17. Ταῦτά τε οὖν ἅπαντα σαφῶς τὰ πάθη περὶ
18. τὴν κεφαλὴν γίνεται, καὶ προσέτι τὸ καλούμενον σκοτωματικὸν,
1. εὔδηλον ὂν κᾀξ αὐτῆς τῆς προσηγορίας, ὁποῖόν ἐστι.
2. σκοτοῦνται γὰρ ἐπὶ σμικραῖς προφάσεσιν οἱ πάσχοντες, ὡς
3. καὶ καταπίπτειν ἐνίοτε, μάλιστα μὲν ὅταν αὐτοί ποτε ἐν κύκλῳ
4. περιστραφῶσιν· ὅπερ γὰρ τοῖς ἄλλοις ἐπὶ πολλαῖς περιστροφαῖς
5. συμβαίνει, τοῦτο ἐκείνοις ἐπὶ μιᾶς. κᾂν ἕτερον δέ
6. τινα περιστρεφόμενον ἴδωσι, σκοτοῦνται, κᾂν τροχὸν, ἤ τι
7. τοιοῦτον περιδινούμενον, αὐτάς τε τὰς καλουμένας δίνας ἐν
8. τοῖς ποταμοῖς. συμβαίνει δ’ αὐτοῖς ταῦτα μᾶλλον, ὅταν
9. ἡλιωθῶσιν, ἤ πως ἄλλως θερμανθῶσι τὴν κεφαλήν. ἔοικεν
10. οὖν ὅπερ ἐν τοῖς ἄλλοις ἐκ τοῦ περιστραφῆναι πολλάκις ἐν
11. κύκλῳ συμβαίνει, τοῦτο ἐκείνοις ἄνευ τοῦ περιστραφῆναι γίγνεσθαι·
12. τοῖς δὲ περιστρεφομένοις πολλάκις ἐν κύκλῳ ἀνώμαλός
13. τε καὶ ταραχώδης καὶ ἄτακτος κίνησις τῶν τε χυμῶν
14. καὶ τοῦ πνεύματος ὡμολόγηται γίγνεσθαι· εὔλογον οὖν τοῖς
15. ἐν τῷ σκοτωματικῷ πάθει καθεστῶσι τοιοῦτόν τι συμβαίνειν.
16. διὸ καί τινες αὐτῶν ἀρτηριοτμηθέντες ὤνηντο, διαιρουμένων
17. δηλονότι τῶν ὀπίσω τῶν ὤτων ἀρτηριῶν ὅλων
18. ἄχρι βάθους, ὡς οὐλὴν μεταξὺ γενέσθαι τῶν δύο μερῶν.
1. ὅτι δὲ οὐ πάντες ὑπὸ τοῦ βοηθήματος τοῦδε θεραπεύονται,
2. δῆλόν ἐστιν· ἕτεραι γὰρ ἀρτηρίαι τούτων πολὺ μείζους
3. ἐπὶ τὸν ἐγκέφαλον ἀνέρχονται κατὰ τὴν βάσιν αὐτοῦ διὰ τοῦ
4. καλουμένου δικτυοειδοῦς πλέγματος, ὑφ’ ὧν γίνεσθαι τὸ πάθος
5. εὔλογόν ἐστιν, ἀτμώδους καὶ θερμοῦ πνεύματος δι’ αὐτῶν
6. ἀναφερομένου καὶ πληροῦντος τὸν ἐγκέφαλον· ἐγχωρεῖ
7. δὲ καὶ κατ’ αὐτὸν τὸν ἐγκέφαλον ἀνώμαλόν τινα δυσκρασίαν
8. γενέσθαι τοιούτου πνεύματος γεννητικήν. ἀλλ’ ὅτι γε καὶ
9. τοῦτο τῆς κεφαλῆς ἐστιν τὸ πάθος, ἐξ αὐτῆς τῶν ἐσκοτωμένων
10. τῆς αἰσθήσεώς ἐστι δῆλον· γίγνεται δὲ καὶ αὐτὸ,
11. ποτὲ μὲν πρωτοπαθούσης τῆς κεφαλῆς, ποτὲ δὲ συμπαθούσης
12. κατὰ τὸ στόμα τῆς κοιλίας. ὡμολόγει δὲ τοῦτο
13. καὶ ὁ Ἀρχιγένης ἐν τῷ πρώτῳ τῶν χρονίων παθογνωμονικῶν
14. γράψας ὡδὶ περὶ τοῦ σκοτωματικοῦ τούτου
15. πάθους. λαμβάνει δὲ τὴν κατασκευὴν διχόθεν καὶ
16. αὐτὸ, ἤτοι ἀπὸ κεφαλῆς ἢ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια χωρίων.
17. καὶ μέντοι καὶ διορίζειν αὐτὰ πειρᾶται, τοῖς μὲν ἀπὸ
18. τῆς κεφαλῆς πρωτοπαθούσης σκοτωματικοῖς ὤτων ἤχους
19. καὶ κεφαλῆς ὀδύνας καὶ βάρη προηγεῖσθαι λέγων, ἤ καὶ τῆς
1. ὀσφρήσεως, ἤ τινος ἄλλης βλάβην αἰσθήσεως τῶν ἐντεῦθεν·
2. αὐτὸς γὰρ προσέθηκεν τούτῳ τῷ λόγῳ, τῶν ἐντεῦθεν, τὰς
3. ἀπὸ τῆς κεφαλῆς ὁρμωμένας ἐμοὶ δοκεῖν ἐνδείξασθαι βουλόμενος·
4. τοῖς δὲ ἀπὸ τοῦ στόματος τῆς κοιλίας σκοτωματικοῖς
5. καρδιωγμοὺς καὶ ναυτίας προηγεῖσθαί φησιν. ἀλλ’ ὡς εἴρηταί
6. μοι καὶ πρόσθεν ἤδη πολλάκις, εἰ καὶ κατὰ συμπάθειαν
7. ἑτέρου μορίου πάσχοι ποθ’ ἡ κεφαλὴ, τὰ γινόμενα γοῦν πάθη
8. ταύτης εἶναι νομιστέον ἐστίν.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 3.12, ed. Kühn, 1824, vol. 8, p. 201-204. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩