ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ
ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Β.
1. Πρόκειται μὲν, ὡς Ἐρασίστρατος ἀεὶ παρακελεύεται,
2. γυμνάζειν τὸν λογισμὸν εἴς τε τἄλλα τῆς τέχνης
3. ἔργα καὶ τὰ νῦν ἡμῖν προκείμενα περὶ τὰς διαγνώσεις τῶν
4. πεπονθότων τόπων. εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίου κατ’
5. αὐτά· πρῶτος μὲν ὁ καθ’ ἕκαστον τῶν μορίων τοῦ σώματος,
6. ἃ τόπους ὀνομάζουσι· δεύτερος δὲ ὁ κατὰ τὰς αἰτίας τε καὶ
7. διαθέσεις· καὶ τρίτος ὁ κατὰ τὰς τῶν συμπτωμάτων διαφοράς.
8. ὁ μὲν οὖν κατὰ τοὺς τόπους ἐστὶ τοιόσδε τις· ἐγκεφάλου
9. πάσχοντος ἴδια συμπτώματα ταυτὶ, γαστρὸς πασχούσης
1. ἴδια ταυτὶ, κώλου πάσχοντος ἴδια ταυτὶ, καθ’ ἕκαστόν
2. τε τῶν ἄλλων ὁμοίως. ὁ δ’ ἀπὸ τῶν διαθέσεών τε καὶ τῶν
3. αἰτίων· φλεγμονῆς μὲν ἴδια ταῦτ’ ἐστὶ συμπτώματα· σκίῤῥου
4. δὲ ταῦτα· καὶ ψύξεως μὲν ταῦτα· πλήθους δὲ ταῦτα, καὶ
5. διαφθορᾶς ταυτί. κατὰ δὲ τὰ συμπτώματα· τὸ μὲν ἄλγημα
6. τόδε τῶνδε τῶν διαθέσεών ἐστι δηλωτικὸν ἢ τῶνδε τῶν τόπων,
7. ἡ δὲ βὴξ τῶνδε· καὶ κατὰ τὸν αὐτὸν τρόπον ἔμετος,
8. αἱμοῤῥαγία, διάῤῥοια, σπασμὸς, ῥῖγος, φρίκη, παραφροσύνη.
9. διοριζομένων γὰρ οὕτως ἀπ’ ἀλλήλων ἀπάντων αὐτῶν,
10. εὐφωρότατον ἔσται τὸ καλῶς καὶ τὸ κακῶς λεγόμενον.
11. ὅτι δ’ οὕτως ἔχει ταῦτα, μαθήσῃ σαφῶς ἐφ’ ἑκάστου
12. σκοπούμενος.