Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 3.1, ed. Kühn, 1824, vol. 8, p. 136-138. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ

ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Γ.

1. Περὶ τῶν πεπονθότων τόπων, οὕτω γὰρ
2. ὀνομάζουσι τὰ μόρια τοῦ σώματος, ὀλίγοι τε τῶν ἰατρῶν
3. ἐπραγματεύσαντο πλέον τε παρέλιπον ἀνεξέργαστον ἢ μετεχειρίσαντο·
4. καταλιπὼν οὖν ἐγὼ τοὺς ἄλλους, Ἀρχιγένους
5. ἐμνημόνευσα μόνου δικαίως ὑπὲρ ἐκείνους ἅπαντας ἐπῃνημένου·
6. λέγοντος δ’ αὐτοῦ βλάπτεσθαί τινας ἐνεργείας, ἄνευ
7. τοῦ βλάπτεσθαι τὸ μόριον τοῦ σώματος ἐν ᾧ γίνονται, διορισμοῦ
8. τὸν λόγον ἔφην δεῖσθαι· δύνασθαι γάρ τινα λέγειν
9. ὀρθῶς, εἰ καὶ μὴ μόνιμον ἤδη διάθεσιν ἔχοι τὸ κατὰ συμπάθειαν
1. ἑτέρου βλαπτόμενον, ἀλλ’ ὡς αὐτὸς ἔφη, καθάπερ τινα
2. σκιὰν αὐτὸ τοῦτο τὸ πάθος ὑπάρχειν αὐτοῦ. πυρὶ γοῦν
3. οὕτω πλησιάσαντες, ὡς ἐγγὺς μὲν ἥκειν τοῦ καίεσθαι, μὴ
4. μέντοι γε καίεσθαι, σφοδρῶς ἀλγοῦμεν, οὐ δήπου μηδὲν πάσχοντος
5. τοῦ θερμαινομένου μέρους. οὕτω δὲ καὶ κρύος ἰσχυρὸν
6. ἐν τῷ περιέχοντι γενόμενον, ἢ ψυχρὸν ὕδωρ ἀκραιφνὲς,
7. ἢ χιὼν προσπεσοῦσα, σφοδρὰν ὀδύνην ἐργάζεται· κᾂν ἀποστήσῃς
8. τὸ λυποῦν, εὐθέως σὺν αὐτῷ παύεται τὸ πάθημα.
9. βέλτιον οὖν ἐδόκει λέγειν, ὥσπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται,
10. τὸ πάσχειν ἀμηγέπη τὸ συμπάσχον· οὐ γὰρ τὸ μηδόλως
11. πάσχον, ἀλλὰ τὸ σὺν ἑτέρῳ πάσχον ὑπὸ τῆς συμπάσχον ἑρμηνεύεται
12. φωνῆς. ὥσθ’ ὅταν ἐπὶ στομαχικαῖς διαθέσεσιν
13. ὅμοια τοῖς τῶν ὑποχεομένων κατὰ τοὺς ὀφθαλμοὺς γίνηται
14. συμπτώματα, πάσχειν μὲν αὐτοὺς λεκτέον, ἀναφερομένης ἐπὶ
15. τὴν κεφαλὴν ἀναθυμιάσεώς τινος καπνώδους τῶν ἐν τῇ γαστρὶ
16. περιεχομένων χυμῶν, οὐ μὴν ἤδη γέ πω διάθεσιν ἔχειν τοιαύτην,
17. ὡς ἀπελθόντος τοῦ λυποῦντος ἰδίας ἐπιμελείας δεῖσθαι.
1. τὰ μὲν οὖν τοιαῦτα λογικώτερά πως ἔφην εἶναι· λογικὰ γὰρ
2. ὄντως ἐστὶν ὅσα τῆς χρείας ἐπέκεινα προερχόμενα τὴν φύσιν
3. ἀθρεῖ τῶν πραγμάτων, ὁποία τις ὑπάρχει κατὰ τὴν οἰκείαν
4. οὐσίαν. οὕτως γοῦν καὶ Χρύσιππος ὁ φιλόσοφος ἔγραψεν
5. περὶ τῶν τῆς ψυχῆς παθῶν ἓν μὲν τὸ θεραπευτικὸν βιβλίον,
6. οὗ μάλιστα χρῄζομεν εἰς τὴν ἴασιν αὐτῶν, ἕτερα δὲ τρία λογικὰς
7. ἔχοντα ζητήσεις.

Cliquer un n° de page pour en afficher l’image