Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 1.6, ed. Kühn, 1824, vol. 8, p. 48-66. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:1.6

9. Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἰδιοπαθούντων
10. τε καὶ συμπαθούντων λόγον ἔγνωκα προσθεὶς, ἐπ’
11. αὐτοῦ καταπαῦσαι τὸ βιβλίον, ἀναμνήσας πρότερον, ὡς τὴν
12. ὑπὸ τῶν ἄλλων ἰατρῶν ὀνομαζομένην πρωτοπάθειαν οἰκειότερον
13. ἔφην ἰδιοπάθειαν ὀνομάζεσθαι· διαφέρει γε μὴν οὐδὲν,
14. οὐδ’ εἰ πρωτοπάθειάν τις αὐτὴν καλεῖ· βέλτιον γὰρ οὐ περὶ
15. τῶν ὀνομάτων ἐρίζειν, ἀλλὰ τῶν πραγμάτων ἐπίστασθαι τὰς
16. διαφοράς. ὅταν μὲν γὰρ ἐκ τῆς κοιλίας, ἤτοι γε ἀτμῶν
17. μοχθηρῶν, ἢ καὶ τῶν χυμῶν αὐτῶν ἀναφερομένων ἐπὶ τὸν
1. ἐγκέφαλον, ἡ διάνοια βλάπτηται, πρώτως μὲν οὐκ ἄν τις
2. φαίη πάσχειν τὸν ἐγκέφαλον, οὐ μὴν οὐδ’ ἀπαθῆ γε παντάπασιν
3. ὑπάρχειν, ἀλλ’ ὅ τι περ ὑπ’ αὐτῶν ἐκείνων ὁμολογεῖται,
4. διὰ τοῦ συμπάσχειν ῥήματος ἀληθέστατόν ἐστιν. δηλοῦται
5. γὰρ οὐ τὸ μηδόλως πάσχειν ἐκ τῆς συμπάσχειν φωνῆς, ἀλλὰ
6. τὸ σὺν ἑτέρῳ πάσχειν. ἄμεινον δὲ καὶ σαφέστερον ἐφ’ ἑτέρῳ
7. πάσχειν ἂν εἴποι τις τὸ συμπάσχον. ὅπερ οὖν ἔνιοι τῶν
8. ἰατρῶν νενοήκασι μὲν ἀμυδρῶς, ὥσπερ ὀνειρώττοντες, οὐκ
9. εἰρήκασι δὲ σαφῶς, ὅτι μηδὲ ἐγνώκασι, τοῦτ’ ἐγώ μοι δοκῶ
10. διδάξειν ἀναγκαιότατον ὂν εἰς τὴν προκειμένην πραγματείαν,
11. ἀρξάμενος ἐντεῦθεν. ἔνιαι τῶν ἐνεργειῶν ἐξ ὕλης ἐπιτηδείου
12. γενόμεναι προπαρασκευαζομένην αὐτὴν ὑφ’ ἑτέρων μορίων
13. λαμβάνουσιν· εἰκότως οὖν ἔσθ’ ὅτε, πάθος ἴδιον οὐδὲν ἐχόντων
14. τῶν οἰκείων τῆς ἐνεργείας ὀργάνων, ἀπόλλυσθαι συμβέβηκεν
15. αὐτὴν ἀπορίᾳ τῆς ὕλης ἐξ ἧς ἐγένετο, καθάπερ ἐπὶ τῆς
16. φωνῆς ἔχει. δέδεικται γὰρ ἐν τοῖς περὶ αὐτῆς λόγοις ἡ ἐκφύσησις
17. ὕλη μὲν οὖσα τῆς φωνῆς, γινομένη δ’ ὑπὸ τῶν μεσοπλευρίων,
1. μυῶν συστελλομένου τοῦ θώρακος· ὅταν οὖν οὗτοι
2. μηκέτ’ ἐνεργῶσιν, ἄφωνον γίνεται τὸ ζῶον, οὐδενὸς πάθους
3. ἐνίοτε περὶ τὰ τῆς φωνῆς αὐτῆς ἴδια μόρια γεγενημένου.
4. ταῦτα δ’ ἐστὶ συνελόντι μὲν εἰπεῖν ὁ σύμπας λάρυγξ,
5. κατὰ μέρος δ’ ἑρμηνευόντων, οἵ τε τρεῖς αὐτοῦ χόνδροι καὶ
6. οἱ κινοῦντες αὐτοὺς μύες τρεῖς ἅμα τοῖς ἀπ’ ἐγκεφάλου νεύροις,
7. ἔτι τε πρὸς τούτοις ἡ ἔνδον τοῦ λάρυγγος ἐπιγλωττὶς,
8. ἥ πέρ ἐστι τὸ κυριώτατον ὄργανον τῆς φωνῆς· αὕτη γὰρ ὑπὸ
9. τῶν μυῶν ἀνοιγομένη τε καὶ συναγομένη μετρίως ἐργάζεται
10. τὰς φωνάς· ἀλλ’ οὐχ οἷόν τε γενέσθαι ταύτας ἄνευ τοῦ
11. σφοδρῶς ἔξω φέρεσθαι τὸ πνεῦμα· τοῦτο δ’ ὑπὸ τῶν μεσοπλευρίων
12. ἐπιτελεῖται μυῶν. καί τις ἀφ’ ὑψηλοῦ πεσὼν, ὡς
13. ἐρεῖσαι κατὰ τῆς γῆς τὴν ἀρχὴν τοῦ μεταφρένου, περὶ μὲν
14. τὴν τρίτην ἡμέραν πάνυ μικρὸν ἐφθέγγετο, τῇ δὲ τετάρτῃ
15. τελέως ἦν ἄφωνος, ἅμα τῷ παραλελύσθαι τὰ σκέλη, μηδὲν
16. τῶν χειρῶν βεβλαμμένων, οὐ μὴν οὔτ’ ἄπνους οὔτε δύσπνους
17. ἐγένετο· παραλυθέντος γὰρ ὅλου τοῦ μετὰ τὸν τράχηλον
18. νωτιαίου, συνέβη τῷ θώρακι πρός τε τοῦ διαφράγματος 
1. ἔτι τε καὶ τῶν ὑψηλῶν μυῶν κινεῖσθαι τῶν ἓξ, ἐπειδὴ τὰ
2. νεῦρα τούτοις ἐκ τοῦ κατὰ τὸν τράχηλόν ἐστι νωτιαίου· τὰ
3. δὲ τῶν μεσοπλευρίων μυῶν νεῦρα πάντ’ ἔπαθεν, ὑφ’ ὧν ἡ
4. ἐκφύσησις ἐδείχθη γινομένη. βουλομένων οὖν τῶν ἰατρῶν
5. ἐνοχλήσειν εἰκῇ, τοῖς μὲν σκέλεσι, διότι παρεῖτο, τῷ δὲ λάρυγγι
6. διὰ τὸ τῆς φωνῆς πάθημα, κωλύσας ἐγὼ, μόνου προενοησάμην
7. τοῦ πεπονθότος τόπου, καὶ γενομένου ἀφλεγμάντου
8. τοῦ νωτιαίου μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπανῆλθεν
9. ἥ τε φωνὴ καὶ ἡ τῶν σκελῶν κίνησις τῷ νεανίσκῳ. τὸ μὲν δὴ
10. τοιοῦτον εἶδος τῆς βλάβης κυριώτερον ἄν τις ὀνομάσειε συμπάθειαν,
11. ἤπερ ὅταν ἐπὶ χυμοῖς τισι κατὰ τὴν γαστέρα περιεχομένοις
12. ἄλγημα γίνηται τῇ κεφαλῇ· ἀναφέρεται γάρ τι πρὸς
13. αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, οὐ μὴν ἐπὶ τὰ σκέλη γε
14. φέρεταί τι τῶν βλαπτόντων ἐν ταῖς εἰρημέναις διαθέσεσιν,
15. ἀλλὰ τοὐναντίον ἀποστερεῖται δυνάμεως ἧς πρότερον αὐτοῖς
16. ἐχορήγει ὁ νωτιαῖος. ὁ δὲ λάρυγξ οὐκ ἀποστερεῖται μὲν εἰς
17. τὸ παντελὲς τοῦ πνεύματος ἐν ταῖς ἀφωνίαις· ἔτι γὰρ ἐκπνεῖ
18. τὸ ζῶον δι’ αὐτοῦ· στερεῖται δὲ τῆς ἐκφυσήσεως, ἥ τις ἦν
1. ἀθρόα φορὰ τοῦ πνεύματος πολλοῦ διὰ λάρυγγος ἔξω τοῦ
2. ζώου. περὶ μὲν δὴ τῶν ὀνομάτων ἑτέροις φιλονεικεῖν ἐπιτρεπτέον·
3. ἡμῖν δ’ ἀρκέσει περὶ τῶν πραγμάτων, ὧν ἐκεῖνοι
4. παντάπασιν ἀγνοοῦσι, διελθεῖν. ἄλλως μὲν ἐπὶ τοῖς ἐν γαστρὶ
5. χυμοῖς κεφαλαλγοῦσι, τῶν ἀναφερομένων δηλονότι χυμῶν
6. θερμαινόντων τε ἅμα καὶ διατεινόντων τὰ κατὰ τὴν κεφαλήν·
7. ἄλλως δὲ τὰ τῶν ὑποχεομένων πάσχουσι φαντάσματα,
8. μήτε θερμαινομένων τῶν ὀφθαλμῶν μήτε διατεινομένων,
9. ἀλλὰ μόνον ἀτμοῦ διοδεύοντος αὐτούς· ἔτι τε πρὸς τούτοις
10. ἑτέρως μὲν ὁ φραχθεὶς τὸν ἀπ’ ἐγκεφάλου καθήκοντα πόρον
11. οὐχ ὁρᾷ, καὶ τούτῳ παραπλησίως μέν πως, ἑτέρως δὲ, ὁ
12. διὰ τὴν τοῦ νωτιαίου φλεγμονὴν παρεθεὶς τὰ σκέλη· καθ’
13. ἕτερον δὲ τρόπον ὁ τὴν φωνὴν ἀπολέσας ἢ βλαβείς. εἰς
14. μὲν γὰρ τὰ σκέλη δύναμίς τις ἀφικνεῖσθαι κεκώλυται χωρὶς
15. οὐσίας, εἰς δὲ τοὺς ὀφθαλμοὺς μετ’ οὐσίας, εἰς δὲ τὸν
16. λάρυγγα τῆς ἀφικνουμένης ὕλης κεκώλυται τὸ πλῆθος· ἐπὶ
17. δὲ τοῦ διὰ τὴν μεσοπλευρίων μυῶν σύντρησιν ἀφώνου γεγονότος
18. ἀπόλωλε τελέως ἡ τῆς φωνῆς ὕλη. ὅστις δὲ ὁ τρόπος
19. τοῖς σκέλεσι τῆς παραλύσεως γίνεται κατὰ τὰς εἰρημένας
1. τοῦ νωτιαίου διαθέσεις, ὁ αὐτὸς καὶ τῷ λάρυγγι, τῶν νεύρων
2. τῶν φωνητικῶν τμηθέντων ἢ βρόχῳ διαληφθέντων. ὀνομάζειν
3. δὲ εἴωθα φωνητικὰ νεῦρα τὰ πρὸς ἡμῶν εὑρεθέντα, τῶν
4. διδασκάλων μόνα τὰ παρὰ ταῖς ἀρτηρίαις εἰδότων. ἀκολουθεῖ
5. μὲν οὖν κᾀκείνοις ὁμοίως κακωθεῖσιν ἀπώλεια φωνῆς, ὅτι
6. καὶ τὰ τοῦ λάρυγγος ἴδια νεῦρα, τὰ παλινδρομοῦντα πρὸς ἐμοῦ
7. κληθέντα, μόρια τῆς οὐσίας αὐτῶν ἐστιν· εἰς πολλὰ
8. δὲ καὶ ἄλλα μόρια νενεμημένων αὐτῶν, οὐκ ἔχει προσηγορίαν
9. οἰκειοτέραν τῆς τῶν φωνητικῶν, ἅπερ ἴδια τῶν τὴν
10. φωνὴν ῥυθμιζόντων ὀργάνων ἐστίν. ὅ γε μὴν τρόπος τῆς
11. βλάβης τοῖς μυσὶ τοῦ λάρυγγος ὁ αὐτός ἐστιν, εἴτε τὰ παλινδρομοῦντα
12. νεῦρα κακωθείη, εἴτε τὰ παρὰ ταῖς ἀρτηρίαις,
13. ἑκατέρως γὰρ ἀποροῦσι δυνάμεως ψυχικῆς, ἧς χωρὶς οὐχ οἷόν
14. τε κατὰ προαίρεσιν αὐτοῖς κινεῖσθαι. καὶ μὴν καὶ ἡ τῶν κινούντων
15. τὴν ἐπιγλωττίδα μυῶν τομὴ, τελέως μὲν ἄφωνον
16. ἐργάζεται τὸ ζῶον· ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν ἁπάντῃ τρόπον,
17. οὐ μὴν οὐδὲ πάντῃ διαφερόντως, ἢ εἰ τὰ νεῦρα βλαβείη· τὸ
18. κοινὸν γὰρ τῆς βλάβης ἀμφοῖν ἐστιν ἐν τῷ στερίσκεσθαι τὴν
1. ἐπιγλωττίδα τῆς πρὸς τὴν κινοῦσαν ἀρχὴν συνεχείας, γίνεταί
2. τε τοῦτο ἐάν τε τοὺς μῦς ἐάν τε τὰ νεῦρα τέμῃς, ἢ βρόχῳ
3. διαλάβῃς, ἢ θλάσῃς, ἢ ὁπωσοῦν ἄλλως κακώσῃς. ἐγὼ γοῦν
4. οἶδα καὶ ψυχθέντων ἐπὶ πλεῖον τῶν παλινδρομούντων νεύρων
5. ἐν χειρουργίᾳ τινὶ κατὰ τράχηλον ἐν χειμῶνι γενομένῃ κακωθεῖσαν
6. τὴν φωνὴν, ὡς ὀλίγου δεῖν ἀπολέσθαι· καὶ συνιέντες
7. γε τοῦτ’ αὐτὸ θερμαίνουσι φαρμάκοις αὐτὴν ἀνεκαλεσάμεθα,
8. τὴν κατὰ φύσιν κρᾶσιν ἀνακτησάμενοι τοῖς νεύροις. ὥσπερ
9. δ’ ἐπὶ ταῖς τοῦ θώρακος συντρήσεσιν ἀπόλλυται ἡ φωνὴ στερήσει
10. τῆς ὕλης, οὕτω κᾂν τὴν τραχεῖαν ἀρτηρίαν ὅλην διατεμῃς·
11. οὐ γὰρ ἔτι παραγίνεται τὸ πνεῦμα πρὸς τὸ τῆς φωνῆς
12. ἴδιον ὄργανον. ἑτέρῳ δὲ τρόπῳ ταὐτὸν ἐργάζεται βρόχος
13. ὅλῳ τῷ τραχήλῳ περιτεθείς· ἀλλ’ οὗτος μὲν οὐκ ἄφωνον μόνον
14. ἀποτελεῖ τὸ ζῶον, ἀλλὰ πνίγει, στερίσκων τῆς ἀναπνοῆς·
15. ἡ δ’ ἀρτηρία διαρεθεῖσα φωνὴν μὲν βλάπτει, τῆς δ’ ἀναπνοῆς
16. οὐκ ἀφαιρεῖται τὸ ζῶον· αἱ δὲ κυνάγχαι καλούμεναι,
17. φλεγμοναὶ τῶν ἔνδον τοῦ λάρυγγος οὖσαι σωμάτων, ἀνάλογον
18. ἀγχόνῃ στερίσκουσι τῆς ἀναπνοῆς, ἐμφράττουσαι τὸν
1. πόρον αὐτῆς, διὸ δὴ καὶ μάλιστα τοῦ τῆς φωνῆς ὀργάνου πάθος
2. ἴδιόν εἰσιν, ἐφεξῆς δὲ τῶν ἔξωθεν αὐτοῦ μυῶν ἡ βλάβη·
3. τῶν δ’ ἄλλων ἁπάντων ὧν διῆλθον, οὐκ ἴδιον, ἀλλὰ κατὰ
4. συμπάθειαν μᾶλλον. ἐκκόπτων γοῦν τις ἐκ τραχήλου χοιράδας
5. ἐν τῷ βάθει κειμένας, εἶτα δὲ εἰς τὸ μὴ τεμεῖν τι ἀγγεῖον
6. οὐ τῇ μήλῃ τέμνων τοὺς ὑμένας, ἀλλὰ τοῖς ὄνυξι διασπῶν,
7. ἔλαθεν ὑπ’ ἀγνοίας συνδιασπάσας τὰ παλινδρομοῦντα νεῦρα·
8. καὶ οὕτω τῶν μὲν χοιράδων ὑγιὲς ἀπέφηνε τὸ παιδάριον,
9. ἄφωνον δὲ εἰργάσατο. καί τις ἄλλος ἕτερον παῖδα χειρουργῶν
10. ὁμοίως ἡμίφωνον ἐποίησεν, ἐπὶ θατέρῳ μόνῳ νεύρῳ
11. βλαβέντι· καὶ μέν τοι καὶ θαυμαστὸν ἐδόκει πᾶσιν, ὅτι μήτε
12. τῆς τραχείας, μήτε τοῦ λάρυγγος παθόντων τι, τὴν φωνὴν
13. βλαβῆναι συνέβη· δειχθέντων δ’ αὐτοῖς ὑπ’ ἐμοῦ τῶν φωνητικῶν
14. νεύρων, ἐπαύσαντο θαυμάζοντες. ἐφ’ ὧν οὖν ἤτοι γ’
15. ὕλης ἢ δυνάμεως ἡ χορηγία διαφθείρεται, πιθανῶς ἄν τις λέγοι
16. βεβλάφθαι τὴν ἐνέργειαν, ἀβλαβοῦς φυλαττομένου τοῦ
17. ποιοῦντος αὐτὴν μορίου· τὸ δ’ ὑπὸ χυμῶν ἢ ἀτμῶν ἑτέρωθεν
18. ἡκόντων εἰς αὐτὸ βλαπτόμενον οὐκ ἂν εἰκότως ἀπαθὲς 
1. εἷναι λέγοιτο· πιθανῶς δ’ οὐδὲν ἧττον ἄν τις λέγοι κᾀπὶ
2. τῶν γε στερισκομένων ὕλης τινὸς ἢ δυνάμεως βεβλάφθαι τὸ
3. μόριον, εἴ γε ἐν τῷ παραλαμβάνειν ταῦτα τὴν κατὰ φύσιν
4. εἶχε διοίκησιν. ὥστε κᾀκ τῆς τοιαύτης εἰς ἑκάτερον ἐπιχειρήσεως
5. ἄχρηστος φαίνεται τῶν λογικῶν προβλημάτων ἡ σκέψις,
6. οὐδὲν οὔτ’ εἰς τὴν διάγνωσιν τῶν παθῶν οὔτ’ εἰς τὴν
7. ἴασιν οὔτ’ εἰς τὴν τῶν ἀποβησομένων πρόγνωσιν ὠφελοῦσα.
8. θέασαι γοῦν, ὅπως ἐγὼ μηδ’ ἁψάμενος αὐτῆς διηγήσομαι
9. θεραπείαν ἐκ τῆς τοῦ πεπονθότος τόπου γνώσεως εὑρεθεῖσαν.
10. ἔχων τις ἐπικείμενον φάρμακον τοῖς τρισὶ δακτύλοις τῆς χειρὸς,
11. ἔφασκε τριάκονθ’ ἡμερῶν ἤδη τὴν αἴσθησιν αὐτῶν ἀπολωλέναι,
12. τῆς κινήσεως ἀβλαβοῦς φυλαττομένης, ὀνίνασθαί τε μηδὲν
13. ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων. ὅπερ οὖν εἴωθα ποιεῖν
14. ἐπὶ τῶν τοιούτων, οὐδὲ τότε παρέλιπον, ἀλλ’ ἠρώτησα καλέσας
15. τὸν προνοούμενον αὐτοῦ τῶν δακτύλων ἰατρὸν, ὁποίοις
16. τισὶ χρησάμενος εἴη φαρμάκοις· ὡς δὲ τοῖς προσήκουσιν εὗρον,
17. ἐζήτουν τὴν αἰτίαν τοῦ μηδὲν ὠφελεῖσθαι τὸν ἄνθρωπον,
1. ἠρώτων τε τὰ προηγησάμενα συμπτώματα. τοῦ δὲ μήτε
2. φλεγμονήν τινα μήτε ψύξιν μήτε πληγὴν αὐτῷ προηγήσασθαι
3. φάντος, ἀλλ’ ἐκ τοῦ κατὰ βραχὺ τὴν αἴσθησιν ἀπολέσθαι,
4. θαυμάζων πάλιν ἠρόμην, εἰ μὴ τῶν ἀνωτέρω τι μορίων
5. ἐπλήγη. τοῦ δὲ κατὰ μὲν τὴν χεῖρα μηδὲν εἰπόντος, ἐν
6. ἀρχῇ δὲ τοῦ μεταφρένου πληγῆναι φάσκοντος, αὖθις ἠρόμην
7. ὅπως τε καὶ ὁπότ’ ἐπλήγη. καὶ μέντοι καὶ ἀποκριναμένου,
8. κατὰ τὴν εἰς Ῥώμην ὁδὸν ἡνίκ’ ἐξέπεσε τοῦ ὀχήματος εἶναι τὸν
9. χρόνον οὐ πολὺ πρότερον ἢ τοὺς δακτύλους ἄρξασθαι πάσχειν,
10. ἐτεκμηράμην ἐν τῇ πρώτῃ τοῦ μετὰ τὸν ἕβδομον σπόνδυλον
11. νεύρου διεκπτώσει μόριόν τι ἐπὶ τῇ πληγῇ φλεγμῆναν
12. σκιῤῥώδη διάθεσιν ἐσχηκέναι. τοῦτο δ’ ἐνόησα, μεμαθηκὼς
13. διὰ τῆς ἀνατομῆς, ὅτι τὰ νεῦρα κατὰ περιγραφὴν μὲν ἰδίαν,
14. ὡς αἱ φλέβες, ἐκφυόμενα φαίνονται, καὶ δόξαις ἂν ἓν ἀκριβῶς
15. ἕκαστον αὐτῶν ὑπάρχειν, ὥσπερ καὶ τὴν φλέβα· τὰ δ’
16. ἐστὶν εὐθέως ἀπὸ τῆς ἀρχῆς πολλὰ, σφιγγόμενα ἅπαντα καὶ
17. συνεχόμενα κοινοῖς περικλήμασιν ἀπὸ τῶν μηνίγγων ἐκπεφυκόσιν.
18. καὶ τοίνυν τοῦ τελευταίου τῶν ἐκ τοῦ τραχήλου
1. νεύρων ἡ ταπεινὴ μοῖρα πρὸς τοὺς μικροὺς ἀφικνεῖται δακτύλους,
2. εἰς τὸ περιέχον αὐτοὺς διασπειρομένη δέρμα, καὶ
3. προσέτι τοῦ μέσου δακτύλου τὸ ἥμισυ μέρος· ὅπερ δὴ καὶ
4. θαυμασιώτατον ἐδόκει τοῖς ἰατροῖς, ὅτι τὸ ἥμισυ μόνον ἐφαίνετο
5. πεπονθός· ἐμὲ δ’ αὐτὸ τοῦτο προσήγαγε μᾶλλον, ὡς
6. ἐκεῖνο μόνον εἴη τοῦ νεύρου τὸ μέρος πεπονθὸς, ὃ κατὰ τὸν
7. πῆχυν ἀποφυόμενον αὐτοῦ τελευτᾷ πρὸς τοὺς εἰρημένους δακτύλους·
8. ἀποῤῥῖψαί τε κελεύσας τὸ φάρμακον, ὃ κατ’ αὐτῶν
9. ἐπέκειτο, κατ’ ἐκεῖνο μάλιστα τῆς ῥάχεως ἐπέθηκα τὸ μέρος,
10. ὃ τὴν ἀρχὴν εἶχε τοῦ πάσχοντος μορίου. καὶ οὕτως συνέβη,
11. καθάπερ ἐδόκει τοῖς ὁρῶσι, θαυμάσιόν τε καὶ παράδοξον, οἱ
12. τῆς χειρὸς δάκτυλοι διὰ τῶν ἐπιτιθεμένων τῇ ῥάχει φαρμάκων
13. θεραπευόμενοι. κᾀπειδὴ τελέως ἀπηλλάγη τοῦ πάθους, ζήτησις
14. ἐγένετο τοῖς ἰατροῖς, ἥτις ποτ’ ἦν ἡ διάθεσις τῶν νεύρων,
15. ἐν ᾗ τὴν μὲν κίνησιν αὐτῶν σώζεσθαι συμβαίνει, τὴν δ’
16. αἴσθησιν ἀπόλλυσθαι. κᾀγὼ τὸ λελεγμένον ἤδη τισὶ τῶν ἔμπροσθεν
17. ἰατρῶν εἶπον, ὡς ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ
18. δὲ κίνησις ἐν τῷ ποιεῖν τι γίνοιτο· καὶ διὰ τοῦτο ῥώμης μὲν
1. δεῖ τῷ κινήσοντι, τῷ δ’ αἰσθησομένῳ καὶ ἡ βραχυτάτη δύναμις
2. ἀρκεῖ. δόξαντος δ’ αὐτοῖς ὀρθῶς εἰρῆσθαι τοῦ λόγου,
3. τί οὖν, εἶπον, οὐ καὶ τοὐναντίον ἐθεάσασθέ ποτε, τῆς αἰσθήσεως
4. σωζομένης ἐκλελοιπυῖαν τὴν κίνησιν; οἱ μὲν οὖν ἄλλοι
5. σχεδὸν πάντες οὐδέποθ’ ἑωρακέναι τοῦτ’ ἔφασαν,
6. εἷς δέ τις ὡμολόγει, καὶ τοὔνομά γε τοῦ παθόντος ἔλεγε, καὶ
7. μάρτυρας ἐπηγγέλλετο παρέξειν. δόξαντος δὲ τούτου μάχεσθαι
8. τοῖς εἰρημένοις ἐπὶ τῶν κινουμένων μὲν μορίων,
9. οὐ μὴν αἰσθανομένων· ὅσον μὲν γὰρ ἐπ’ ἐκείνῳ τῷ λόγῳ,
10. παντάπασιν ἀδύνατόν ἐστιν ἀπωλωλυίας αἰσθήσεως ἔτι κινεῖσθαι
11. κατὰ προαίρεσιν· αὖθις ἐδέοντό μου τὴν αἰτίαν
12. ἀκοῦσαι τῶν φαινομένων ἀμφοτέρων. ἔστι δὲ σαφὴς τοῖς
13. ἐπισταμένοις ἀνατομῆς νεύρων, οὖσα τοιάδε· ἅπασα μὲν ἡ
14. καθ’ ὁρμὴν κίνησις ὑπὸ μυῶν γίνεται· νεῦρον γὰρ οὐδέν
15. ἐστιν αὐτὸ καθ’ ἑαυτὸ χωρὶς μυὸς οὐδὲ μίαν ἐργαζόμενον ἐν
16. τοῖς τοῦ ζώου μορίοις οὐδαμόθι τοιαύτην ἐνέργειαν, ἀλλὰ
17. διὰ μέσων τῶν μυῶν πάσας τὰς προαιρετικὰς ὀνομαζομένας
18. κινήσεις ἐπιτελεῖ. καθήκουσιν δ’ εἰς τὰ κινηθησόμενα μόρια
1. ποτὲ μὲν ἄντικρυς οἱ μύες αὐτοὶ, ποτὲ δὲ διὰ μέσων τενόντων,
2. οὓς ἀπονευρώσεις ἔνιοι προσαγορεύουσιν. ἐκ τούτου
3. τοῦ γένους εἰσὶ καὶ οἱ τοὺς δακτύλους κινοῦντες τένοντες,
4. ὁμοίως τοῖς τόνοις ὀνομαζομένοις ὑφ’ Ἱπποκράτους περιφερεῖς.
5. ἐὰν μὲν οὖν τὰ τῶν μυῶν νεῦρα πάθῃ, τὴν κίνησιν
6. ἀπολλύουσιν οἱ δάκτυλοι· τῶν δ’ εἰς τὸ δέρμα παραγινομένων
7. παθόντων ἡ κατὰ τὴν ἁφὴν αἴσθησις διαφθείρεται·
8. κατὰ δὲ τὰς ὅλων τῶν κώλων παραλύσεις, ὡς ἂν τῆς κοινῆς
9. ἀρχῆς πεπονθυίας, ἀμφότεραι συναπόλλυνται, κινήσεις τε
10. καὶ αἰσθήσεις. καὶ τόν γε πρωτοπαθοῦντα τόπον ἐκ τοῦ
11. πλήθους τῶν βεβλαμμένων νεύρων μόνον ἔστιν ἐξευρεῖν, ἐάν
12. γέ τις ἀκριβῶς ἴδῃ τὰς κοινὰς αὐτῶν ἀρχὰς, ἃς ἐν τῇ τῶν
13. νεύρων ἀνατομῇ διῆλθον, οὐδενὸς τῶν πρὸ ἐμοῦ τὴν ἀνατομὴν
14. ταύτην ἀκριβώσαντος, ἀλλὰ τῶν μὲν μεῖζον, τῶν δ’
15. ἔλαττον σφαλέντων. ὁ δ’ οὖν γεγυμνασμένος ἐν αὐτοῖς μόνος
16. ἀκριβῶς λογίζεσθαι δύναται, κατὰ τίνα σπόνδυλον ὁ νωτιαῖος
17. ἔπαθεν, ἤτοι γε ὅλος, ἢ τὸ ἕτερον αὐτοῦ μέρος·
18. ἔστιν ὅτε γὰρ ἐν τῷ δεξιῷ μόνον αὐτοῦ μορίῳ τὸ πάθος ἐστὶ, 
1. μηδὲν θατέρου παθόντος· ἢ πάλιν τοὐναντίον, ἀπαθὲς μὲν
2. ἔμεινε τοῦτο, μόνον δ’ ἔπαθε τὸ εὐώνυμον· καὶ κατὰ τοῦτο
3. ποτὲ μὲν ἅπαντα τὰ ἐν τοῖς εὐωνύμοις παραλύεται, τῶν δεξιῶν
4. ἀπαθῶν φυλαττομένων, ἐνίοτε δ’ ἔμπαλιν ἔπαθέ τε
5. καὶ παρελύθη τὰ δεξιὰ μέρη μόνον. μηδὲν μέντοι παθόντος
6. αὐτοῦ τοῦ νωτιαίου, μόνης δὲ μιᾶς ἐκφύσεως νεύρου, τῶν
7. μορίων ἐκείνων παρακολουθεῖ παράλυσις, εἰς ἃ τὸ νεῦρον
8. διασπείρεται· καὶ μὴν καὶ δύο καὶ τρεῖς ἐνίοτε μόναι τῶν
9. ἐκφύσεων ἔπαθον, ἀπαθοῦς τοῦ νωτιαίου φυλαχθέντος.
10. οὕτως γοῦν ἐπεπόνθει καὶ ὁ τἄλλα τῆς χειρὸς ἅπαντα παραλυθεὶς,
11. ὡς μήτε αἰσθάνεσθαι μήτε κινεῖσθαι, κατὰ δὲ τοὺς
12. τρεῖς δακτύλους μόνους ἔχων διασωζομένην τὴν αἴσθησιν.
13. ἄλλῳ δ’ οὐκ αὐτὴ μόνον, ἀλλὰ καὶ αἱ κινήσεις ἐσώζοντο
14. τῶν μυῶν ἐκείνων, εἰς οὓς ἡ μετὰ τὸν ἕβδομον
15. σπόνδυλον ἔκφυσις διενέμετο. καί τις ἄλλος ἐκ καταπτώσεως
16. σφοδρᾶς ἐκείνους μόνους τοὺς μῦς παρελύθη τοὺς ἐκ
17. τούτου τοῦ νεύρου λαμβάνοντας μόρια· τῷ δ’ αὐτῷ τούτῳ
18. καὶ τοῦ δέρματος ἐκεῖνα μόνα τὴν αἴσθησιν ἀπώλεσεν, ὅσα
1. παρὰ τοῦ λελεγμένου νεύρου τὰς ἀπονεμήσεις ἐλάμβανεν.
2. ὅστις οὖν βούλεται γνωρίζειν, ἐν ποίῳ σπονδύλῳ τὸ πάθος
3. ἐστὶν, ἤτοι μόνης τῆς ἐκφύσεως νεύρου τινὸς, ἢ καὶ τοῦ νωτιαίου
4. μυελοῦ, κατὰ τὴν τῶν νεύρων ἀνατομὴν γυμνασάσθω,
5. μέθοδον ἔχων ἐν ἅπασι κοινὴν, τοὺς παραλυθέντας
6. μῦς ἐπισκοπεῖν ἅμα τῷ τὴν αἴσθησιν ἀπολωλεκότι δέρματι.
7. τοῦ μὲν γὰρ νωτιαίου παθόντος ὅλου κατά τινα σπόνδυλον,
8. ἅπαντα τὰ κάτω μέρη παραλύεται· κατὰ δὲ τὸ ἕτερον μέρος
9. εἰ βλαβείη, θατέρου μένοντος ἀπαθοῦς, ἐν τοῖς κατ’ εὐθὺ
10. μέρεσιν ἡ παράλυσις ἔσται μόνον· εἰ δὲ ῥῖζα νεύρου πάθοι,
11. τὰ μὲν ἄλλα τὰ κάτω τοῦ πεπονθότος οὐδὲν πείσεται, μόνα
12. δ’ ἐκεῖνα παραλυθήσεται τῶν μορίων, εἰς ἃ ἕκαστον τῶν νεύρων
13. διασπείρεται. ταῦτ’ οὖν ἐὰν ἀκριβῶς μάθῃς, οὐκέτ’
14. ἐνοχλήσεις τοῖς παραλελυμένοις κώλοις, ἀφεὶς τὴν ῥάχιν, ἀλλ’
15. ἐπ’ ἐκείνην ἀφικόμενος ἐκθεραπεύσεις τὸ πεπονθός. οὕτω
16. δὲ κᾂν μὴ κατὰ τὴν ῥάχιν, ἀλλὰ κατά τι τῶν μετὰ ταύτην
17. χωρίων τὸ νεῦρον πάθῃ, γνωρίσεις ἐκ τῶν μυῶν τε καὶ τοῦ
1. δέρματος. τὸ μὲν οὖν δέρμα ῥᾳδίως γνωρίσεις, ὑποπῖπτόν
2. γε τοῖς ὀφθαλμοῖς· οἱ δὲ μύες ἐκ τῶν ἀπολωλυιῶν ἐνεργειῶν
3. διαγινώσκονται. χρὴ τοίνυν σε καὶ περὶ τῶν μυῶν
4. ἀνατομὴν γεγυμνάσθαι, καὶ γινώσκειν ἧστινος ἕκαστος ἐνεργείας
5. ἐστὶν ὄργανον· οὕτω γὰρ ὑπάρξει σοι μόνως διακρίνειν
6. δύνασθαι, τίνων μὲν ἀπόλλυται μορίων ἡ ἐνέργεια, μηδὲν
7. νόσημα τῆς σωματικῆς οὐσίας αὐτῶν πασχούσης, τίνων δὲ
8. νόσημα προηγεῖται, γινόμενον, ἢ γεγονός. οἶσθα δὲ τά τε
9. γένη τῶν νοσημάτων καὶ τὰς διαφορὰς ἁπάσας ἐν ἑτέρῳ
10. βιβλίῳ γεγραμμένας, ὃ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς
11. ἐπιγέγραπται, καθάπερ ἐν ἑτέρῳ περὶ τῆς τῶν συμπτωμάτων
12. διαφορᾶς· ἀλλὰ καὶ περὶ τῆς τῶν αἰτίων ἑκατέρων
13. ἰδίᾳ γέγραπται, καθ’ ἓν μέν τι περὶ τῆς τῶν νοσημάτων,
14. ἐν τρισὶ δὲ περὶ τῆς τῶν συμπτωμάτων· ἐν οἷς ἅπασι γεγυμνάσθαι
15. προσήκει τὸν μέλλοντα ῥᾳδίως εὑρήσειν τε καὶ
16. διακρινεῖν αἰτίαν καὶ πάθος καὶ τόπον πεπονθότα. κατὰ
17. συνδρομὰς μὲν γὰρ οὐχ οἷόν τε πάντα διδάξαι, καίτοι γ’
18. ἀξιούντων οὕτω τῶν ἐμπειρικῶν· ἀλλὰ τά τε προηγησάμενα
1. καὶ τὰ παρόντα συμπτώματα γνοὺς ἀκριβῶς τις, ἐπί τε τὴν
2. διὰ τῆς θεραπευτικῆς μεθόδου πεῖραν ἀφικόμενος, εὑρήσει τὸ
3. πεπονθὸς ἅμα τῇ διαθέσει. καὶ πλεῖστον τοῦτ’ ἔστιν ἐπὶ
4. τῶν ἐν τῷ βάθει τοῦ σώματος τεταγμένων μορίων, ὡς ὀλίγον
5. ἔμπροσθεν ἐπὶ τὴν αἴσθησιν ἢ κίνησιν ἀπολλύντων ἐδείξαμεν.
6. ἴσως μὲν οὐδὲν χεῖρον ἔτι παραγράψαι τινὰ τῶν γεγονότων,
7. ὁποῖα καὶ ταῦτ’ ἐστίν. παιδίον ὡς ἐτῶν ἓξ ἀκουσίως ἀποπατεῖν
8. ἤρξατο, παραλυθέντος ἐξαίφνης αὐτῷ τοῦ κατὰ τὴν
9. ἕδραν μυός· ἐγένετο δὲ καὶ γέροντί ποτε τοιοῦτον σύμπτωμα·
10. καί τινι πάλιν ἑτέρῳ παιδίῳ περὶ τεσσαρεσκαιδεκάτην ἡλικίαν
11. ἀκούσιος ἔκκρισις ἐγένετο διαχωρημάτων, ἅμα τοῖς
12. κατὰ τὴν κύστιν ἀλγήμασι, καὶ ἄλλῳ μετὰ τῆς τῶν οὔρων
13. ἐπισχέσεως· ἄλλῳ δὲ πάλιν ἀκουσίως ἐξεκρίνετο τὰ οὖρα, καὶ
14. ἄλλῳ καὶ ταῦτα καὶ τὰ διαχωρήματα. χρὴ τοίνυν ἐπὶ τῶν τοιούτων
15. ἁπάντων πυνθάνεσθαι τὰ προγεγονότα· τοὐπίπαν γὰρ
16. ἤτοι ψύξις τις ἢ πληγὴ κατὰ ῥάχιν αὐτῶν ἡγεῖται· ἡ μὲν
17. ψύξις, ἕνα μόνον τὸν πεπονθότα βλάπτουσα μῦν, ἡ πληγὴ δὲ 
1. πλείους ὡς τὰ πολλά· πάνυ γάρ ἐστι σπάνιον ἐπὶ πληγῇ
2. ῥάχεως ἕνα μῦν παθεῖν, ὡς ἂν τῶν ἐκφυομένων τοῦ νωτιαίου
3. νεύρων εἰς πλείονας μῦς κατασχιζομένων. ἀλλὰ καὶ
4. διὰ πληγὴν αὐτοῦ τοῦ πεπονθότος μυὸς, ἀμεληθείσης
5. ἐνίοτε καὶ σκιῤῥωθείσης τῆς ἐπιγενομένης, ἠκολούθησε
6. παράλυσις αὐτοῦ· ἔσται δὲ καὶ τοῦτο σπάνιον· ἀλλ’ ἥ γε
7. ψύξις ἔβλαψε πολλάκις ἕνα μῦν, καὶ μάλιστα τῶν ἐπιπολῆς
8. κατὰ τὴν ἕδραν, ἤτοι καθίσαντος ἐπὶ ψυχροῦ λίθου
9. τινὸς, ἢ ἐν ὕδατι ψυχρῷ διατρίψαντος ἐπιπλέον.
10. ὁ γοῦν παῖς ὁ βλαβεὶς τὴν κύστιν τε καὶ κατὰ τὴν ἕδραν,
11. ἐν ποταμῷ θηρεύων ἰχθῦς, ἔπαθεν οὕτως· ἐνίοις δὲ
12. νηξαμένοις ἐν ὕδατι ψυχρῷ τὸ τοιοῦτο συνέβη. τοὺς μὲν
13. οὕτω παθόντας ἰάσασθαι προσήκει θερμαίνοντα βοηθήματα
14. τοῖς πεπονθόσιν τόποις προσφέροντας· οἷς δὲ τῶν
15. ἀπὸ τοῦ νωτιαίου νεύρων ἔπαθέ τι, τῇ ῥάχει προσακτέον
16. τὰ βοηθήματα. πολλάκις γε μὴν ἐπὶ καταπτώσεσιν ἀφ’
17. ὑψηλοῦ τόπου γενομέναις, ἢ πληγαῖς σφοδραῖς, ἰσχυρῶς
18. παθούσης τῆς ῥάχεως, ἡ φλεγμονὴ μέχρι πλειόνων ἐκταθεῖσα
1. μορίων οὐ μόνους τοὺς μῦς ἔβλαψεν, ἀλλὰ καὶ τὴν
2. κύστιν· ἐφ’ ὧν ἴσχεται τὰ οὖρα, διὰ τὸ τὴν κύστιν αὐτὴν
3. παθεῖν· ἐνίοις δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ διαχωρήματα
4. τελέως ἐπεσχέθη, παθόντων δηλονότι τῶν ἐντέρων.
5. ὥσπερ γὰρ οἱ μύες εἰς τὰς προαιρετικὰς ἐνεργείας
6. βλάπτουσι παθόντες, οὕτω τὰ ἔντερα καὶ ἡ κύστις εἰς
7. τὰς φυσικὰς, ἐπειδὴ περιστελλομένων αὐτῶν ἐκκρίνεται τὰ
8. περιεχόμενα.

Cliquer un n° de page pour en afficher l’image