Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 2.10, ed. Kühn, 1824, vol. 8, p. 120-135. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.10

3. Ἐγὼ δ’ ἠξίουν Ἀρχιγένη μετὰ τοσούτους
4. ἰατροὺς γεγονότα προσθεῖναί τι τῇ σαφηνείᾳ τῆς
5. διδασκαλίας, οὐκ ἀφελεῖν τοσοῦτον, ὡς μηδ’ ἡμᾶς αὐτοὺς
6. νοεῖν ἃ λέγει, γεγηρακότας ἐν τοῖς ἔργοις τῆς τέχνης. ὅπερ
7. οὖν ἐκεῖνον ἐχρῆν πεποιηκέναι, τοῦτ’ ἐγὼ πειράσομαι πρᾶξαι,
8. καὶ δεῖξαι μὲν πρῶτον ἐν τῷ καθόλου τὴν μέθοδον ᾗ προσήκει
9. χρώμενον αὐτόν θ’ εὑρίσκειν τοὺς πεπονθότας τόπους,
10. ἑτέροις δὲ τὴν ὁδὸν ὑφηγεῖσθαι. μέθοδος μὲν οὖν ἐστιν, ὡς
11. κᾀν τῷ πρὸ τούτου λέλεκται βιβλίῳ, τοιάδε. πρῶτον ζητῆσαι
12. χρὴ, πότερον ἴδια σημεῖα καθ’ ἕκαστον τόπον, ὅπως
13. ἂν πάσχῃ, δυνατὸν εὑρεῖν ἐστιν, ἢ καθ’ ἕκαστον τῶν παθῶν
14. ἀλλοιοῦται. δεύτερον ἐπὶ τῷδε, πότερον ἑκάστου τῶν παθῶν
15. ἴδια σημεῖά ἐστιν, ἢ καθ’ ἕκαστον μόριον ὑπαλλάττεται,
16. καὶ χρὴ τόπου τε ἅμα καὶ πάθους μνημονεύσαντας λέγειν
17. ἐφεξῆς τὰ σημεῖα· καθάπερ, εἰ τύχοι, φλεγμονῆς τοῦ πνεύμονος,
18. ὅτι δύσπνοια μετὰ στενοχωρήσεως, ὡς πνίγεσθαι δοκεῖν,
1. ἀνακαθίζειν τε διὰ τοῦτ’ ἐπιχειρεῖν, ὅπερ ὀρθόπνοιαν ὀνομάζουσιν·
2. ἀλλὰ καὶ ὅτι θερμῆς αἰσθάνονται τῆς ἐκπνοῆς, καὶ
3. μᾶλλον ὅτ’ ἂν ἐρυσιπελατώδης ἡ φλεγμονὴ συστῇ, διόπερ
4. ἐπὶ πλέον ἐκφυσῶντες παρηγοροῦνται, καὶ πλεῖστον ἀέρα ψυχρὸν
5. εἰσπνεῖν ἐπιθυμοῦσιν, ἀναπτύουσί τε μετὰ βηχὸς κεχρωσμένον
6. τὸ πτύελον ἄλλοτ’ ἄλλῳ χρώματι· καὶ γὰρ ἐρυθρὸν
7. ἐνίοτε καὶ ξανθὸν καὶ πυῤῥὸν ἀφρῶδές τε καὶ μέλαν
8. καὶ πελιδνὸν φαίνεται· καὶ μέντοι καὶ βάρους τινὸς ἐγκειμένου
9. τῷ θώρακι πολλάκις αἰσθάνονται, καὶ διήκει εἰς αὐτὸν
10. ἐκ τοῦ βάθους ἄλγημα κατά τε τὸ στέρνον καὶ τὴν ῥάχιν·
11. ἔτι τε πρὸς τούτοις ὀξέως μὲν πυρέττουσι, σφυγμὸν δὲ
12. ἔχουσιν ὁποῖον ἐν τοῖς περὶ σφυγμῶν εἴπομεν. οὕτω δὲ
13. κᾀπὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ἐπειδὰν φλεγμαίνῃ,
14. πυρετὸς μὲν ὀξὺς ἅμα τῷ ἰδιώματι τῶν λελεγμένων σφυγμῶν
15. κατὰ τὴν περὶ τῶν σφυγμῶν πραγματείαν, ἄλγημα δὲ νυγματῶδες
16. ἅμα δυσπνοίᾳ καὶ πτυέλῳ κεχρωσμένῳ παραπλησίως
17. τοῖς περιπνευμονικοῖς ἐπιφαίνεται τὰ πολλά. τὸ μὲν οὖν
18. δυσπνοεῖν ἀμφοτέροις τοῖς πάθεσιν, διὰ τὸ πεπονθὸς μόριον
1. ἀναπνευστικὸν ὑπάρχειν, ἐξ ἀνάγκης ἕπεται· τὸ δὲ πυρέττειν
2. διά τε τὸ πάθος γίνεται καὶ τὴν θέσιν· ἐγγὺς μὲν τῆς καρδίας
3. ὅ τε ὑπεζωκὼς καὶ ὁ πνεύμων, θερμὸν δὲ πάθος ἡ φλεγμονή.
4. οὕτω δὲ καὶ τὸ βήττειν μὲν ὡς ἀναπνευστικοῖς ὑπάρχει, τὸ
5. δὲ ἀναπτύειν τι διὰ τὸ πάθος γίνεται· δέδεικται γὰρ ἐξ
6. ἐπιῤῥοῆς αἵματος φλεγμονὴ πᾶσα γινομένη, διόπερ ἐὰν μὲν
7. χολωδέστερον ᾖ τὸ αἷμα, ξανθὸν, ἢ ὠχρόν ἐστι τὸ πτυόμενον·
8. ἐὰν δὲ φλεγματικώτερον, ἀφρῶδές τε καὶ λευκόν· ἐὰν
9. δὲ μελαγχολικώτερον, ἤτοι μέλαν, ἢ πελιδνόν· ἐὰν δὲ μηδὲν
10. τούτων, ἐρυθρόν. ἔτι δὲ τῇ μὲν πλευρίτιδι πλεονάκις τὸ
11. χολωδέστερον, τῇ δὲ περιπνευμονίᾳ τὸ φλεγματικώτερον
12. πτύσμα συνέπεται· δέδεικται γὰρ ἡμῖν καὶ περὶ τούτου. τὸ
13. δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἀναφέρεσθαι τὰ περιττώματα
14. τῶν φλεγμαινόντων μορίων διά τε τὴν θέσιν αὐτῶν γίνεται
15. καὶ διάπλασιν· ἐκροὴν γὰρ ἔχουσι ταύτην μόνην. γαστρὶ δὲ
16. διττοὶ μὲν πόροι, μᾶλλον δ’ ἐπιπολάζει τε καὶ ἀνεμεῖται
17. τὰ κατ’ αὐτὴν μοχθηρὰ, τὰ δ’ ἐκ τῶν ἐντέρων διαχωρεῖται·
18. καθάπερ γε τὰ μὲν ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται,
1. τὰ δ’ ἐξ ἐγκεφάλου διὰ ῥινῶν μὲν μάλιστα, ποτὲ δὲ καὶ διὰ
2. οὐρανίσκου καὶ ὑπερῴας καὶ ὤτων ἐκκενοῦται. τὰ γνωρίσματα
3. οὖν τῶν πεπονθότων τόπων ἀπὸ συμπτωμάτων εἰσὶν,
4. ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῆς τῶν ἐκκρινομένων
5. ποιότητος, ἔτι δὲ τῶν παρὰ φύσιν ὄγκων, ἢ ἀλγημάτων,
6. ἢ ἀχροίας τινὸς ἑπομένης, ἤτοι δι’ ὅλου τοῦ σώματος,
7. ἢ καθ’ ἕν τι μόριον, ἢ δύο, μάλιστ’ ὀφθαλμούς τε καὶ γλῶτταν·
8. ἔξωθεν δὲ τούτων ἐστὶ τὰ κατὰ τὴν ἰδίως ἂν ὀνομασθεῖσαν,
9. εἴ τις βούλοιτο, συμπάθειαν, ὡς ἐν τῷ πρώτῳ λέλεκται
10. γράμματι. νυνὶ δέ μοι καιρὸς εἶναι δοκεῖ γυμνάσαι
11. τοὺς ἑταίρους, ὧν ἀξιωσάντων γράφεται ταῦτα. γυμνάσιον
12. δ’ ἅπαν γίνεται διὰ τῶν κατὰ μέρος ὑπὸ τὴν αὐτὴν μέθοδον
13. ἀγομένων. ἔστι δὲ χρησιμώτατον, ὡς πολλάκις ἐπιδέδεικταί
14. μοι, τὸ τοιοῦτο τῆς διδασκαλίας εἶδος, ὡς αἵ γε μέθοδοι
15. μόναι γνωσθεῖσαι χωρὶς τοῦ πολυειδῶς γυμνάσασθαι
16. κατ’ αὐτὰς ἀδυνατοῦσι τελείους ἐργάσασθαι τοὺς μανθάνοντας.
17. ἄνωθεν μὲν οὖν εἰπόντες τὴν μέθοδον, ἐπὶ τὸ
18. γυμνάσιον ἴωμεν. ἐπισκέπτεσθαι χρὴ πρῶτον μὲν, εἴ τις 
1. ἐνέργεια βέβλαπται, σὺν αὐτῇ γὰρ ἀνάγκη πεπονθέναι τὸ τῆς
2. ἐνεργείας ἴδιον ὄργανον. εἶθ’ ἑξῆς εἴπερ εὕροις βεβλαμμένην
3. τὴν ἐνέργειαν, ἐπὶ τὸν τρόπον τῆς βλάβης ἀφικόμενος ἐπισκέπτου,
4. τίνος ἐστὶ πάθους ἴδιον. ἐπὶ τοῖσδε σκόπει τὸ πεπονθὸς
5. μόριον, εἴ τιν’ ὄγκον ἢ ἄλγημα διασημαίνει, μὴ
6. παρέργως, ἀλλὰ μετὰ τοῦ συνεπισκοπεῖσθαι τὸ καθ’ ἕκαστον
7. αὐτῶν εἶδος· ἔμαθες γὰρ οὐ μόνον ὄγκων ἰδέας πλέονας,
8. ἀλλὰ καὶ τῶν ἀλγημάτων. εἶτ’ ἐπισκόπει τὰ περιττώματα
9. τοῦ πεπονθότος μορίου, διὰ τίνος ἐκκενοῦται πόρου, θεώρει
10. τε μή τι τῆς οὐσίας τοῦ πεπονθότος ἐκκρίνεται μορίου· καὶ
11. μετὰ ταῦτα, πότερον ἄπεπτά ἐστι παντελῶς, ἢ μετρίως πέττεται
12. τὰ περιττώματα αὐτοῦ· κᾄπειτα τίνων μὲν ἐξ αὐτοῦ
13. συναπολαύει τὸ πᾶν σῶμα, τίνων δ’ ἐξαιρέτως μόρια ἄττα,
14. τὰ μέν τι κατὰ τὴν ἐνέργειαν αὐτῶν, τὰ δὲ κατὰ τὴν χρόαν
15. ἢ σχῆμα. φέρε γάρ τινα καθ’ ὃν ἀναπνεῖ καιρὸν ἀλγεῖν ἐν
16. τῷ κατὰ τὰς νόθας πλευρὰς τόπῳ· μὴ προπετῶς ὑπολάβῃς
17. τοῦτον εἶναι πλευριτικὸν, ἀλλὰ πρῶτον μὲν, εἰ ἀναπτύει τι
18. βήττων, ἄθρει· κεχρωσμένον γὰρ, ὡς εἴρηται, θεασάμενος,
1. ἐρεῖς εἶναι πλευριτικόν· εἰ δὲ μηδ’ ὅλως ἀναπτύει βήττων,
2. δύναται μὲν εἶναι καὶ οὗτος πλευριτικὸς, ἄπεπτον δὲ καὶ
3. στεγνὴν ἱκανῶς ἔχων τὴν φλεγμονὴν, ὡς μηδὲν ἔξω χαλᾷν·
4. ἐγχωρεῖ δὲ καὶ δι’ ἥπατος φλεγμονὴν ἀλγεῖν αὐτὸν ἐν τῷ λεγομένῳ
5. χωρίῳ· τεινομένων γὰρ εἴσω τῶν ἀρτημάτων, οἷς
6. ἤρτηται πρὸς τὰς πλευρὰς ἐπ’ ἐνίων τὸ ἧπαρ, εἰς τὸν ὑπεζωκότα
7. συμβαίνει τὴν ὀδύνην ἐξήκειν. ἀλλά γε σφυγμὸς οὐδὲν
8. ὅμοιον ἔχων ἐστὶν ἐπὶ φλεγμοναῖς ἥπατός τε καὶ τοῦ τὰς
9. πλευρὰς ὑπεζωκότος ὑμένος, οὐ μὴν οὐδὲ τὰ διὰ τῆς γαστρὸς
10. ἐκκρινόμενα παραπλήσια· πλὴν οὐκ ἀεὶ ταῦτα συνυπάρχει
11. φλεγμοναῖς ἥπατος, ἀλλ’ ἐν τοῖς καλουμένοις ἰδίως ἡπατικοῖς
12. πάθεσιν. οὐδὲν οὖν χεῖρον ἐφ’ ὧν μηδὲν ἐκκρίνεται γνώρισμα,
13. διὰ τῆς ἁφῆς ἐπισκοπεῖσθαι τὸ δεξιὸν ὑποχόνδριον, κᾂν μηδεὶς
14. ὄγκος εὑρίσκοιτο, μηδ’ οὕτως ἀφίστασθαι· δύναται γὰρ
15. ἐν τοῖς σιμοῖς ἡ φλεγμονὴ μόνοις εἶναι, δύναται δὲ καὶ κατὰ
16. τὰ κυρτὰ μὲν, ἀλλ’ οὐ πάντα, μόνα δ’ ὅσα κατακρύπτουσιν
17. αἱ νόθαι πλευραί. μέγιστον οὖν ἀναπνεῖν ἐν
18. τῷδε κελεύειν τὸν κάμνοντα, καὶ πυνθάνεσθαι μή τινος
1. αἰσθάνεται βάρους, ἤτοι γ’ ἐκκρεμαμένου τῶν ὑπερκειμένων,
2. ἢ ἐγκειμένου τοῖς περιέχουσιν· ἔστιν ὅτε γε μὴν οἷς ἐνταῦθά
3. ἐστιν ὁ παρὰ φύσιν ὄγκος, οὗτοι δυσπνοοῦσι τῇ στενοχωρίᾳ
4. τῶν φρενῶν, ἐρεθίζονταί γε καὶ πρὸς βραχείας βῆχας. βέβαιον
5. οὖν ἐπὶ τῶν τοιούτων ἐστὶ σημεῖον εἰς διάγνωσιν ὁ
6. σφυγμὸς μὲν ἐν ἅπαντι τῷ χρόνῳ τοῦ νοσήματος, ἐπὶ προήκοντι
7. δ’ αὐτῷ καὶ τἄλλα συμπτώματα. καὶ γὰρ ἡ τῆς
8. γλώττης ἀλλοιοῦται χρόα καὶ ἡ παντὸς τοῦ σώματος ἐπὶ
9. ταῖς τοῦ ἥπατος κακοπραγίαις· ὥσπερ αὖ πάλιν αἱ βῆχες
10. αὐξάνονται, τῶν κατὰ θώρακα πασχόντων, ἐπιφαίνεταί τε
11. πάντως ἐν τῷ χρόνῳ τὰ μετὰ τῆς βηχὸς ἀναπτυόμενα. καθάπερ
12. οὖν ἡ δύσπνοια χωρὶς μὲν τοῦ πάσχειν τι τῶν ἀναπνευστικῶν
13. μορίων ἢ ὀργάνων ὁπωσοῦν οὐ δύναται γενέσθαι,
14. συμβαίνει δ’ ἐνίοτε νόσημα μηδὲν ἴδιον ἐν αὐτοῖς ὑπάρχειν,
15. ἀλλ’ ἤτοι κατασπωμένου τοῦ διαφράγματος ἤ θλιβομένου
16. δυσπνοεῖν τὸν ἄνθρωπον, οὕτως ἔχει κᾀπὶ τοῦ τὸ τῆς ψυχῆς
17. ἡγεμονικὸν ἐν ἑαυτῷ περιέχοντος τόπου· κατὰ τοῦτον γὰρ
18. ἐπιστήμης τε καὶ δόξης ἁπάσης τε διανοήσεως συνισταμένης,
1. ὅταν φαίνηταί τι τούτων βεβλαμμένον, εὐθέως ὑπολαμβάνομεν
2. ἔν τινι πάθει κᾀκεῖνο ὑπάρχειν, ὅπου γε κᾂν ἐν πλευρίτιδι,
3. κᾂν ἐν περιπνευμονίᾳ παραφρονήσῃ τις, οὐδείς φησι
4. διὰ τὴν πλευρὰν ἢ τὸν πνεύμονα γεγονέναι τὸ σύμπτωμα,
5. πάντες δ’ ἡγοῦνται συμπεπονθέναι τὸ μόριον ἐκεῖνο, καθ’ ὃ
6. τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικὸν, καὶ ζητοῦσί γε τὸν τρόπον
7. τῆς συμπαθείας ὁμολογοῦντα δεῖξαι τοῖς ἰδίοις δόγμασιν· ἐπ’
8. ἄλλων δὲ παθῶν οὐ συμπαθεῖν, ἀλλὰ πρωτοπαθεῖν φασιν
9. αὐτὸν, ὥσπερ ἐν ληθάργῳ καὶ φρενίτιδι· πανταχόθεν μέν τοι
10. πάσχειν, ἔνθα τῶν ἰδίων τις ἐνεργειῶν αὐτοῦ βέβλαπται
11. λέγω δ’ ἰδίας ἐνεργείας, ἃς δι’ οὐδενὸς ἄλλου μορίου ποιεῖται,
12. καθάπερ δι’ ὀργάνου· κατὰ μὲν γὰρ τὸν ἀληθῆ λόγον καὶ
13. βλέπειν αὐτὸ τοῦτο καὶ ἀκούειν ὑποληπτέον, ἀλλὰ δι’ ὀφθαλμῶν
14. μὲν βλέπειν, δι’ ὠτῶν δ’ ἀκούειν· ἐννοεῖν μέντοι καὶ μεμνῆσθαι
15. καὶ λογίζεσθαι καὶ προαιρεῖσθαι, μήτ’ ὀφθαλμοῖς ἔτι
16. μήτ’ ὠσὶ μήτε γλώττῃ μήτ’ ἄλλῳ τινὶ προσχρώμενον· ἀλλ’ εἰ
17. μὲν οὕτως ἐστὶ τὸ μόριον τοῦτο τῆς ψυχῆς ἐν τῷ περιέχοντι
18. σώματι, καθάπερ ἡμεῖς ἐν οἴκῳ τινὶ, τὴν μὲν ἀρχὴν ἂν ἴσως
1. οὐδ’ ὑπονοήσαιμεν αὐτὸ βλάπτεσθαί τι πρὸς τοῦ χωρίου·
2. θεασάμενοι δὲ βλαπτόμενον ἐζητήσαμεν ἂν ὅπως βλάπτεται·
3. εἰ δ’ ὡς εἶδός τι τοῦ σώματός ἐστιν ἀχώριστον αὐτοῦ, συνεχωρήσαμεν
4. ὑπὸ τῆς τοῦ δεδεγμένου σώματος ἀλλοιώσεως βλάπτεσθαι·
5. διαστάντων δὲ τῶν φιλοσόφων περὶ αὐτοῦ, καὶ
6. τῶν μὲν ὡς ἐν οἰκήματι περιέχεσθαι φασκόντων αὐτὸ,
7. τῶν δ’ ὡς εἶδος, ὅπως μὲν βλάπτεται, χαλεπὸν εὑρεῖν, ὅτι
8. δὲ βλάπτεται, τῇ πείρᾳ μαθεῖν ἔστι. ἐπί τε γὰρ τῶν ἀνατιτραμένων
9. τὸ κατεαγὸς ὀστοῦν τῆς κεφαλῆς, εἴ τις βιαιότερον
10. ἐπιθλίψειεν, ἀναίσθητοί τε παραχρῆμα καὶ ἀκίνητοι γίνονται,
11. καὶ εἰ φλεγμονή τις ἐπιγένοιτο, καὶ ταῦτα μὲν ἔστιν
12. ὅτε συμβαίνει· ἡ τῆς διανοίας οὖν βλάβη γίνεται διὰ παντός.
13. ἐγκαυθέντες δὲ σφοδρῶς τὴν κεφαλὴν οὐκ ὀλίγοι παρεφρόνησαν·
14. ἰσχυραῖς τε πληγαῖς εἰς αὐτὴν γενομέναις ἐν τῷ παραχρῆμα
15. πολλάκις ἠκολούθησε κάρος· ἕτερά τε πολλὰ τοιαῦτα
16. παθήματα περὶ τὴν κεφαλὴν συνιστάμενα σαφῶς φαίνεται
17. βλάπτοντα τὴν διάνοιαν, ὥστε καὶ τοὺς ἰδιώτας, ὅτ’ ἂν
18. παραφρονῇ τις, ἢ ὅλως ὁτιοῦν πάσχῃ κατὰ τὴν διάνοιαν,
1. ἀξιοῦν προνοεῖσθαι τῆς κεφαλῆς. ὅτι μὲν οὖν ἀληθέστατόν
2. ἐστι, τὸ κατάρχον αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’
3. ὁρμὴν ἐν ἐγκεφάλῳ καθιδρῦσθαι, καὶ ὅτι τούτου σκεπάσματ’
4. εἰσὶν αἱ μήνιγγες, ἐν ἑτέροις ἐπιδέδεικται· νυνὶ δ’ ὅπως ἄν
5. τις χωρίσειε τὰ κατὰ πρωτοπάθειαν αὐτῷ συμβεβηκότα τῶν
6. κατὰ συμπάθειαν, ἐπισκεπτέον· ἴδιόν τε γὰρ τοῦτο τῆς προκειμένης
7. πραγματείας, ἥ τε χρεία πρόδηλος, εἴ γε πρῶτον
8. ἁπάντων ἐστὶν ὡς πρὸς τὰς ἰάσεις ἐπίστασθαι, τίνι χρὴ μορίῳ
9. προσφέρειν τὰ βοηθήματα. πρὶν μὲν γὰρ ἰδίαν τινὰ
10. διάθεσιν ἐν ἐγκεφάλῳ γενέσθαι, κατὰ τὸ συμπάσχειν μόνον
11. αὐτοῦ βλαπτομένου, θεραπευθέντος τοῦ πρωτοπαθοῦντος,
12. οὐδὲν ἂν ἔτι καταλείποιτο τούτῳ σύμπτωμα· γενομένης δέ
13. τινος ἐν αὐτῷ μονίμου διαθέσεως ἐκ τῆς συμπαθείας, οὐ τῷ
14. πρωτοπαθήσαντι μόνῳ τὰ βοηθήματα χρὴ προσφέρειν, ἀλλὰ
15. καὶ τῇ κεφαλῇ· δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ διορίζειν ἀκριβῶς,
16. εἴτ’ ἐγκέφαλός ἐστιν ὁ πρωτοπαθῶν, εἴτε μήνιγγες, οὐ μεγάλην
17. ἔχει τὴν χρείαν, ἑκατέρως τῇ κεφαλῇ προσφερομένων τῶν
18. βοηθημάτων. οὔκουν τοῦτο χρὴ μάλιστα σπουδάζειν, ἀλλὰ 
1. τὴν οὐσίαν τοῦ νοσήματος εὑρίσκειν, ὁποία τίς ἐστιν. εἰ
2. μὲν γὰρ ὑγρὸν εἴη, ξηραίνειν αὐτὸ προσῆκεν· εἰ δὲ ξηρὸν,
3. ὑγραίνειν· οὕτω δὲ καὶ τὸ μὲν ψυχρὸν θερμαίνειν, τὸ δὲ
4. θερμὸν ψύχειν. ἔτι δὲ καὶ εἰ κατά τινα συζυγίαν πεπόνθοι,
5. διὰ τῆς ἐναντίας συζυγίας αὐτὸ θεραπεύειν προσήκει, τὸ μὲν
6. ξηρὸν καὶ θερμὸν ὑγραίνοντα καὶ ψύχονται, τὸ δ’ ὑγρὸν καὶ
7. ψυχρὸν ξηραίνοντα καὶ θερμαίνοντα, κᾀπὶ τῶν λοιπῶν
8. δυοῖν συζυγιῶν ἀνάλογον· οὕτω δὲ κᾀπὶ τῶν ἄλλων ἁπάντων
9. νοσημάτων πράττειν, ὧν ἑκάστου τὴν ἰδέαν ἐν τῷ περὶ τῆς
10. τῶν νοσημάτων διαφορᾶς ἐδήλωσα γράμματι. παραπλησίας
11. οὖν τῆς θεραπείας γενομένης ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν ἐγκεφάλῳ
12. τε καὶ μήνιγξι, λογικὴ μᾶλλον ἡ ζήτησίς ἐστιν ἤπερ
13. εἰς τὰς ἰάσεις χρήσιμος, ἐν ὁποτέρῳ τὸ ἡγεμονικόν· οὐ μὴν
14. εἴ γε κατὰ τὴν καρδίαν ἐστὶν, ἀλλ’ ὅλῳ τῷ πράγματι διαφέρουσα.
15. φέρε γὰρ ὑπὸ χολῆς ξανθῆς γίνεσθαι τὴν φρενῖτιν ἐν
16. τῷ σώματι τῆς καρδίας ἀθροισθείσης τε καὶ διασαπείσης, ἆρ’
17. οὐ ληρεῖν ἂν δόξειεν ὁ καταντλεῖν κελεύων ὀξυῤῥοδίνῳ τὴν κεφαλὴν,
18. ἐνὸν, εἴπερ ἴαμα τὸ φάρμακον τοῦτο τῆς τὴν φρενῖτιν
1. ἐργαζομένης αἰτίας ἐστὶ, μὴ κεφαλῆς, ἀλλὰ θώρακος αὐτὸ
2. καταχεῖν, μηδὲ τούτου παντὸς, ἀλλὰ κατ’ ἐκείνου μόνου τοῦ
3. μέρους, ἔνθαπερ ἡ καρδία τέτακται; ταῦτα μὲν οὖν καλῶς
4. ἡμῖν προδιώρισται, καὶ τὸ μὴ μόνον ἐπισκοπεῖσθαι τὸν πεπονθότα
5. τόπον, ἀλλὰ καὶ τὴν βλάπτουσαν αἰτίαν αὐτόν.
6. οἷον εὐθέως, ἔστι μὲν δή που καὶ ἡ παραφροσύνη σύμπτωμα
7. τῆς κατὰ τὸν παραφρονοῦντα τόπον ἐνεργείας· ἔστι δὲ καὶ
8. τὸ κῶμα καὶ ὁ κάρος, ἀλλ’ ὑπὸ τῆς ἐναντίας αἰτίας γίνεται.
9. τὰς μὲν γὰρ ἀγρυπνίας τε καὶ παραφροσύνας θερμὸν τὴν
10. δύναμιν αἴτιον ἐργάζεται· τὰ δ’ ὑπνώδη τε καὶ κωματώδη
11. καὶ καρώδη πάθη πάντα ψυχρᾶς αἰτίας ἐστὶν ἔγγονα. καὶ
12. τοῦτ’ ἔνεστί σοι καταμαθεῖν ἐναργῶς ἀπὸ τῶν φαρμάκων
13. πρῶτον. ὅσα μὲν γὰρ αὐτῶν ἐστιν ψυχρὰ, ναρκοῖ καὶ καροῖ,
14. τὰ θερμὰ δ’ ἔμπαλιν ἀγρύπνους τε καὶ πολυκινήτους
15. ἐργάζεται. καὶ τί δεῖ μνημονεύειν ἰσχυρῶν φαρμάκων, ὁρῶντας
16. ὁσημέραι τὰς μὲν θριδακίνας καὶ τὰ τῶν ποτίμων τε καὶ
17. θερμῶν ὑδάτων λουτρὰ καὶ οἴνου πόσιν ὕδατι μετρίως
18. κραθέντος ὕπνον ἐργαζόμενα, καθάπερ γε καὶ τἄλλ’ ὅσα
1. πέφυκεν ὑγραίνειν τε καὶ ψύχειν, τὰ δ’ ἐναντία πάντα τὰς
2. ἀγρυπνίας; κατὰ τοῦτό γέ τοι καὶ ἡ λεπτὴ δίαιτα καὶ ὁ
3. ἄκρατος οἶνος ἀγρυπνητικά· πολὺ δὲ δὴ μᾶλλον, ὅταν
4. ὁ ἄκρατος οἶνος ᾖ φύσει θερμὸς, ἢ παλαιὸς ἱκανῶς, οἷόν τι
5. συνέβη καὶ παρ’ ἡμῖν ποτε ἐν Περγάμῳ, καὶ κάλλιόν γ’ αὐτὸ
6. διηγήσασθαι δέ. γραμματικοῦ μὲν ἦν τὸ παιδάριον ἐκεῖνο·
7. καθ’ ἑκάστην δ’ ἡμέραν εἰς τὸ βαλανεῖον ἀπιὼν ὁ γραμματικὸς
8. ἅμ’ ἑτέρῳ παιδὶ, κατέλειπεν ἔνδον ἐγκλείων αὐτὸ, χάριν
9. τοῦ φυλάττεσθαί τε τὰ κατὰ τὴν οἰκίαν καὶ εὐτρεπίζεσθαι
10. τὰ πρὸς τὴν ἐδωδήν. ἀλλὰ διψῆσάν γέ ποτε σφοδρῶς, εἶτ’
11. ἔνδον οὐκ ἔχον ὕδωρ, ἐξέπιεν οἴνου παλαιοῦ δαψιλές· ἐντεῦθέν
12. τε τοῦ λοιποῦ χρόνου παντὸς ἄγρυπνον ἦν, ὕστερον
13. δὲ καὶ πυρέξαν ὑπό τε τῶν ἀγρυπνιῶν καὶ τῆς ἐπιγενομένης
14. ἐν αὐτῷ παραφροσύνης διεφθάρη. καὶ τὰ ψυχρότερα δὲ
15. τῶν ζώων ἐν τῷ χειμῶνι φωλεύει διὰ τὴν ψύξιν, ὅμοια νεκροῖς
16. κείμενα· καὶ τὰς ἐχίδνας ἔστιν ἰδεῖν τηνικαῦτα μηδ’ εἰ
17. ταῖς χερσὶν ἀνελόμενος βαστάζοις, δακνούσας, ὡς ἔν γε τῷ
18. θέρει καὶ τοῦτο τὸ ζῶον καὶ οἱ ἄλλοι πάντες ὄφεις, μάλιστ’
1. ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ὅταν ἐγκαυθῶσι σφοδρῶς,
2. ἐοίκασιν μαινομένοις, ἡσυχάζειν οὐδ’ ἐπὶ βραχὺ δυνάμενοι.
3. τοῦτο γοῦν αὐτὸ θεασάμενος αὐτῶν καὶ ὁ Νίκανδρος ἔγραψεν
4. περὶ τοῦ κεγχρίνου,

5. Μὴ σύ γε, θαρσαλέος περ ἐὼν, θέλε βήμεναι ἄντην
6. Μαινομένου κεγχρίνου.

7. περὶ μὲν δὴ τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηταί τε καὶ δέδεικται
8. τὸ μὲν θερμὸν αἴτιον εἰς τὰς κινήσεις ἐπεγεῖρον,
9. ἀγρυπνίας τε διὰ τοῦτο παρέχον, τὸ δὲ ψυχρὸν ἀργὸν μὲν
10. εἰς τὰς κινήσεις, ὕπνου δὲ καὶ κώματος ἐργαστικόν. ἀλλ’
11. ὅ γε ταῦτα γινώσκων, ὅταν ἄνθρωπον ἴδῃ, κατὰ μὲν τὰς
12. ἀκμὰς τῶν διακαῶν πυρετῶν ἀγρυπνοῦντά τε καὶ παραφρονοῦντα,
13. κατὰ δὲ τὰς παρακμὰς κοιμώμενόν τε καὶ κατανοοῦντα,
14. λογιεῖται τῆς κεφαλῆς μὲν αὐτῆς οὐδεμίαν εἶναι διάθεσιν
15. ἰδίαν, ὑπό τε τῆς κατὰ τὸν πυρετὸν θέρμης ἐκπυρούσης
16. αὐτὴν παραφροσύνην ἐργάζεσθαι. οὕτω δὲ καὶ τὰ
17. κατὰ περιπνευμονίαν καὶ πλευρῖτιν, ὅταν ἐν τοῖς πυρετοῖς
18. αὐτῶν εἰς ἀκμὴν ἥκουσιν ἕπηται παραφροσύνη, τῆς κεφαλῆς
1. αὐτῆς ἴδιον οὐκ ἔστι πάθημα· τῷ μονίμῳ γὰρ ἐχρῆν τεκμαίρεσθαι
2. τὸ τοῦ μέρους ἴδιον πάθος, ὅθεν εἰ καὶ πλευριτικῷ
3. τινι μόνιμος ἐπιγένηται παραφροσύνη, νοσεῖν ἤδη λογίζου
4. τὴν κεφαλὴν αὐτῷ νόσον ἰδίαν, ὥστε κᾂν καταστῇ τὸ τῆς
5. πλευρᾶς πάθος, ἐνδέχεσθαι μεῖναι τὸ τῆς κεφαλῆς· καὶ γὰρ
6. τὸν ἐφ’ ἕλκει βουβῶνα πολλάκις εἴδομεν ἐπιμένοντα ἔτι,
7. θεραπευθέντος τοῦ ἕλκους. ὅταν οὖν ἕτερον ἑτέρῳ τῷ
8. πρώτῳ πάσχοντι παροξυνομένῳ μὲν σφοδρῶς ἐπιγένηται,
9. παύηται δὲ μειουμένῳ, κατὰ συμπάθειαν αὐτὸ τεκμαίρου πεπονθέναι.
10. κοινὸν μὲν τοῦτο τεκμήριον ἕν· ἴδιον δ’ ἐπὶ τῶν
11. κατὰ τὸν ἐγκέφαλον, ὡς εἴρηται, τὸ μὴ παραμένειν ἀεὶ τὴν
12. παραφροσύνην, ἀλλὰ τῷ μεγέθει τῶν πυρετῶν ἕπεσθαι.
13. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν εἰσβολαῖς παροξυσμῶν πυρετοῦ
14. καρώδεις τινὲς ἢ κωματώδεις γίνονται, ψυχομένου σφοδρῶς
15. ἐν ἐκείνῳ τῷ καιρῷ τοῦ ἐγκεφάλου, διὰ τὸ προπαρεσκευάσθαι
16. πως αὐτὸν εἰς ἑτοιμότητα βλάβης τοιαύτης, ἤτοι δυσκρασίαν
17. μὲν ἔχοντα ψυχρὰν, οὐ μὴν τοσαύτην γε, ὡς ἡ τῶν εἰρημένων
18. συμπτωμάτων αἰτία δύναται γενέσθαι μόνη· προσελθούσης
1. δὲ κατὰ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ, μέγεθος ἕξει τηλικοῦτον,
2. ὡς καταφορὰν ἢ κάρον ἐργάζεσθαι· γίνεται μὲν οὖν, ὡς
3. ἔφην, τοῦτο κατὰ δυσκρασίαν ψυχράν· γίνεται δέ καὶ διὰ
4. φλεγματικὸν χυμὸν ἀθροισθέντα κατὰ τὸν ἐγκέφαλον.

Cliquer un n° de page pour en afficher l’image