὕλης, ὁ πεπονθὼς
8. συνενδείκνυται τόπος. εἰ μὲν οὖν αὐτὸ δὴ τοῦτο μόνον εἴη,
9. δυσκρασία τις ἐν τῷ σώματι τῆς γαστρὸς αὐτῷ, ψύχων μὲν
10. τὴν θερμὴν, θερμαίνων δὲ τὴν ψυχρὰν, ὠφελήσεις αὐτίκα τὸν
11. ἄνθρωπον· ἔσται δέ σοι καὶ τῆς ὑπολήψεως ἣν ἔσχες οὐ ψιλὴ
12. δόξα μόνον, ἀλλ’ ἐπιστήμη σαφὴς, καὶ μᾶλλον, ἐὰν ἑκατέρωθεν
13. αὐτὴν βασανίσῃς, ἐπὶ μὲν τοῖς ψύχουσι φαρμάκοις τε καὶ
14. διαιτήμασιν ὠφελούμενον ὁρῶν τὸν ἄνθρωπον, ἐπὶ δὲ τοῖς
15. θερμαίνουσιν βλαπτόμενον· ἢ τοὐναντίον ἐπὶ μὲν τοῖς θερμαίνουσιν
16. ὠφελούμενον, ἐπὶ δὲ τοῖς ψύχουσι βλαπτόμενον. ἐὰν
17. δὲ χυμός τις ᾖ περιεχόμενος ἐν αὐτοῖς τοῖς χιτῶσι τῆς κοιλίας,
18. αἱ μὲν ναυτίαι χωρὶς ἐμέτου γενήσονται κεναὶ, σπαράττουσαι
1. μόνον, οὐ μὴν ἐκκενοῦσαί γέ τινα χυμὸν, ὡς ἐφ’ ὧν ἐν αὐτῷ
2. περιείχετο κύτει τῆς γαστρὸς κατὰ τὴν ἔνδον αὐτῆς εὐρυχωρίαν·
3. αἱ δ’ ἐρυγαὶ τοῖς μὲν ὀξώδεις ἔσονται, τοῖς δὲ κνισώδεις·
4. ὠφελήσει δὲ τοὺς μὲν τὸ διὰ τριῶν πεπέρεων φάρμακον,
5. ἤ τι τοιοῦτον, δι’ ὕδατος, ἢ οἴνου ποθέν· τοὺς δ’
6. ἑτέρους ἀψίνθιόν τε καὶ ἡ διὰ τῆς ἀλόης ἱερὰ, καλοῦσι δ’
7. αὐτὴν ἔνιοι καὶ πικράν. ἐὰν οὖν εὐθέως ἅμα τῇ πρώτῃ πείρᾳ
8. φαίνηται πρὸς τῶν οἰκείων φαρμάκων ἡ ὠφέλεια σαφὴς ἑκατέρων
9. τῶν χυμῶν γεγενημένη, τήν τε διάγνωσιν ἐπιστημονικὴν
10. ἕξεις ἤδη τήν τε θεραπείας ὑφήγησιν, ὡς ἐπιμένοντα τοῖς
11. αὐτοῖς ἐκθεραπεῦσαι τὸν ἄνθρωπον· ἐὰν δὲ ἐπὶ τοῖς ὠφελεῖν
12. εἰθισμένοις φαρμάκοις ἑκατέραν τὴν διάθεσιν ἀκολουθήσῃ
13. ποτὲ βλάβη, περὶ τὴν διάγνωσιν εὑρήσεις ἐσφαλμένον σαυτόν.
14. ἡ γάρ τοι βεβαιοτάτη γνῶσις ἁπασῶν τῶν τοιούτων
15. διαθέσεων γίνεται τοῖς ἀκριβῶς ἐπισταμένοις ὑφ’ οἵων ἰαμάτων
16. ἑκάστη καθίσταται. ἐγὼ γοῦν ἐνίους τῶν ὀνομαζομένων
17. κωλικῶν ἰασάμην τῇ πόσει τοῦ διὰ τῆς ἀλόης φαρμάκου,
18. τεκμηράμενος μὲν ἀναπεπόσθαι δακνώδη χυμὸν εἰς τοὺς χιτῶνας
1. τοῦ πεπονθότος ἐντέρου, δούς τε τοῦ φαρμάκου, διότι
2. πάντως ἠπιστάμην ὑπ’ αὐτοῦ τὴν τοιαύτην διάθεσιν ὠφεληθησομένην·
3. ὡς δ’ ὠφελήθη, γνοὺς ὅτι καλῶς ἐστοχασάμην,
4. πλέον ἐδίδουν αὐτῆς. ἀλλ’ ἐκ τίνος γε τὴν ἐλπίδα ταύτην
5. ἔσχον, ἄμεινον εἰπεῖν. ἑώρων τὸν ἄνθρωπον ἐπὶ μὲν
6. τοῖς θερμοῖς ἐδέσμασί τε καὶ φαρμάκοις καὶ ὅλως διαιτήμασι
7. παροξυνόμενον, ἐπὶ δὲ τοῖς εὐχύμοις τε καὶ κατακεραστικοῖς
8. ὀνομαζομένοις ὠφελούμενον· ἑώρων δὲ καὶ πρὸς τῆς ἀσιτίας
9. αὐτὸν βλαπτόμενον. ὡς δὲ καὶ πυνθανομένῳ μοι καὶ περὶ
10. τῆς κατὰ τὴν ὀδύνην ἰδέας ἔφη δακνώδη τινὰ ὑπάρχειν αὐτὴν,
11. ἔτι δὲ καὶ μᾶλλον εἰς ἐλπίδα τῆς ἀληθοῦς διαγνώσεως
12. ἀφικόμενος ἐτόλμησα δοῦναι τοῦ πικροῦ φαρμάκου· θεασάμενός
13. τε προφανῶς ὠφεληθέντα τὸν ἄνθρωπον ἐπείσθην
14. ἐγνωκέναι βεβαίως, ἥ τίς ἐστιν ἡ διάθεσις. ἕτερον δ’
15. ὑπὸ τῶν εὐπέπτων σιτίων παροξυνόμενον ἀνηρώτησα τὰ
16. προηγησάμενα, πυθόμενός τε ὅτι μετὰ καθαρτικοῦ φαρμάκου
17. δόσιν εἰς ταύτην ἤχθη τὴν διάθεσιν, αὖθίς τε ἐρωτήσας, ὑπὸ
18. τίνος αἰτίας ἐπὶ τὴν τοῦ φαρμάκου χρῆσιν ἧκεν, ἀκούσας τε
19. δι’ ἀλγήματα δακνώδη τε καὶ διαβρωτικὰ, πολυχρονίως ἐν
1. τοῖς κατὰ τὴν γαστέρα τόποις διαμένοντα, κεκακῶσθαι τὸ
2. ἔντερον ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου στοχασάμενος, ἐν διαθέσει
3. τε γεγονέναι ῥευματικῇ, καὶ δέχεσθαι ῥᾳδίως εἰς ἑαυτὸ
4. τὰ περιττὰ τοῦ ἥπατος, ἐπιδιαφθείρειν τε ταῦτα, τροφὴν
5. ἔδωκα δύσφθαρτόν τε καὶ στύφουσαν· ἐφ’ ᾗ τῶν τε δήξεων
6. ἐπαύσατο καὶ διεχώρησεν οὐκ ἔτι οὐδὲν, ἔμπροσθεν ἀεὶ μετὰ
7. τὰς δήξεις ἐκκρίνων διεφθαρμένα τε ἅμα καὶ ὑγρὰ καὶ δυσώδη.
8. προπεπυσμένος δ’ ὅτι χρόνῳ πλείονι μετὰ τὴν δῆξιν ἡ διέξοδος
9. αὐτῶν ἐγένετο, τῶν μετεώρων ἐντέρων ἐστοχασάμην εἶναι τὴν
10. διάθεσιν, ὡς ἐφ’ ἑτέρου τε ταχείας ἐπὶ τῇ δήξει τῆς ἐκκρίσεως
11. γινομένης, ἐτεκμηράμην εἶναι τῶν κάτω τὴν διάθεσιν. ἐκεῖνον
12. μὲν οὖν ἐνέσει φαρμάκου, τοῦτον δὲ τοῖς εἰρημένοις ἐδέσμασιν
13. ἰασάμην, ἐπιστάμενός τε τοῦτο βεβαίως, ὅτι τὰ μὲν
14. ἐγγὺς τῇ γαστρὶ τοῖς ἄνωθεν ἐσθιομένοις τε καὶ πινομένοις
15. ἑτοιμότερον ὠφελεῖται, τὰ δ’ οὐ πόῤῥω τῆς ἕδρας τοῖς κάτωθεν.
16. οὐχ ἁπλῶς οὖν προσήκει σκοπεῖσθαι τοῦτο μόνον,
17. εἰ ἡ γαστὴρ πέπονθεν, ἤ τι τῶν ἐντέρων, ἀλλὰ καὶ τί τὸ
1. πάθος ἐστὶ, καὶ διορίσασθαί γε, τίνα μὲν ἴδια τῶν παθῶν
2. ἐστι σημεῖα, τίνα δὲ τῶν πασχόντων μορίω· οἷον ὅτι τὸ μὲν
3. ἀπεπτεῖν γαστρός ἐστι σύμπτωμα, τὸ δ’ ἐπὶ τὸ κνισῶδες ἢ
4. ὀξῶδες ἐκτρέπεσθαι τὰ ἐδηδεσμένα τῶν κατ’ αὐτὴν αἰτίων τε
5. καὶ παθημάτων. οὕτω δὲ κᾀπὶ τῶν κατὰ τὸ ἔντερον ὅ τε
6. χρόνος τῆς διεξόδου καὶ τῶν ἐκκρινομένων ἡ ἰδέα καὶ τῶν
7. συμπτωμάτων ἡ διαφορὰ μετὰ τῶν προηγησαμένων καὶ τῶν
8. νῦν εἰς πεῖραν ἀγομένων ἐνδείξεται συναμφότερον ἅμα, τό
9. τε πάθος αὐτὸ καὶ τὸ μόριον ἐν ᾧ συνέστη. φέρε γὰρ ἐκκρίνειν
10. τινὰ κατὰ γαστέρα ποτὲ μὲν ἐφελκίδας, ἢ οἷον ὑμενώδη
11. ξύσματα, ἢ οἷον αἱματῶδές τι, ποτὲ δ’ ἅμα ταῦτα
12. πάντα· τὸ μὲν ἡλκῶσθαι τὸ ἔντερον οὐκ ἂν ἀμφισβητήσειέ
13. τις, εἴτε δὲ ἐν τοῖς λεπτοῖς ἐντέροις ἐστὶν, ἢ ἐν τοῖς παχέσιν
14. ἡ ἕλκωσις, οὐδέπω δῆλον, ἀλλ’ ἔκ τε τῆς τῶν ξυσμάτων
15. ἰδέας, ὡς ἔμπροσθεν εἴρηται, κᾀκ τοῦ χρόνου τῆς διεξόδου
16. καὶ τρίτου τοῦ μεμίχθαι τῇ κόπρῳ τὸ μὲν μᾶλλον αὐτῶν, τὸ
17. δὲ ἧττον ἢ καὶ μηδόλως μεμίχθαι, διορισθήσεται. αἱ μὲν
18. γὰρ ἐν τοῖς κατωτάτω μέρεσιν ἑλκώσεις οὐδ’ ὅλως ἔχουσιν
1. ἀναμεμιγμένα τοῖς διαχωρήμασι τὰ τῶν ἑλκῶν γνωρίσματα·
2. ταῖς δ’ ὀλίγον ἀνωτέρω μέμικται μὲν, ἀλλ’ ἐπὶ βραχύ· καθάπερ
3. γε τῶν ἐπὶ πλέον ἀνωτέρω καὶ ἡ μίξις ἐπὶ πλέον·
4. ἔτι δὲ δὴ μᾶλλον ἐπὶ τῶν ὑψηλοτάτων ἐντέρων ἀναμέμικται
5. τῇ κόπρῳ τὰ τῆς ἑλκώσεως ἴδια.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 1.4, ed. Kühn, 1824, vol. 8, p. 35-44. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩