9. Οὔκουν οὐδ’ ἐν ἥπατι γένοιτ’ ἄν ποτε τοιοῦτος
10. σφυγμὸς, οὐδ’ ἐν νεφροῖς, ὅτι μηδ’ ἐν ἐκείνοις εἰς ὅλα
11. διασπείρεται τὰ σπλάγχνα τὰ νεῦρα, καθ’ ὅτι μηδ’ ἐν πνεύμονι.
12. καὶ διὰ τοῦτο βάρους αἴσθησις ἐπ’ αὐτῶν γίνεται,
13. περιπεσόντων νοσήμασι τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων·
14. ἐφ’ ἑκάστου γάρ τοι τῶν εἰρημένων σπλάγχνων ὁ περικείμενος
15. ὑμὴν, εἰς ὃν διασπείρεται τὸ νεῦρον, αἰσθητικὸς
16. ὑπάρχει· διατεινόμενος οὖν ὑπὸ τοῦ κατὰ τὸ σπλάγχνον
17. ὄγκου τῷ τῆς ὀδύνης εἴδει τὴν προσηγορίαν προσεπεσπάσατο.
18. καὶ διὰ τοῦθ’ Ἱπποκράτης μὲν πρῶτος ἔγραψεν·
1. καὶ εἰς νεφρὸν ὀδύνη βαρεῖα· μετ’ αὐτόν τ’ οὐκ ὀλίγοι τῶν
2. ἀρίστων ἰατρῶν οὐκ ὀδύνης ὀξείας, ἀλλὰ βάρους αἴσθησιν
3. ἐν ταῖς τῶν εἰρημένων σπλάγχνων φλεγμοναῖς ἔφασαν γίνεσθαι.
4. καὶ μὴν καὶ τοὺς ὑμένας ὡς ἂν οὐκ ἔχοντας ἐν ἑαυτοῖς
5. ἀρτηρίας, εἰκὸς δήπου μὴ σφύζειν, ὥσπερ οὐδὲ τὸ δέρμα,
6. κᾂν ἰσχυρῶς φλεγμαίνῃ· κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ τοὺς
7. ἀδένας, ὅσοι οὐ μετέχουσιν ἀρτηριῶν· ἀλλὰ καθ’ ἕνα τρόπον
8. ἀλγήσει τὰ τοιαῦτα μόρια φλεγμαίνοντα, τὸν τῆς τάσεως·
9. ἀχώριστος γὰρ οὗτός ἐστι τῶν αἰσθητικῶν σωμάτων ἁπάντων
10. ἐν ταῖς τοιαύταις διαθέσεσιν.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 2.4, ed. Kühn, 1824, vol. 8, p. 78-79. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩