Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 2.5, ed. Kühn, 1824, vol. 8, p. 79-86. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.5

11. Οἱ δ’ ἄλλοι πόνοι τισὶ μὲν ὑπάρχουσι
12. μορίοις, τισὶ δ’ οὔ. μεμνῆσθαι γοῦν αὐτῶν ἀεὶ χρὴ, καὶ
13. γιγνώσκοντα τὴν φύσιν ἑκάστου τῶν τόπων ἐπισκοπεῖσθαι,
14. τίνας μὲν ἐγχωρεῖ δέξασθαι τρόπους ὀδύνης, τίνας δ’ οὔ.
15. λέγωμεν οὖν αὖθις αὐτοὺς ἀναλαβόντες. εἷς μὲν τρόπος
16. ὀδύνης ἐστὶν ὁ κατὰ τὴν ἀνώμαλον δυσκρασίαν ἐν αὐτῷ τῷ
17. πάσχοντι μορίῳ συνιστάμενος, εἰ καὶ μηδενὸς ψαύοι τῶν ἔξωθεν·
18. ἕτερος δ’ ὁ κατὰ τὴν τάσιν οὐκ ἔτ’ ἴδιος μόνου τοῦ
1. πάσχοντος, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ τὰ πλησιάζοντα γινόμενος·
2. ἄλλος δ’ ἐκ τῶν ψαυόντων μόνον ὁρμώμενος εἰς τὸ πάσχον,
3. ὅταν ἤτοι θλιβόμενον, ἢ θλώμενον, ἢ τιτρωσκόμενον ὑπό
4. τινος τῶν προσπιπτόντων ὀδυνᾶται. ὅ γε μὴν ἐκ τοῦ κινεῖσθαι
5. τρόπος τῆς ὀδύνης διὰ μέσου τινὸς ἑτέρου τὴν ὀδύνην
6. ἐργάζεται, καθάπερ ἐπὶ τῆς ἀρτηρίας ὀλίγῳ πρότερον ἐλέγετο·
7. καὶ γὰρ τείνεται τὸ κινούμενον ἐξ αὐτοῦ καὶ θλίβεταί
8. ποτε καὶ θλᾶταί τε καὶ τιτρώσκεται προσπῖπτον τοῖς πλησιάζουσιν·
9. εἰ δὲ μηδενὶ προσπίπτοι, τῷ τείνεσθαι μόνον τὴν
10. ὀδύνην ἐξ ἀνάγκης ἔχει· ὡς τά γ’ ὑφ’ ἑτέρων ὅλα κινούμενα,
11. μηδενὸς ἔξωθεν αὐτῶν ἐπιψαύοντος, οὐδεμίαν ὀδύνην ἐπικτᾶται
12. παρὰ τὴν ἀναγκαίαν. πολλάκις δ’ ἐν ἑτέροις εἰρηκὼς
13. οἶδα δύο τοὺς πρώτους τρόπους ὀδύνης, ἀθρόαν ἀλλοίωσιν
14. κράσεως καὶ συνεχείας λύσιν, οἷς οὐ μάχεται τὰ νῦν εἰρημένα.
15. καὶ γὰρ τὸ τεινόμενον καὶ τὸ θλιβόμενον καὶ τὸ
16. θλώμενον καὶ τὸ τιτρωσκόμενον ὀδυνᾶται, λυομένης τῆς
17. συνεχείας αὐτοῦ. οὐδὲ γὰρ ὅταν ὑπὸ βελόνης τιτρώσκηταί τις,
18. ἕτερον πάθος. πάσχει τοῦ γινομένου κατὰ τὴν ὑπὸ δριμέος
1. χυμοῦ διάβρωσιν· ἐν ἑκατέρῳ γέ τοι τῷ πάθει διαφθείρεται
2. τὸ συνεχές. οὐχ ὡσαύτως οὖν ὅ τε δακνώδης χυμὸς ὀδύνην
3. ἐργάζεται καὶ ὁ πολύς· ἀλλ’ ὁ μὲν τῷ διαβιβρώσκειν, ὁ δὲ
4. τῷ διατείνειν, ὥσπερ καὶ τὸ φυσῶδες πνεῦμα, κᾀν ταῖς ἰσχουρίαις
5. τὸ οὖρον. ἐν ἐρυσιπέλασί τε καὶ φλεγμοναῖς καὶ ὅλως
6. τοῖς φλεγμονώδεσι πάθεσιν οὐ τῷ τείνεσθαι μόνον ἐπὶ τῇ
7. πληρώσει πονοῦσιν, ἀλλὰ καὶ τῇ δυσκρασίᾳ, οὐ σμικρὰν οὐδ’
8. αὐτῆς δύναμιν ἐχούσης πρὸς ὀδύνης γένεσιν, ὡς δηλοῦσιν οἱ
9. ἐξ ὁδοιπορίας ἐν χειμῶνι σφοδρῷ θάλπειν ἀθρόως παρὰ πυρὶ
10. τὰς χεῖρας ἐπιχειρήσαντες· ἀφορήτου γὰρ τινος ὀδύνης αἰσθάνονται,
11. καὶ μάλιστα κατὰ τὰς ῥίζας τῶν ὀνύχων. οἶδα δὲ
12. καὶ ἐμαυτῷ ποτε συμβᾶσαν ὀδύνην, ὡς τρυπάνῳ δοκεῖν διατιτρᾶσθαι
13. κατὰ τὸ βάθος τῆς κοιλίας ἐν ἐκείνῳ μάλιστα τῷ
14. χωρίῳ, καθ’ ὃ τοὺς ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν οὐρητῆρας
15. ἐκτεταμένους ἴσμεν· εἶτ’ ἐνεθέντος πηγανίνου ἐλαίου, μικρὸν
16. ὕστερον ἀποκρῖναι προθυμηθεὶς αὐτὸ, συνεξέκρινα μετὰ
17. σφοδροτάτης ὀδύνης τὸν ὑαλώδη προσαγορευόμενον ὑπὸ Πραξαγόρου
18. χυμὸν, ὃς ὑάλῳ κεχυμένῃ προσέοικεν τὴν χροιὰν καὶ
1. τὴν σύστασιν· ἐθεασάμην δ’ αὐτὸ τοῦτο καὶ ἄλλοις συμβάν.
2. ὅτι δὲ ψυχρότατος ὁ χυμὸς οὗτός ἐστιν, εἴρηται μὲν δήπου
3. καὶ Πραξαγόρᾳ τῷ καὶ τοὔνομα κατ’ αὐτοῦ θεμένῳ τὸ ὑαλῶδες·
4. φαίνεται δὲ σαφῶς καὶ κατὰ τὴν τῆς ἁφῆς αἴσθησιν
5. αὐτῶν τε τῶν ἀποκρινάντων αὐτὸν καὶ εἴ τις ἅψασθαι
6. βουληθείη παραχρῆμα· καὶ θαυμάσαι γ’ ἐστὶ, πῶς ψυχρὸς
7. ὑποπίπτει, μηδὲν ὑπὸ τῆς κατὰ τὴν ἔκπτωσιν βίας θερμαινόμενος.
8. ἐγὼ μὲν οὖν ᾠήθην λίθοι ἐσφηνῶσθαι κατὰ τὸν
9. ἕτερον τῶν οὐρητήρων, οὕτω μοι τὸ τῆς ὀδύνης εἶδος αὐτοῦ
10. τῷ τιτρᾶσθαι παραπλήσιον ἐφαίνετο· δῆλον δ’ ἐγένετο, μετὰ
11. τὴν ἔκκρισιν τοῦ χυμοῦ παυσαμένης τῆς ὀδύνης, ὡς οὔτε λίθος
12. ἦν αἴτιος οὔθ’ ὁ πάσχων τόπος οὐρητὴρ ἢ νεφρὸς,
13. ἀλλά τι τῶν ἐντέρων, καὶ μᾶλλον ἴσως τῶν παχέων· οὐ γὰρ
14. ὡς διὰ λεπτοῦ σώματος ἡ διέξοδος αὐτοῦ βραχυχρόνιος ἦν,
15. ἀλλ’ ὡς ἐκ βάθους τινὸς φερομένου διὰ παχυτέρου τινὸς ἢ
16. κατὰ τὸν χιτῶνα τῶν λεπτῶν ἐντέρων. ταύτῃ μοι δοκοῦσι
17. καὶ οἱ ἰατροὶ σχεδὸν ἅπαντες ὀνομάσαι τὰ τοιαῦτα τῶν ἀλγημάτων
18. κωλικὰ, καίτοι γ’ ὅσον ἐπὶ τῷ χωρίῳ, καθ’ ὃ τῆς
1. ὀδύνης αἰσθάνονται, μηδενὸς μᾶλλον ἐνδεικνυμένου τὸ κῶλον,
2. ἤ τι τῶν λεπτῶν ἐντέρων ὀδυνᾶσθαι. τὰ μὲν δὴ τοιαῦτα
3. τῶν ἀλγημάτων ὡς ὑπὸ τρυπάνου φαίνεται γινόμενα, τῶν
4. καμνόντων αὐτῶν οὕτως ἑρμηνευόντων· ἕτερα δ’ ὡς σκόλοπος
5. ἐμπεπαρμένου φαίνεται, παχὺ μὲν ἐνδεικνύμενα καὶ ταῦτα
6. τὸ πάσχον εἶναι σῶμα, διαφέροντα δ’ ἀλλήλων ἤτοι κατὰ
7. τὸ πλῆθος, ἢ τὸ πάχος, ἢ τὴν κίνησιν, ἢ τὴν δύναμιν τῆς
8. ἐργαζομένης τὴν ὀδύνην οὐσίας, εἴτε χυμὸς εἴτε πνεῦμα φυσῶδες εἴη.
9. τὸ γὰρ ἔλαττον ἧττον ὀδυνήσει τοῦ πλέονος,
10. ὥσπέρ γε καὶ τὸ λεπτότερον τοῦ παχυτέρου, καὶ τὸ μένον
11. τοῦ κινουμένου, καὶ τὸ τοῦ βιαίου τῆς ψύξεως ἀπολειπόμενον·
12. ἀλλὰ τό γε τῆς ὀδύνης εἶδος ἐντέρου παχέος ἐστὶν, ἄν θ’
13. ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου τις ἄν θ’ ὡς ὑπὸ τρυπάνου
14. διατιτρᾶσθαι νομίζῃ. καὶ διακρῖναί γε ταῦτα τῆς ἀπὸ λίθου
15. σφηνώσεως οὐκ ἔστι, πρὶν περιμεῖναί τι τῶν ἐφεξῆς. οὐ μὴν
16. οὐδὲ βλαπτόμεθά τι πρὸς τὸ πραῧναι τὴν ὀδύνην ἐκ τῆς
17. τοιαύτης ἀγνοίας· κοινὰ γὰρ ἅπαντα τὰ τῆς ὀδύνης ἑκατέρας
18. ἐστὶ βοηθήματα, θάλψεις μὲν ἔξωθέν τε καὶ διὰ τῶν ἐνιεμένων 
1. τὸ πρῶτον, ἐπὶ ταύταις δὲ, εἰ μὴ πραΰνοιτο, καὶ τῶν
2. ἀνωδύνων τι καλουμένων φαρμάκων, ὁποῖόν ἐστιν τὸ τοῦ
3. Φίλωνος. ἀλλ’ εἰ μὲν λίθος ὁ τὴν ὀδύνην ἐργαζόμενος εἴη,
4. ποτὲ μὲν αὐτὸς μόνος ἐκκριθεὶς ὀφθήσεται, ποτὲ δὲ καὶ μεθ’
5. αἵματος ἅμ’ αὐτῷ συνεξουρηθέντος, ξυσθέντων δηλονότι τῶν
6. σωμάτων ἃ διεξῆλθεν, καὶ μᾶλλον εἰ τραχὺς ἢ ὀξὺς ὁ λίθος
7. εἴη· καὶ μετὰ ταῦθ’ ὕστερον ἐπισκεπτομένῳ σοι τὰ οὖρα,
8. ψαμμώδεις ὑποστάσεις εὑρεθήσονται· τοῦ κώλου δ’ εἴπερ εἴη
9. τὸ πάθος, οὔτε ψάμμος οὔτε λίθος οὔθ’ αἷμα, χυμὸς δέ
10. τις, οἷον εἶπον, ἢ τἄλλα γε τὰ κατ’ ἔντερον πάσχον ἐπιφαινόμενα
11. συμπτώματα, παραχρῆμα μὲν ἐμφύσησίς τις, καὶ διάτασις,
12. ἢ πάνυ πολλαὶ φῦσαι, καὶ μᾶλλον ἐξ ὑστέρου, καὶ
13. στρόφοι τινὲς, καὶ διαχωρήματα φυσώδη· γνωρίσεις δ’ αὐτὰ
14. τῷ καθ’ ὕδατος ἐποχεῖσθαι προσεοικότα βολβίτοις. ἀλλὰ καὶ
15. τὰ τῆς ὀρέξεώς τε καὶ πέψεως χείρω, προγεγονότα τε
16. καὶ γινόμενα καὶ συνεπόμενα, κατὰ τὴν τῆς συνεχείας κοινωνίαν
17. τῷ πρωτοπαθοῦντι συμπαθούσης τῆς γαστρός.
1. οὐχ ἥκιστα δὲ καὶ προηγεῖται τῶν κωλικῶν ὀνομαζομένων παθῶν
2. ἀπεψία καὶ πνευμάτωσις, ἔμετός τε καὶ ναυτίαι μέχρι
3. πολλοῦ παραμένουσαι κεναὶ, καὶ δῆξις τῶν καθ’ ὑποχόνδριον,
4. ἄση τε καὶ ἀπορία πολλή. τὰ μὲν οὖν σφοδρότατα
5. τῶν τοιούτων ἀλγημάτων εἰκὸς εἶναι κατὰ τὰ παχύτερα
6. τῶν ἐντέρων· ὅσα δ’ ἐπιεικέστερα, δυοῖν θάτερον, ἢ ἐν τοῖς
7. αὐτοῖς μένειν, ἀλλὰ διὰ μετριωτέραν αἰτίαν, ἢ ἐν τοῖς λεπτοῖς
8. ἐντέροις συνίστασθαι. τὰ δὲ μετὰ δήξεως ἐπὶ χυμῷ δακνώδει
9. γίνεται διαβιβρώσκοντι τὸ ἔντερον· ἀεὶ γοῦν δυσεντερίας
10. προηγεῖται τὰ τοιαῦτα, τῆς γε μεθ’ ἑλκώσεως ἐντέρων γινομένης,
11. ἣν καὶ μόνον ὀνομάζουσι δυσεντερίαν οἵ τε νεώτεροι πάντες
12. ἰατροὶ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι· καλοῦσι γὰρ οἱ μέν
13. τινες αὐτῶν οὐ μόνον ταύτην δυσεντερίαν, ἀλλὰ καὶ τὴν ἄλλην
14. τὴν αἱματώδη προσαγορευομένην διὰ τὸ τῶν ἐκκρίσεων
15. εἶδος, ἐνίοτε μὲν αἵματος ἀκριβοῦς καὶ πολλοῦ διαχωρουμένου,
16. ποτὲ δ’ ὥσπέρ τινος ἰλύος αὐτοῦ καὶ τρυγὸς, οὐκ ὀλίγου
17. τὸ πλῆθος οὐδὲ τούτου. αὕτη μὲν οὖν σύμπτωμά ἐστιν
18. ἥπατος πάσχοντος, ἡ δ’ αἵματος ἀκριβοῦς καὶ πολλοῦ τὸ
1. σύμπαν σῶμα κενοῖ πολλάκις οὕτως ὡς αἱμοῤῥοῒς ἢ κάθαρσις
2. γυναικεία. περὶ μὲν δὴ τούτων καὶ αὖθις ἐγχωρεῖ διελθεῖν,
3. ἐπὶ δὲ τὰ τῶν ἀλγημάτων εἴδη πάλιν ἐπάνειμι· τοῦτο γὰρ
4. μάλιστα προὐθέμην ἐν τῷδε τῷ γράμματι διασκέψασθαι.
5. ἀρξώμεθ’ οὖν αὖθις ἀπὸ τοῦ νυγματώδους ὀνομαζομένου,
6. συνισταμένου τε περὶ τοὺς ὑμένας μάλιστα, τῆς μὲν οἷον ῥίζης
7. τοῦ πάθους κατὰ τὸ νύττεσθαι δοκοῦν ἐρηρεισμένης, ἐκτεινομένης
8. δ’ ἐπὶ πλέον ἐν κύκλῳ περὶ τοῦτο τῆς ὀδύνης·
9. οὕτω τοι καὶ τὸ τῆς πλευρίτιδος ἄλγημα νυγματῶδες εἶναι
10. σχεδὸν ἅπασι τοῖς ἰατροῖς ὡμολόγηται, καθάπερ τὸ τῆς φλεγμονῆς
11. σφυγματῶδες.

Cliquer un n° de page pour en afficher l’image