Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 1.5, ed. Kühn, 1824, vol. 8, p. 44-48. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:1.5

6. Πολλάκις δ’ ἅμα τόπου τε καὶ διαθέσεως
7. ἐξ ἑνὸς γνωρίσματός ἐστιν ἡ ἔνδειξις, ἤ τόπου τε ἅμα καὶ
8. αἰτίου· οἷον ἐπὶ μὲν τῶν τόπων ἀπό τε τῆς βεβλαμμένης
9. ἐνεργείας καὶ τῶν ἐκκρινομένων καὶ τῆς θέσεως καὶ
10. τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων
11. ἡ ἔνδειξις, ἐπὶ δὲ τῶν παθῶν ἀπό τε τῆς τῶν ἐκκρινομένων
12. ἰδέας καὶ τῆς τοῦ τόπου φύσεως καὶ τῆς κατὰ τὴν
13. ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων. ἀπὸ μὲν
14. οὖν τῆς βεβλαμμένης ἐνεργείας ἔνδειξις τοῦ πεπονθότος μορίου
15. γίνεται κατὰ τόνδε τὸν τρόπον. εἴ τινι σύμπτωμά τι τῆς
16. κατὰ τὸ βλέπειν ἐνεργείας ἐστὶν, ὀφθαλμὸς ἐξ ἀνάγκης ἐκείνῳ
17. πάσχει· πότερον δὲ κατ’ ἰδιοπάθειαν, ἢ κατὰ συμπάθειαν,
18. ἢ κατὰ ἄμφω, δεύτερον ἂν εἴη σκέμμα. τῇ δὲ τῶν ἐκκρινομένων
19. ἰδέᾳ διαγινώσκεται τὸ πεπονθὸς μόριον, ὡς ἔμπροσθεν
1. εἴρηται, διά τε τῶν τῆς οὐσίας αὐτοῦ μερῶν καὶ τῶν περιεχομένων
2. ἐν αὐτῷ. καὶ μὴν καὶ ἡ θέσις ἱκανὴ συνενδείξασθαι
3. τὸ πεπονθὸς μέρος. ὄγκος γοῦν σκληρὸς ἐν περιγραφῇ κατὰ
4. τὸ δεξιὸν ὑποχόνδριον οὐ σπληνὸς, ἀλλ’ ἥπατος γνώρισμά
5. ἐστι πάσχοντος· ὥσπέρ γε κατὰ τὸ ἀριστερὸν οὐχ ἥπατος,
6. ἀλλὰ σπληνός. ὁμοίων τε τῶν ἐκκρινομένων ὄντων ἡ θέσις
7. ἐνίοτε συνενδείκνυται τὸ πάσχον. εἰ γοῦν ὑμενώδους χιτῶνος
8. ἐκκριθείη μόριον, ὅτι μὲν ἕλκωσίς ἐστί που, δηλώσει· τὸ
9. δ’ ὁποίου τοῦ μορίου, παρὰ τῆς θέσεως διδαχθήσῃ. τὸ μὲν
10. γὰρ ἐμούμενον ἤτοι γαστρὸς, ἢ τοῦ στομάχου τὸ πάθος
11. εἶναι σημαίνει· τὸ δ’ ἀναβησσόμενον ἤτοι τοῦ λάρυγγος, ἢ
12. τῆς τραχείας ἀρτηρίας· τὸ δὲ πτυόμενον μετὰ τὸ χρέμψασθαι
13. τῆς φάρυγγος· εἰ δ’ οὐρηθείη, τῆς οὐρήθρας αὐτῆς· εἰ δὲ
14. διὰ ἕδρας ἐκκριθείη, τῶν ἐντέρων τινός· εἰ δὲ δι’ αἰδοίου γυναικείου,
15. τῶν κατὰ τὴν μήτραν. ὅτι δὲ καὶ τῶν ὀδυνῶν
16. ἑκάστη κατὰ τὴν θέσιν ἐνδείκνυται τὸ πεπονθὸς μόριον, εὔδηλον·
17. οὕτως γέ τοι καὶ τὰ προειρημένα διορίζεται· σημείων
18. γὰρ φανέντων ἕλκους ἐν ἐμέτῳ, σκεπτέον ἐστὶ πότερον ἐν 
1. τοῖς πρόσω μέρεσιν κατὰ τὸ ὑποχόνδριον, ἢ κατὰ τὸ μετάφρενον
2. ὄπισθεν ὀδύνη τίς ἐστιν. διορισθήσεται δὲ τῆς μὲν
3. ἔμπροσθεν ὀδύνης κατὰ τὴν γαστέρα, τῆς δ’ ὀπίσω κατὰ
4. τὸν στόμαχον γινομένης. ἀλλὰ καὶ αὐτῆς τῆς γαστρὸς τὸ
5. στόμα τοῦ κύτους ὡσαύτως διορισθήσεται, εἰ τῶν καταπινομένων
6. δριμέων τὸ μὲν τῷ στόματι τῆς γαστρὸς ἐργάζοιτο
7. τὴν δῆξιν ἢ κατωτέρω, τὸ δ’ ἐν τῇ κατὰ τὸν θώρακα διόδῳ·
8. τὰ γὰρ τοιαῦτα πάντα τῇ θέσει διορίζεται, καθάπερ ἄλλα τῇ
9. τῆς ὀδύνης ἰδέᾳ. λεχθήσεται δ’ ἐπὶ πλέον ὑπὲρ ἀλγημάτων
10. ἐν τῷ δευτέρῳ γράμματι, νυνὶ δὲ ἤδη καιρὸς εἰπεῖν τι παράδειγμα
11. τῆς ἀπὸ τῶν οἰκείων συμπτωμάτων ἐνδείξεως τόπου
12. πεπονθότος. ἔμπροσθεν μὲν οὖν ἑκάστου τῶν ἐπιφυομένων
13. τοῖς ἕλκεσιν ἰδίαν ἔνδειξιν ἐλέγομεν εἶναι, νυνὶ δὲ καὶ τὰ
14. τοιαῦτα προσκείσθω. ἀσώδεις μὲν ἐπὶ στόματι γαστρὸς πάσχοντι
15. γίνονται· πλύματι δὲ κρεῶν ὅμοια κενοῦνται κάτω δι’
16. ἀτονίαν ἥπατος· ἐρυθρὰ δὲ τὰ μῆλα γίνονται τοῖς περιπνευμονικοῖς.
17. ἀλλὰ καὶ τῶν παθῶν αὐτῶν ἐν μὲν τοῖς ἐκκρινομένοις
18. ἴδια σημεῖα, τοῦ μὲν ἕλκους ἐφελκίς· αἱ δὲ ψαμμώδεις
1. ὑποστάσεις λιθιάσεως· αἱ δὲ τοῖς τῆς κολοκύνθης σπέρμασιν
2. ἐκκρίσεις ὅμοιαι πλατείας ἕλμινθος. ἀπὸ δὲ τῶν τόπων
3. αὐτῶν ἔνδειξις τοῦ νοσήματος γίνεται διὰ τὸ τινὰς
4. μὲν μόνους πάσχειν ἐκεῖνο τὸ νόσημα, τινὰς δὲ μόνους
5. μὴ πάσχειν. ὑποχέονται μὲν γὰρ οἱ ὀφθαλμοὶ μόνοι, λιθιῶσι
6. δὲ νεφροὶ καὶ κύστις, ὡς δ’ ἔνιοί φασι, καὶ κῶλον· ἕλμινθες
7. δ’ ἐν ἐντέροις γεννῶνται· τὴν καρδίαν δ’ αὖ πάλιν ἀδύνατον
8. ἀπόστημα παθεῖν, ὥσπερ ὀδυνηθῆναι πνεύμονί τε καὶ συνδέσμοις.
9. ἀπὸ δὲ τῆς τῶν συμπτωμάτων ἰδιότητος ἔνδειξις
10. γίνεται τοῦ πάθους ἐν τοῖσδε. γρυποῦνται μὲν οἱ ὄνυχες ἐπὶ
11. ταῖς φθινώδεσι νόσοις· ἄλογον δὲ ῥῖγος ἅμα πυρετῷ
12. σημεῖόν ἐστι φλεγμονῆς μεταβαλλούσης εἰς ἐμπύημα· μελαινομένη
13. δὲ γλῶσσα καυσώδους πυρετοῦ σημεῖον, ὥσπέρ γε καὶ
14. ἡ τοῦ χρώματος ἰδιότης ἐν ὅλῳ τῷ σώματι δι’ ἧπαρ μὲν
15. ἑτέρα, διὰ σπλῆνα δ’ ἄλλη, μὴ δυναμένη λαθεῖν τὸν ἐπιστήμονα,
16. καθάπερ οὐδ’ ἡ δι’ αἱμοῤῥοΐδας. ἔστι δ’ ὀλίγα πάνυ
17. τῶν παθῶν αὐτῶν ἴδια σημεῖα, χωρὶς τοῦ συνενδείκνυσθαι
18. τὸν πεπονθότα τόπον. αἱ μὲν γὰρ τῆς ἐνεργείας βλάβαι
1. μόνον δηλοῦσι τὸ πεπονθὸς μόριον, αἱ δ’ ἐν αὐταῖς διαφοραὶ
2. τὸ πάθος αὐτοῦ. μόνα τοίνυν ἐκεῖνα τῶν παθῶν ἐστιν
3. ἴδια σημεῖα, τὰ κατά τι συμβεβηκὸς αὐτοῖς ἑπόμενα. (ὅτι μηδενὸς
4. πάθους ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου,
5. συμβαίνει βλάπτεσθαι τὴν φωνὴν ἀπορίᾳ τῆς ὕλης
6. ἐξ ἧς ἐγίνετο) φανεῖται δέ σοι τοῦτο σαφέστερον ἐν ὅλῃ τοῦ
7. λόγου τῇ διεξόδῳ· φανεῖται δὲ καὶ τὰ κοινὰ πάθους τε ἅμα
8. καὶ τόπου πάσχοντος, ἢ δυοῖν παθοῖν, ἢ μορίοιν δυοῖν.

Cliquer un n° de page pour en afficher l’image