6. Μεταβῶμεν δ’ ἐφ’ ἑτέραν, διδάσκουσαν
7. καὶ αὐτὴν ἐκ τῆς τῶν πόνων διαφορᾶς διάγνωσιν τῶν πεπονθότων
8. μορίων· ἔστι δ’ ἡ ῥῆσις ἥδε· ὁ δὲ τοῦ ἥπατος
9. ὅλκιμος, ἐμπεφυκὼς καὶ ναρκώδης ἐστὶ καὶ ἀτειρότερον
10. ἐγκείμενος· ὁ δὲ τοῦ σπληνὸς οὐκ ὀξὺς, βάρος δ’ ἅμα καὶ
11. διάτασιν ἔχει, ἀντεντεινομένῳ πρὸς ἔνθλιψιν καὶ ἀποπίεσίν
12. τινα ἔξωθεν ἐπικειμένην ἐοικώς. νεφροὶ δὲ αὐστηρούς τε
13. τοὺς πόνους ἐπιφέρουσι καὶ μετ’ ἐμμόνου σφίγξεως ἐπινύσσοντας.
14. κύστις δὲ στύφουσι σφόδρα χρῆται τοῖς ἀλγήμασι
15. καὶ σὺν διατάσεσιν νυγματώδεσιν· ὑστέρα δὲ ὀξέσι,
16. διαΐσσουσι, νυγματώδεσι, διατείνουσιν, ἐμπίπτουσι στροφωδῶς·
17. τοιούτῳ μίγματι πέφυκε πονεῖν, καθ’ ὃ καὶ ἀπορίαν
18. τοῦ ἰδιώματος ἐμποιεῖ. ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ
1. Ἀρχιγένης εὐθέως κατὰ τὴν ἀρχὴν ὅλκιμον εἶναί φησι τὸν
2. πόνον τοῦ ἥπατος. ἔστι μὲν οὖν ἄηθες τοὔνομα τοῖς Ἕλλησιν
3. τὸ ὅλκιμον, ὥστ’ οὐδὲ τί σημαίνει ῥᾴδιον εὑρεῖν· ἐκ γὰρ
4. πολλῆς χρήσεως ἡ τῶν σημαινομένων εὕρεσις γίνεται· τοὺς
5. δ’ οὖν χρησαμένους αὐτῷ τὸ γλίσχρον οἶδα δηλοῦντας, ὃ
6. ὥσπερ ὁ ἰξός ἐστιν, ὥστε μέρους λαβόμενον ἕλκειν δι’ αὐτοῦ
7. δύνασθαι τὸ συνεχές. οὕτω δὲ καὶ τὸ σταὶς ὅλκιμον
8. εἴρηται τὸ τῶν πυρῶν, καὶ μάλιστα τὸ κάλλιστα πεφυραμένον·
9. οὐχ ὅλκιμον δὲ τὸ τῶν κριθῶν καὶ τὸ τῆς κέγχρου.
10. τό γε μὴν τοῦ ἥπατος ἄλγημα κατὰ τοῦτο τὸ σημαινόμενον
11. οὔκ ἄν ποτε γένοιθ’ ὅλκιμον, ὥστ’ ἄλλό τι ζητητέον ἡμῖν
12. ἐστιν. εἷς μὲν δή τις τῶν πρεσβευόντων τὴν Ἀρχιγένους αἵρεσιν
13. ὅλκιμον ἔφησεν πόνον εἰρῆσθαι τὸν τοῦ ἥπατος, ἐπειδὴ
14. καθέλκει φλεγμαῖνόν τε καὶ σκληρούμενον τὴν κλεῖν· ἕτερος
15. δὲ τὸ χρονίζον· ἄλλος δὲ τὸ μέτριον· εἰσὶ δ’ οἳ τὸ
16. βραδὺ, τοῦτο δ’ εἶναι τὸ ἀντικείμενον τῷ ὀξεῖ, καί φασι
17. τὸ μὲν κατεπεῖγον καὶ σφοδρὸν, ὡς μηδεμίαν ἀνάπαυλαν
18. ποιεῖσθαι, καλεῖν αὐτὸν ὀξὺ, τὸ δ’ ἐναντίον, ὅπερ ἐστι
1. τὸ βραδὺ, ὅλκιμον εἰρηκέναι· τινὲς δὲ τὸν βάρους ἔμφασιν
2. ἔχοντα φασὶν εἰρῆσθαι ὅλκιμον ἤτοι βαρὺν πόνον· ὀνομάζεσθαι
3. γὰρ ἐν τῇ συνηθείᾳ κατὰ τοῦ βάρους τὴν ὁλκήν.
4. πολλὰ δὲ καὶ ἄλλα διαφόρως ἐξηγούμενοι λέγουσιν οἱ θαυμάζοντες
5. ἃ μηδεὶς νοεῖ. τὸ μὲν οὖν ὅλκιμον ὄνομα, τὸ κατὰ
6. τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον, ὅτι μηδὲν ἡμᾶς διδάσκει,
7. πρόδηλον ἤδη γέγονεν· ἐπισκεψώμεθα δ’ ἐφεξῆς, τί ποτ’ ἐστὶν
8. ὁ ἐμπεφυκὼς πόνος, ἥπατος ἴδιος εἶναι καὶ αὐτὸς εἰρημένος.
9. ἐμοὶ μὲν δὴ πιθανώτερον εἶναι δοκεῖ, τῷ διαΐσσοντι τὸν ἐμπεφυκότα
10. κατ’ ἐναντίωσιν εἰρῆσθαι πρὸς αὐτοῦ· τί γὰρ ἂν
11. ἄλλο τις ὑπολάβοι; καὶ μὴν εἴ τις ἄλλος πόνος εἰς συμπάθειαν
12. ἄγει πολλὰ τῶν πέριξ σωμάτων, οὕτω καὶ ὁ τοῦ ἥπατος,
13. ὅς γε καὶ μέχρι τῆς κλειδὸς ἐκτείνεται, καὶ δύσπνοιαν
14. ἐπιφέρει πολλάκις, ἐνίοτε δὲ καὶ βῆχα καὶ δυσεντερίαν, εἴς
15. γε μὴν τὰς νόθας πλευρὰς οὐκ ὀλιγάκις ἐναργῶς διικνεῖται·
16. πῶς ἂν οὖν ἀληθῶς λέγοιτο κατὰ χώραν μένειν; ἆρ’ οὖν
17. ἄμεινόν ἐστιν τὸν ἐμπεφυκότα πόνον εἰρῆσθαι δοκεῖν, τὸν οἷον
18. ἐμπεπαρμένον; καὶ μὴν ἥκιστα τοιοῦτός ἐστιν ὁ τοῦ ἥπατος,
1. ὡς ἀρτίως ἐπιδέδεικται. ἐδείχθη δ’ ἔμπροσθεν, ὅτι μηδ’
2. ὁ ναρκώδης πόνος ἴδιός ἐστι μορίου τινὸς, ἀλλὰ διαθέσεως
3. μᾶλλον· εἰ δὲ δὴ καὶ μορίου τινὸς, οὐδαμῶς ἥπατος, ἀλλ’,
4. εἴπερ ἄρα, τῶν νευρωδῶν σωμάτων. ὁ δ’ ἀτειρῶς ἐγκείμενος
5. μάχεται τῷ ναρκώδει, βίαιός τις ὢν καὶ συνεχής· ἔστι δ’ οὐ
6. τοιοῦτος ὁ τοῦ ἥπατος, ἀλλὰ μᾶλλον βαρύς· οὐ μὴν οὐδὲ ὁ
7. βαρὺς ἴδιος ἥπατος ἐξαιρέτως, ἀλλὰ κοινὸς σπληνὶ καὶ νεφροῖς
8. φλεγμαίνουσιν. ὁ δ’ Ἀρχιγένης οὐκ οἶδα πῶς ἐπὶ
9. μόνου τοῦ σπληνὸς ἐμνημόνευσεν τῆς τοιαύτης ἰδέας τοῦ πόνου,
10. μηδ’ Ἱπποκράτους ἀκούσας εἰπόντος, καὶ ἐς νεφρὸν
11. ὀδύνη βαρεῖα. τοῦτο μὲν οὖν ἔλαττον ἁμάρτημα, μέγιστον
12. δὲ, ὅπερ εἴωθε ποιεῖν, ὀνόματα γράφων ἑτέρων αἰσθήσεων
13. οἰκεῖα, καθάπερ καὶ νῦν ἐπὶ νεφρῶν μὲν τοὺς αὐστηροὺς
14. πόνους, ἐπὶ κύστεως δὲ τοὺς στύφοντας· ἔστι γὰρ ταῦτα
15. χυμῶν ὀνόματα, δι’ ὀργάνου μὲν τῆς γλώττης, αἰσθήσεως δὲ
16. τῆς γευστικῆς διαγινωσκόμενα. γενικώτερον μὲν οὖν τι
17. πρᾶγμα δηλοῦται πρὸς τῆς στῦφον φωνῆς, εἰδικώτερον δὲ
1. πρός τε τῆς αὐστηρὸν καὶ στρυφνόν· ἄμφω μὲν γὰρ στύφει,
2. μᾶλλον δὲ τὸ στρυφνὸν, οἷόν πέρ ἐστιν ἡ ὀμφακῖτις ὀνομαζομένη
3. κηκίς· αὐστηραὶ δ’ εἰσὶ καὶ ῥοαὶ πολλαὶ καὶ τὰ κυδώνια
4. μῆλα καὶ ἄλλα πάμπολλα τῶν ἐδωδίμων, ἀηδῆ γε μὴν
5. τὰ στρυφνὰ, μὴ ὅτι τὰ φάρμακα μόνον, καθάπερ ὑποκιστὶς
6. καὶ βαλαύστιον καὶ κηκὶς καὶ ῥοῦς, ἀλλὰ καὶ τῶν ἐδωδίμων
7. ὅσα τοιαῦτα. διόπερ οὐδὲ νοῆσαι δυνατόν ἐστιν, ὁποῖόν
8. τινα βούλεται τὸν αὐστηρὸν ἢ τὸν στρυφνὸν εἶναι πόνον ὁ
9. Ἀρχιγένης, οὐ μᾶλλον ἢ τὸν κυανοῦν, ἢ τὸν ἐρυθρὸν,
10. ἢ φαιὸν, ἤ τινα ἄλλον ἀπὸ τῶν χρωμάτων ὀνομαζόμενον.
11. ὅπερ δέ τις ἔλεγεν τῶν Ἀρχιγενείων διδασκάλων, ἐπισκέψασθαι
12. καιρός· ἐδόκει γὰρ αὐτῷ τὰς ἰδιότητας τῶν πόνων ἑρμηνεύειν
13. ὁ Ἀρχιγένης φιλοτιμούμενος, ἀῤῥήτους κατά γε
14. τἀληθὲς οὔσας, εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖσθαι τῶν
15. ὀνομάτων· οὐκ εἰδὼς ὅτι μία μὲν ἑκάστη τῶν ποιοτήτων ἐστὶ
16. ῥητὴ κατά τε τὴν ἁφὴν καὶ τὴν γεῦσιν, ἔνθα δ’ ἅμα πολλαὶ
17. ποιότητες ἐμφαίνονται κατὰ μίαν οὐσίαν, ἐνταῦθα καὶ
18. γενέσθαι συμβαίνει τὴν ἰδιότητα, καὶ μάλιστ’ ἐπὶ τῆς γεύσεως,
1. ὁπόταν, εἰ τύχοι, καὶ πικρότητός τε καὶ γλυκύτητος αὐστηρότητός
2. τε καὶ δριμύτητος ἐμφαίνηταί τι κατὰ μίαν οὐσίαν·
3. ἰδιότης γάρ τις οὕτως γίνεται περὶ τὴν γεῦσιν, ἄῤῥητος μὲν,
4. εἴ τις ἐθέλοι δι’ ἑνὸς ὀνόματος αὐτὴν δηλῶσαι, ῥητὴ δ’, εἰ
5. καθ’ ἑκάστην τῶν ποιοτήτων διέρχοιτο μετὰ τοῦ καὶ τὸ μᾶλλόν
6. τε καὶ ἧττον οὐκ ἀδύνατον εἶναι προσδηλοῦν. οὕτω δὲ
7. καὶ τὰς βοτάνας ἁπάσας τε καὶ τὴν ἄλλην ὕλην ἐδήλωσαν οὐκ
8. ὀλίγοι τῶν ἰατρῶν, ἐξηγούμενοι τῶν ποιοτήτων ἑκάστην,
9. ὅσαι ταῖς ἑρμηνευομέναις οὐσίαις ὑπάρχουσιν. ὥστε καὶ ὁ
10. Ἀρχιγένης, εἰ μὲν ἑνὶ περιλαβεῖν ὀνόματι τὴν ὅλην ἰδιότητα
11. τῆς οὐσίας ἐπεχείρει, παντάπασιν ἀμαθὴς ὑπῆρχεν, ὅπερ οὐ
12. προσήκει λέγειν ἐπ’ Ἀρχιγένους· εἰ δὲ τὰς ἁπλᾶς ποιότητας,
13. αὗται μὲν οὐκ εἰσὶν ἄῤῥητοι, τὸ δὲ ποσὸν ἐν αὐταῖς ἄῤῥητον
14. μὲν ἀκριβεῖ μέτρῳ, ῥητὸν δ’ ὡς ἐν πλάτει. οὔκουν ἔτι
15. χρὴ μηκύνειν, πεφηνυίας σαφῶς τῆς ἰδέας τῶν λόγων ᾗ χρῆσθαι
16. δεῖ τὸν ἑρμηνεύειν ἐπιχειροῦντα τῶν αἰσθητῶν πραγμάτων
17. ὁτιοῦν. ἴδια μὲν γὰρ ἔχομεν ἁπασῶν τῶν ἁπτῶν ποιοτήτων
18. ὀνόματα, καθάπερ γε καὶ τῶν γευστῶν· ἴδια δὲ τῶν
1. ὁρατῶν, ὥσπερ καὶ τῶν ἀκουστῶν, καὶ χρῆσθαι προσήκει
2. πᾶσιν αὐτοῖς, ὡς ἔθος ἐστὶν τοῖς Ἕλλησι, μήτε στύφοντα
3. μήτ’ αὐστηρὸν ὀνομάζοντα πόνον, ἴδιαι γὰρ αὗται χυμῶν
4. προσηγορίαι. καὶ πάμπολλοι πρὸ Ἀρχιγένους ἰατροὶ
5. τὰς διαφορὰς τῶν πόνων γράψαντες οὐκ ἐτόλμησαν ἑτέροις
6. ὀνόμασι χρήσασθαι τῶν συνηθῶν, ἃ καὶ παρ’ αὐτῶν τῶν καμνόντων
7. ἐστὶν ἀκοῦσαι· καὶ γὰρ οὕτως ἀλγεῖν ποτε λέγουσιν,
8. ὡς ὑπὸ βελόνης νύττεσθαι δοκεῖν· οὕτως αὖ πάλιν, ὡς ὑπὸ
9. τρυπάνου τιτρᾶσθαι καὶ θλᾶσθαι δοκεῖν καὶ διασπᾶσθαι καὶ
10. τείνεσθαι καὶ ἀνασπᾶσθαι καὶ κατασπᾶσθαι, καὶ βάρους τινὸς
11. αἴσθησιν ἔχειν, ἐνίοτε μὲν ἐκκρεμαμένου τῶν ὑπερκειμένων,
12. ἐνίοτε δ’ ἐγκειμένου τοῖς περιέχουσιν. τὰ μὲν οὖν τοιαῦτα
13. πάντα συνετὰ, στύφοντες δὲ καὶ στρυφνοὶ καὶ αὐστηροὶ
14. πόνοι τῶν ἀσυνέτων τε ἅμα καὶ ἀχρήστων εἰσίν· ὅπερ ἐχρῆν
15. ἐννενοηκέναι τὸν Ἀρχιγένην, διδάσκειν γε βουλόμενον ἡμᾶς
16. διαγνωστικοὺς γίνεσθαι τῶν πεπονθότων τόπων. εἰ μὴ γὰρ
17. ἐξ ὧν οἱ κάμνοντες αὐτοὶ λέγουσι διαγνωσόμεθα, λῆρος ἂν
18. εἴη μακρὸς ὁ περὶ τῶν ἀλγημάτων λόγος· εἰ δὲ παρ’ ἐκείνων
1. χρὴ πυνθάνεσθαι, τίνα τρόπον ἀλγοῦσι, λέγουσι δ’ οὐδέποτε
2. στρυφνὸν ἢ αὐστηρὸν ἢ ἀτειρὸν ἢ ὅλκιμον πόνον, πάλιν
3. ἄχρηστος τοιαύτη διδασκαλία. καὶ μὲν δὴ καὶ κατ’ ἐκεῖνον
4. τὸν λόγον, ἐν ᾧ φασι τὰς ἰδιότητας τῶν πόνων ἐπιχειρεῖν ἑρμηνεύειν
5. τὸν Ἀρχιγένην, τὸ τῆς τοιαύτης διδασκαλίας ἀδύνατόν
6. τε ἅμα καὶ ἄχρηστον ἐμφαίνεται. πρῶτον μὲν ἄῤῥητός
7. ἐστιν ἡ ἰδιότης πᾶσα κατ’ αὐτούς· εἰ δὲ τοῦτο, πάντως
8. δήπου καὶ ἀδύνατον εἰς διδασκαλίαν ἐλθεῖν, ὡς ἂν
9. μόνοις γινωσκομένην τοῖς αἰσθητῶς αὐτὴν ἐγνωκόσιν.
10. ἔπειτα δὲ καὶ ἄγνωστος ἡμῖν τοῖς μὴ πεπονθόσιν ἐστὶν, εἰ μὴ
11. ἄρα πάντ’ ἔπαθεν ὁ Ἀρχιγένης τὰ τοῦ σώματος μόρια· κᾂν
12. συγχωρηθῇ δὲ τοῦτο, τίς ἂν πιστεύσειεν ὅτι καὶ πάντα τὰ
13. κάθ’ ἕκαστον μόριον ἔπαθεν εἷς ἄνθρωπος; ὑποκείσθω δ’, εἰ
14. βούλει, καὶ τοῦτο, καίτοι γ’ ἀδύνατόν ἐστιν· ἀλλ’ ὅτι κατὰ
15. τὴν μήτραν οὐκ ἔπαθεν ὁ Ἀρχιγένης ἄντικρυς δῆλον· καὶ
16. μὴν καὶ τὰς κατ’ αὐτὴν ἰδιότητας γράφει, μόναις ταῖς πεπονθυίαις
17. γυναιξὶν γιγνωσκομένας· ὥστε με νὴ τοὺς θεοὺς,
18. ἀπορεῖν πολλάκις, ἐκ τίνος ποτὲ λογισμοῦ τὴν ἀλλόκοτον
1. ταύτην ἐπετήδευσεν διδασκαλίαν, ἣν εἰ καὶ ἀληθεύειν τις ὑπόθοιτο,
2. τό γε χρήσιμον οὐχ οἷόν τε συνυποθέσθαι, μηδενὸς
3. τῶν νοσούντων ἑρμηνεύοντος ἃ πάσχει διὰ τῶν Ἀρχιγενείων
4. ὀνομάτων· ἀσᾶσθαι μὲν γὰρ λέγουσι τὸν στόμαχον ἔνιοι
5. τῶν νοσούντων, ὅπερ ἐστιν ἡμῖν διὰ τὸ πεπονθέναι σαφῶς
6. δῆλον· ὥσπέρ γε καὶ τὸ ἀλύειν, καὶ γὰρ καὶ τοῦτο τῷ πεπονθέναι
7. δῆλον· αὐστηρὸν δὲ πόνον, οὐδ’ εἰ πεπονθώς τις
8. εἴη, νοῆσαι δύναται λεγόμενον ὑπ’ Ἀρχιγένους, ὡς ἂν οὐκ
9. εἰδὼς καθ’ ὅτου ποτε πράγματος ἐπιφέρει τοὔνομα. τὸν μὲν
10. γὰρ νυγματώδη καὶ διατείνοντα καὶ τοὺς ὁμοειδῶς αὐτοῖς
11. λεγομένους, ἔτι δὲ μᾶλλον τὸν σφοδρὸν καὶ τὸν ἰσχυρὸν
12. καὶ τὸν βίαιον καὶ τὸν συνεχῆ καὶ τὸν διαλείποντα νοοῦμεν
13. ἅπαντες, ὡς ἂν ὑπὸ συνηθῶν τε τῶν ὀνομάτων ἑρμηνευομένους
14. αὐτούς τε γινομένους ὁσημέραι παμπόλλοις· αὐστηρὸν
15. δὲ καὶ στύφοντα καὶ ἀτειρὸν καὶ ὅλκιμον οὔτε λέγει τις
16. οὔτ’ ἀκούων ἑτέρου λέγοντος νοεῖ. χρὴ δὲ καὶ τὸ πάθος
17. εἶναι κοινὸν καὶ τὴν δηλωτικὴν αὐτοῦ προσηγορίαν συνήθη
18. τοῖς ἀκούουσιν, ὥσπερ ἐπὶ τοῦ θλίβεσθαι τὸν στόμαχον,
1. ὃ δὴ λέγουσιν πάμπολλοι τῶν ἀνθρώπων. οὕτως γὰρ οἷον
2. ἔξωθέν τινος ἐπικειμένου βαρέος ἡ αἴσθησις ἡμῖν γίνεται
3. πολλάκις ἔν τισι διαθέσεσιν τοῦ στόματος τῆς κοιλίας, ὃ δὴ
4. καταχρώμενοι προσαγορεύουσι στόμαχον οὐχ οἱ πολλοὶ τῶν
5. ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ δοκιμώτατοι.
6. καὶ μὴν καὶ κατὰ δεξιὸν ὑποχόνδριον ἐν τῷ σφοδρότερον ἀναπνεῖν
7. αἴσθησίς ποθ’ ἡμῖν βάρους γίνεται, κᾀπειδὰν χωρὶς
8. πυρετοῦ συμβῇ τοῦτο, δυοῖν θάτερον, ἢ ἔμφραξίν τινα κατὰ
9. τὸ ἧπαρ ἢ σκιῤῥώδη διάθεσιν, ἢ γένεσιν ἀποστήματος εἶναι
10. λογιζόμεθα, καθάπερ ὅτ’ ἂν φλεγμονὴ ᾖ, πυρετὸν ἐξ ἀνάγκης
11. ἕπεσθαι. πάντα μὲν οὖν τὰ τοιαῦτα καὶ ῥητὰ καὶ
12. σαφῆ καὶ γνώριμα πᾶσι τοῖς πρὸ Ἀρχιγένους ἰατροῖς ἐστιν,
13. ἄνευ τῶν ἀλλοκότων ὀνομάτων διδασκόμενα· τῆς δ’ Ἀρχιγένους
14. διδασκαλίας ἴδιον ἐξαίρετόν ἐστιν οὐ πραγμάτων
15. ὑφήγησις καινῶν, ἀλλ’ ὀνομάτων οὐδὲν πρᾶγμα δηλούντων.
16. τοιούτων ὀνομάτων καὶ τὴν περὶ τῶν σφυγμῶν
17. ἐπλήρωσε πραγματείαν, οὐδ’ αὐτὴν δεομένην μεταφορᾶς
1. ὀνομάτων ἀκύρων, ὡς ἐπεδείξαμεν ἐν τοῖς περὶ σφυγμῶν
2. ὑπομνήμασιν.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 2.9, ed. Kühn, 1824, vol. 8, p. 110-120. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩