Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 2.3, ed. Kühn, 1824, vol. 8, p. 75-78. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.3

1. Καὶ τοίνυν καὶ τὸ σφύζειν ἀνωδύνως
2. ὑπάρχει μόναις ταῖς ἀρτηρίαις, ὑγιαίνοντος τοῦ ζώου· φλεγμονῆς
3. δὲ μεγάλης γενομένης, ἢ ἐρυσιπέλατος, ἢ ἀποστήματος,
4. αἰσθανόμεθα σὺν ὀδύνῃ τοῦ σφυγμοῦ τῶν ἀρτηριῶν,
5. ἔμπροσθεν ὅθ’ ὑγίαινε τὸ σῶμα μὴ ὅτι μετ’ ὀδύνης, ἀλλὰ
6. μηδὲ χωρὶς ταύτης αἰσθανόμενοι. ἔστι γὰρ δὴ τὸ συμβαῖνον
7. τοιόνδε. τὰ φλεγμαίνοντα μόρια κατὰ δύο τούτους καιροὺς
8. ὀδυνᾶται μεγάλως, ὅταν τε πρὸς τὰς κινήσεις ἄγηται
9. καὶ ὅταν θλίβηται πρός τινων. ἐπειδὰν οὖν ὅλος ὁ μῦς φλεγμαίνῃ,
10. κατὰ διττὸν τρόπον ὀδύνης αἰσθανόμεθα, διαστελλομένων
11. τῶν ἀρτηριῶν, ὅτι τε κινοῦνται καὶ ὅτι θλίβουσί τε
12. ἅμα τὴν περικειμένην σάρκα καὶ θλίβονται πρὸς αὐτῆς.
13. οὗτος μὲν ὁ τρόπος ἐστὶ τοῦ κατὰ τὰ φλεγμαίνοντα μόρια
14. σφυγμοῦ, καὶ τοῦτον μόνον ἐκάλουν οἱ παλαιότατοι σφυγμὸν,
15. ὕστερον δὲ καὶ πᾶσαν αἰσθητὴν κίνησιν ἀρτηριῶν ὡσαύτως
16. ὠνόμασαν. οὐ μὴν ἀχώριστόν γε μυῶν πασχόντων, ἢ
17. ὅλως ἴδιόν ἐστι τὸ ναρκῶδες σφύζειν, ὅτι μηδὲ τὸ σφύζειν
18. ὅλως, τοῦ σφυγμοῦ δηλοῦντος, ὡς εἴρηται, τὸ μετ’ ὀδύνης·
1. ἔν τε γὰρ τοῖς σκίῤῥοις καὶ τοῖς ἰδίως οἰδήμασιν προσαγορευομένοις
2. ἔν τε ταῖς χωρὶς ὄγκου δυσκρασίαις ἀνώδυνός
3. ἐστιν ἡ τῶν ἀρτηριῶν κίνησις· ἔν τε τοῖς φλεγμονώδεσι πάθεσιν
4. οὐκ ἀεὶ μετ’ ὀδύνης, ἀλλ’ ὅταν μείζω γένηται· καὶ
5. μὴν καὶ χωρὶς μυὸς αὐτὴ καθ’ ἑαυτὴν ἡ ἀρτηρία φλεγμονῶδες
6. πάθος παθοῦσα μετ’ ὀδύνης σφύζει· λέγω δὲ δηλονότι φλεγμονῶδες
7. πάθος, ἵνα συνεπινοῆται τῇ φλεγμονῇ τά τ’ ἐρυσιπέλατα
8. καὶ τὰ ἀποστήματα. τῶν οὖν τοιούτων παθῶν
9. μειζόνων γενομένων σύμπτωμ’ ἐστὶν τὸ σφύζειν· εἰ δέ γε ναρκώδης
10. ποτ’ ἐπ’ αὐτῶν ὁ σφυγμὸς φαίνοιτο γινόμενος, αὐτῷ
11. δηλονότι τῷ κάμνοντι, τούτῳ γὰρ δὴ καὶ τὸ τῆς νάρκης πάθος
12. ἐστὶν αἰσθητόν· ἰστέον εἶναι τηνικαῦτα διάθεσιν
13. ἐν τοῖς κατὰ τὸν μῦν νεύροις, ἐπὶ παράλυσιν αὐτῶν ἀφικνουμένων·
14. ἡ μὲν γὰρ ναρκώδης διάθεσις ἐν τῷ μεταξὺ παραλύσεώς
15. τ’ ἐστὶ καὶ τῆς ὑγιεινῆς καταστάσεως. ὁ δὲ σὺν ἀλγήματι
16. σφυγμὸς ἕπεται φλεγμονώδεσι πάθεσιν ἀξιολόγοις, ἐπ’
17. αὐτῶν μὲν ἀεὶ τῶν ἀρτηριῶν, ἤδη δὲ καὶ τῶν περιεχόντων
18. αὐτὰς σωμάτων, ὅταν ὑπὸ στενοχωρίας θλίβωσιν αὐτὰ καὶ
1. οἷον πλήττωσι διαστελλόμεναι, τοῦ πάσχοντος μέρους αἰσθάνεσθαι
2. πεφυκότος. οὔτ’ οὖν ἐν περιπνευμονίᾳ γενήσεται πόνος
3. σφυγματώδης οὔτ’ ἐν πλευρίτιδι διὰ τὴν τῶν μορίων
4. φύσιν· ὁ μὲν γὰρ πνεύμων ἀναίσθητος, ἡ πλευρῖτις δὲ νόσημ’
5. ἐστὶ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὃς ἐν οἷς μὲν
6. ὁμιλεῖ τοῖς ὀστοῖς, ἐξ ἀνάγκης θλίβεται, τὸ μεταξὺ δὲ πᾶν
7. ἄθλιπτόν τ’ ἐστὶν αὐτοῦ καὶ μόνον τῷ λόγῳ τῆς φλεγμονῆς
8. ὀδυνώμενον. ἐν τούτῳ τῷ χωρίῳ καὶ ἀρτηρίαι εἰσὶν αἱ κατὰ
9. τὰ μεσοπλεύρια καλούμενα τεταγμέναι, κατά τε τὰ παχέα καὶ
10. χαλαρὰ μέρη τῶν πλευρῶν, ἐν βάθει τε κείμεναι μᾶλλον, ὡς
11. μὴ ψαύειν τοῦ τὰς πλευρὰς ὑπεζωκότος χιτῶνος. οὔτ’ οὖν
12. μετ’ ὀδύνης οὔθ’ ὅλως αἰσθητὴ τῷ κάμνοντι τῶν ἀρτηριῶν
13. τούτων ἐν ταῖς πλευρίτισιν ἡ κίνησις ἔσται· φλεγμαινόντων
14. μέντοι ποτε τῶν ἐν τοῖς μεσοπλευρίοις μυῶν, ὀδυνηρὰν
15. ἀνάγκη γενέσθαι τὴν διαστολὴν τῶν ἀρτηριῶν, καὶ διὰ τοῦτο
16. κατάφωρον αὐτῷ τῷ κάμνοντι· καὶ κατὰ τὸ μέγεθος τὸ τῆς
17. φλεγμονῆς αἰσθήσεται τοῦ κατ’ αὐτὴν σφυγμοῦ· καὶ διὰ
18. τοῦτό γε ἐπὶ τοῖς σφοδροτάτοις σφυγμοῖς ἐκπυΐσκεται τὰ
1. φλεγμαίνοντα μόρια, μεγάλαις φλεγμοναῖς ἑπομένης τῆς ἐκπυήσεως.
2. ἐξ οὖν τῶν εἰρημένων δῆλον ἤδη, ὡς ὁ σφυγμώδης
3. τε καὶ σφυγματώδης ὀνομαζόμενος ὑπὸ τῶν ἰατρῶν πόνος
4. ἐν πάθεσί τε γίγνεται φλεγμονώδεσι καὶ σώμασιν αἰσθητικοῖς·
5. κατὰ μὲν αὐτοπάθειαν, ἢ ἰδιοπάθειαν, ἢ πρωτοπάθειαν
6. ἐν ἀρτηρίαις, ὀνομαζέτω γὰρ ἕκαστος ὡς ἂν ἐθέλῃ·
7. κατὰ δὲ τὴν ἐκ τῆς θλίψεως τῶν ψαυόντων κοινωνίαν ἐν
8. τοῖς ἄλλοις ἅπασιν αἰσθητικοῖς.

Cliquer un n° de page pour en afficher l’image