1. Τό γε μὴν τῆς παραλύσεως νόσημα καὶ τὸ
2. τῶν δι’ ὅλου τοῦ σώματος σπασμῶν, ἐξ οὗ γένους ἐστὶν καὶ
3. ὁ τέτανος, οὐκ ἔθ’ ὁμοίως τοῖσδε δι’ αἰσθήσεως γνωστὸν,
4. ἀλλὰ λόγου δεῖται τοῦ διδάξοντος. ὅταν οὖν ὅλον τὸ
5. σῶμα βλάπτηταί ποτ’ εἰς τὰ τῶν νεύρων ἔργα, τὴν αὐτῶν
6. ἀρχὴν πεπονθέναι δηλοῖ· ταύτην δ’ ἐξ ἀνατομῆς μόνης ἔνεστι
7. γνῶναι. πάντων μὲν οὖν ἅμα τῶν νεύρων ἀπολεσάντων αἴσθησίν
8. τε καὶ κίνησιν, ἀποπληξία τὸ πάθος ὀνομάζεται·
9. κατὰ θάτερον δὲ μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, εἰ συμβαίνει
10. τοῦτο, παράλυσις καλεῖται, τοῦ μέρους ἐκείνου δηλονότι
11. καθ’ ὃ συνέστη, ποτὲ μὲν τοῦ δεξιοῦ, ποτὲ δὲ θατέρου·
12. καθάπερ εἰ καὶ κατά τι τῶν κώλων γένοιτο, τοῦ μέρους
13. ἐκείνου παράλυσίς ἐστι· καὶ γὰρ καὶ χεὶρ ὅλη, καὶ σκέλος
14. ὅλον παραλύεταί ποτε, καὶ ποὺς μόνος ἐν σκέλει, καὶ τὰ
15. μετὰ τὸ γόνυ, καὶ κατὰ τὸ τῆς ὅλης χειρὸς κῶλον, ἀνάλογον.
16. ἐμάθομεν δὲ ἐν ταῖς ἀνατομαῖς, ἁπάντων τῶν καθ’ ὁρμὴν
17. τοῦ ζώου κινουμένων μορίων ὅσα κάτω τοῦ τραχήλου, τούτων
18. τὰ κινητικὰ νεῦρα τὴν ἔκφυσιν ἔχειν ἐκ τοῦ καλουμένου
1. νωτιαίου μυελοῦ· καὶ μέντοι καὶ ὅτι ποτὲ μὲν ἅμα τῇ
2. τοῦ μυελοῦ προσηγορίᾳ καλοῦσι τὸ μόριον ἐκεῖνο, νωτιαῖον
3. μυελὸν ὀνομάζοντες, ἔστι δ’ ὅτε χωρὶς προσθήκης
4. ἁπλῶς νωτιαῖον, ἀκηκόατε πολλάκις. ἐθεάσασθε δὲ κᾀν ταῖς
5. ἀνατομαῖς τὰ τὸν θώρακα κινοῦντα νεῦρα ἐκ τοῦ κατὰ τὸν
6. τράχηλον ἐκφυόμενα νωτιαίου, καὶ πρὸς τοῦτο τὰς ἐγκαρσίας
7. τομὰς αὐτοῦ, καθ’ ἃς ὅλως διακόπτεται, τὰ κατωτέρω
8. μέρη πάντα τοῦ σώματος ἀναίσθητά τε καὶ ἀκίνητα ποιούσας,
9. ὡς ἂν καὶ αὐτοῦ τοῦ νωτιαίου τήν τε τῆς αἰσθήσεως καὶ τὴν
10. τῆς καθ’ ὁρμὴν κινήσεως δύναμιν ἐξ ἐγκεφάλου λαμβάνοντος.
11. ἀλλὰ καὶ τοῦτο ἔτι κατὰ τὰς ἀνατομὰς ἐθεάσασθε, τὰς ἐγκαρσίας
12. τομὰς τοῦ νωτιαίου, μέχρι τῆς μέσης ἐν αὐτῷ κατὰ τὸ
13. μῆκος χώρας, οὐ πάντα τὰ κάτω παραλυούσας, ἀλλὰ μόνα
14. τὰ κατ’ εὐθὺ τῆς τομῆς, δεξιὰ μὲν ἐπὶ τῷ δεξιῷ μέρει τοῦ
15. νωτιαίου τμηθέντος, θάτερα δὲ ἐπὶ τῷ λοιπῷ. εὔδηλον οὖν
16. ὅτι κατὰ τὴν πρώτην ἔκφυσιν τοῦ νωτιαίου γενομένης τινὸς
17. διαθέσεως, ὑφ’ ἧς εἰς αὐτὸν αἱ παρ’ ἐγκεφάλου δυνάμεις
18. ἀφικνεῖσθαι κωλυθήσονται, πάντα τὰ κάτω κῶλα, πλὴν
1. τῶν κατὰ τὸ πρόσωπον, ἀκίνητα ἔσται καὶ ἀναίσθητα·
2. καθάπερ εἰ καὶ τὸ ἥμισυ μέρος πάθοι τῆς ἐκφύσεως,
3. οὐ πάντων ἔσται τῶν κάτω παράλυσις, ἀλλ’ ἤτοι τῶν
4. ἀριστερῶν μόνων, ἢ τῶν δεξιῶν. ὁρῶνται δὲ τῶν τοιούτων
5. παραλύσεων ἔνιαι καὶ τὰ κατὰ τὸ πρόσωπον βλάπτουσαι,
6. καὶ παρασπᾶταί γε τὸ παραλυθὲν ἐπὶ θάτερον μέρος
7. τοῦ προσώπου. μεμαθηκότες οὖν ἐν ταῖς ἀνατομαῖς, ἐξ
8. αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τοῖς κατὰ τὸ πρόσωπον ἐπιπέμπεσθαι
9. μορίοις, ἔνθα μὲν καὶ τούτων τι συμπαρελύθη
10. τῷ παντὶ σώματι, κατὰ τὸν ἐγκέφαλον αὐτὸν εἴσεσθε τὴν
11. διάθεσιν εἶναι τῆς παραλύσεως· ἡνίκα δ’ ἀπαθῆ διαφυλάττεται
12. ταῦτα, κατὰ τὴν ἀρχὴν τοῦ νωτιαίου. συμβαίνει δ’
13. ἐνίοις μόνα τὰ κατὰ τὸ πρόσωπον πάσχειν, ὥσπέρ γε καὶ
14. μόριον ἕν τι, γλῶτταν, ἢ ὀφθαλμὸν, ἢ γένυν, ἢ χεῖλος,
15. ὡς ἂν οὐκ ἐχόντων αὐτῶν ἁπάντων ἕνα τόπον ἀρχὴν, ἀλλ’
16. ἐκ διαφερόντων μορίων ἐγκεφάλου λαμβανόντων τὰ νεῦρα,
17. φαίνεται γὰρ τοῦτο σαφῶς ἐν ταῖς ἀνατομαῖς. ἡ τοίνυν
18. ἀποπληξία πάσας ὁμοῦ τὰς ψυχικὰς ἐνεργείας βλάπτουσα,
19. σαφῶς ἡμῖν ἐνδείκνυται τὸν ἐγκέφαλον αὐτὸν πάσχειν· ἡ διάγνωσις
1. δὲ τοῦ κατὰ τὸ μέγεθος πάθους ἐκ τοῦ ποσοῦ τῆς
2. κατὰ τὴν ἀναπνοὴν γίγνεται βλάβης· ἐφ’ ὧν μὲν γὰρ ἐπὶ
3. πλεῖστον ἐκβέβηκε τοῦ κατὰ φύσιν ῥυθμοῦ, μεγάλην ἡγητέον
4. εἶναι τὴν κατὰ τὸν ἐγκέφαλον βλάβην· ἐφ’ ὧν δὲ ὀλίγον
5. ἐμποδίζεται, βραχεῖαν. ἁπασῶν δὲ χειρίστην ἀναπνοὴν
6. ἡγητέον εἶναι τὴν διαλείπουσάν τε καὶ μετὰ βίας μεγάλης
7. γινομένην. καὶ τό γ’ ἀποθνήσκειν τοὺς ἀποπλήκτους συμβαίνει
8. διὰ τὴν ἀπώλειαν τῆς ἀναπνοῆς, ὡς τό γε μὴ κινεῖν
9. τὰ μόρια τοῦ σώματος εἰς μὲν τὰς κατὰ τὸν βίον πράξεις
10. ἄχρηστον ἀποδείκνυσιν τὸν ἄνθρωπον, οὐ μὴν ὀξὺν ἐπιφέρει
11. τὸν θάνατον. ἴδομεν γοῦν ἤδη τινὰ τὰ μὲν ἄλλα
12. πάντα παραλελυμένον, ἐνεργοῦντα δὲ κατὰ φύσιν ἅπασιν
13. τοῖς κατὰ τὸ πρόσωπον μέρεσιν· ἐσώζετο δὲ αὐτῷ δηλονότι
14. καὶ ἡ ἀναπνοή· πῶς γὰρ ἂν ἠδύνατο ζῇν ἐπὶ πλεῖστον,
15. ἀπολωλυίας αὐτῆς; τούτῳ πρωτοπαθεῖν ἐλογιζόμεθα τοῦ
16. νωτιαίου τὸ κατωτέρω βραχεῖ τῆς ἐπὶ τὸ διάφραγμα τῶν
17. νεύρων ἐκφύσεως· εὔδηλον δὲ ὅτι καὶ οὖρα καὶ διαχωρήματα
18. χωρὶς προαιρέσεως ἀπεκρίνετο. καὶ μέντοι
1. καὶ ἄλλον ἐκ καταπτώσεως ἐθεασάμεθα, πλὴν τῶν χειρῶν,
2. τὰ κάτω πάντα παραλυθέντα. καθάπερ δὲ παράλυσις ὅταν
3. ἐν ὅλῳ γένηται τῷ σώματι, τῶν κατὰ τὸ πρόσωπον ἀβλαβῶν
4. διαμενόντων, ἐν ἀρχῇ τοῦ νωτιαίου τὸ πάθος εἶναι δηλοῖ,
5. κατὰ τὸν αὐτὸν λόγον, εἰ καὶ σπασμὸς ἐν ὅλῳ τῷ σώματι
6. γένοιτο, τὸν αὐτὸν τόπον τοῦ νωτιαίου πεπονθέναι
7. δηλώσει, τῶν γε κατὰ τὸ πρόσωπον ἀπαθῶν διαμενόντων·
8. εἰ δὲ καὶ ταῦτα πάσχει, κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ πάθας
9. ἐνδείξεται· μορίου δέ τινος σπωμένου, τὸ κινητικὸν ἐκείνου
10. νεῦρον, ἢ τοὺς μῦς, ἀναγκαῖόν ἐστι πάσχειν. ἐπιστάμενος
11. οὖν τις ἐξ ἀνατομῆς ἀρχὰς τῶν εἰς ἕκαστον μόριον ἀφικνουμένων
12. νεύρων, ἄμεινον ἰάσεται τὰς ἀναισθησίας καὶ ἀκινησίας
13. ἑκάστου μέρους. ἀδιόριστον δὲ τοῦτο καταλειφθὲν ὑφ’
14. Ἡροφίλου τε καὶ Εὐδήμου, τῶν πρώτων μεθ’ Ἱπποκράτην
15. νεύρων ἀνατομὴν ἐπιμελῶς γραψάντων, οὐ σμικρὰν ζήτησιν
16. παρέσχε τοῖς ἰατροῖς, ὅπως ἔνιαι μὲν τῶν παραλύσεων αἴσθησιν
17. μόνην, ἔνιαι δὲ τὴν προαιρετικὴν κίνησιν, ἔνιαι δὲ
18. ἀμφοτέρας διαφθείρουσι. μάλιστα μὲν οὖν ἡ παράλυσις ἐπὶ
1. ἐπὶ τῇ τῆς κινήσεως ἀπωλείᾳ λέγεται, τῶν τὴν αἴσθησιν
2. ἀπολωλεκότων μορίων ἀναισθήτων μὲν εἶναι, παραλελύσθαι
3. δ’ οὐ πάνυ τι συνήθως λεγομένων· ἤδη μέντοι τινες καὶ
4. τοῦτο τὸ πάθημα παράλυσιν αἰσθήσεως ὀνομάζουσιν· ὑμεῖς
5. δὲ, ὡς ἀεὶ παρακελευόμεθα, συγχωρεῖτε μὲν ὀνομάζειν ἑκάστοις
6. ὡς ἂν ἐθέλωσιν, σκοπὸς δ’ ὑμῖν ἔστω, τὸν πεπονθότα
7. τόπον εὑρεῖν, ἅμα δηλονότι τῇ κατ’ αὐτὸν διαθέσει·
8. χωρὶς γὰρ τοῦ ταῦτα γνῶναι βεβαίως ἀδύνατον ἔσται θεραπεύειν
9. ὀρθῶς τὰ βεβλαμμένα κίνησιν ἢ αἴσθησιν μόρια.
10. Παυσανίας οὖν ἀπὸ τῆς Συρίας σοφιστὴς εἰς Ῥώμην ἀφικόμενός
11. ποτε, τοὺς μικροὺς δύο δακτύλους τῆς ἀριστερᾶς χειρὸς
12. καὶ τοῦ μέσου τὸ ἥμισυ δυσαισθήτους μὲν ἔσχεν τὸ
13. πρότερον, ὕστερον δὲ καὶ ἀναισθήτους, κακῶς θεραπευσάμενος
14. ὑπὸ τῶν ἰατρῶν. ἐπεὶ δὲ ἐγὼ θεασάμενος αὐτὸν ἠρώτων
15. τε τὰ προγεγονότα πάντα, σὺν αὐτοῖς τε ἤκουσα κατὰ
16. τὴν ὁδὸν τοῦ ὀχήματος ἐκπεσόντα τὸν ἄνδρα πληγῆναι τὴν
17. ἀρχὴν τοῦ μεταφρένου, καὶ τὸ μὲν πληγὲν μέρος ἐν τάχει
18. θεραπευθῆναι, κατὰ βραχὺ δὲ αὐξηθῆναι τὴν τῶν δακτύλων
19. βλάβην τῆς αἰσθήσεως· ἃ τοῖς δακτύλοις ἐκεῖνοι προσέφερον
1. φάρμακα, ταῦτ’ ἐκέλευσα κατὰ τοῦ πληγέντος τίθεσθαι
2. μορίου, καὶ οὕτως ὁ ἀνὴρ διὰ ταχέων ὑγιάσθη. τὴν ἀρχὴν
3. δὲ οὐδ’ ὅτι τῶν μὲν εἰς τὸ δέρμα τῆς ὅλης χειρὸς διασπειρομένων
4. νεύρων, ἐξ ὧν ἔχει τὴν αἴσθησιν, ἴδιαί τινές
5. εἰσιν αἱ ῥῖζαι· τῶν δὲ τοὺς μῦς κινούντων ἕτεραι γιγνώσκονται
6. τοῖς ἰατροῖς. ἴσως δ’ ἐπὶ πλέον ἢ προὔκειτο τὸν
7. λόγον ἰόντα καταπαύειν ἤδη προσήκει. προύκειτο
8. μὲν γὰρ ἐν τῷδε τῷ γράμματι τὰ κατὰ τὴν κεφαλὴν, καὶ
9. μάλιστα τὸν ἐγκέφαλον, εὑρεῖν πάθη πάντα· διότι δ’ ἐστὶν
10. οὗτος ἀρχὴ νεύρων, ἐξ ἀκολουθίας ὁ λόγος ἧκεν ἐπὶ τὰ
11. πάθη τῶν νεύρων· ὥστε ἤδη περιγράψαντες καὶ τοῦτον τὸν
12. λόγον ἐνταῦθα περὶ τῶν ἐν τοῖς κατὰ τὴν κεφαλὴν μορίοις
13. γιγνομένων παθῶν ἐφεξῆς σκεψώμεθα, τοσοῦτον ἔτι προσθέντες,
14. ὡς καὶ
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 3.14, ed. Kühn, 1824, vol. 8, p. 208-214. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩