10. Ὅσον οὖν ἐν αὐτοῖς ἐστι σαφὲς, ἐπισκεψώμεθα,
11. καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ ναρκώδους πόνου.
12. δίκαιον γάρ ἐστι τὰ μὲν ἀσαφῆ τῶν ὀνομάτων ἐν ἀδήλῳ καταλιπεῖν,
13. ἄχρηστα νομίζοντας, καθάπερ εἰ μηδ’ ὅλως ἐγέγραπτο·
14. τὰ δὲ σαφῆ κρίνειν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ πολὺ
15. πρότερον ἔτι τῇ πείρᾳ. χαλεπὸν δὲ τὸ τοιοῦτον κριτήριον,
16. ὡς ἂν ἑτέροις πολλάκις ἀναγκαζομένων ἡ μῶν πιστεύειν, οὔτε
17. παρακολουθοῦσιν σαφῶς οἷς πάσχουσιν διὰ μαλακίαν ψυχῆς,
18. οὔτ’, εἰ καὶ παρακολουθοῖεν, ἑρμηνεῦσαι δυναμένοις,
1. ἢ τῷ μηδ’ ὅλως οἵους τ’ εἶναι λόγῳ δηλῶσαι περὶ ὧν πάσχουσιν,
2. οὐ γὰρ μικρᾶς δυνάμεως τὸ τοιοῦτον, ἢ τῷ μηδ’
3. εἶναι ῥητὸν αὐτό. καταλείπεται τοίνυν αὐτὸν πεπονθέναι
4. τὸν μέλλοντα γράψειν ἑκάστου τῶν ἀλγημάτων τὴν ἰδέαν,
5. ἰατρόν τε ὄντα καὶ ἄλλοις ἑρμηνεῦσαι δυνατὸν, ἑαυτῷ τε
6. παρηκολουθηκότα μετὰ φρονήσεως, ἡνίκ’ ἔπασχεν, ἄνευ μαλακίας
7. ψυχῆς. οὐ μὴν ἅπαντά γε τὰ πάθη καθ’ ὅλον
8. ἑαυτοῦ τὸν βίον ἔπαθέν τις, εἰ καὶ νοσωδέστατος εἴη· διὸ
9. καὶ θαυμάζω, τὰς ἰδιότητας αὐτῶν ἀναγιγνώσκων, ὅσας
10. ἔγραψεν ὁ Ἀρχιγένης· ὡς γὰρ αὐτὸς ἅπαντα πεπονθὼς
11. διηγεῖται, καίτοι γ’ οὐ πάνυ τι νοσώδης γενόμενος· εἰ δὲ
12. καὶ καθ’ ἕν τι μόριον τοῦ σώματος ἀσθενὴς καὶ νοσώδης
13. ἦν, ἀλλ’ οὔπω γε πάντα, καθάπερ οὐδ’ ἄλλος τις οὐδεὶς
14. ἀνθρώπων. οὐδὲ γὰρ ἂν εὕροις τὸν αὐτὸν ἄνθρωπον ἅμα
15. τε κεφαλὴν ἀσθενῆ καὶ θώρακα καὶ πνεύμονα καὶ ἧπαρ
16. καὶ σπλῆνα καὶ γαστέρα καὶ νῆστιν καὶ κῶλον καὶ κύστιν,
17. ἕκαστόν τε τῶν ἄλλων. ἔοικεν οὖν ἐπινοίαις τισὶν ἰδίαις
18. λογικαῖς, ἢ τῇ πείρᾳ τῶν πεπονθότων, ὁ Ἀρχιγένης
1. ἀποπιστεῦσαι, διηγουμένων ὡς ἠδύναντο τὰς διαφορὰς τῶν
2. ἀλγημάτων.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 2.7, ed. Kühn, 1824, vol. 8, p. 88-90. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩