Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 3.3, ed. Kühn, 1824, vol. 8, p. 139-144. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.3

1. Ἄλλῳ μὲν γὰρ τρόπῳ τῆς γαστρὸς πασχούσης
2. ὑποχύσεως φαίνεται συμπτώματα· καθ’ ἕτερον δὲ τρόπον
3. οὐδὲν τῶν φωνητικῶν ὀργάνων πεπονθότων ὁ καταπεσὼν
4. ἐξ ὑψηλοῦ τὴν φωνὴν ἐβλάβη, καὶ τούτων γ’ ἀμφοτέρων
5. κατ’ ἄλλο συμπαθείας εἶδος ὁ τοὺς δακτύλους ἀναισθήτους
6. ἔχων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, ἀναφερομένου τινὸς
7. ἐπ’ αὐτούς· ἐπὶ δὲ τῆς ἀφωνίας τῷ τὴν ὕλην τῆς φωνῆς
8. βεβλάφθαι· τὸ δὲ κατὰ τοὺς δακτύλους σύμπτωμα μηκέτ’
9. εἰς αὐτοὺς ἀφικνουμένης τῆς αἰσθητικῆς δυνάμεως ἐγένετο.
10. καὶ βέλτιον ἦν, εἴπερ ἄρα, μηδὲν ὅλως ἡγεῖσθαι πεπονθέναι
11. τὰ φωνητικὰ μόρια καὶ τοὺς δακτύλους ἤπερ τοὺς ὀφθαλμούς·
12. ἐπ’ ἐκείνων μὲν γὰρ αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν τὸ
13. πληροῦσθαί τινος ἀναθυμιάσεως καπνώδους· ἐπὶ δὲ τῶν φωνητικῶν
14. τε καὶ τῶν δακτύλων οὐ τῷ παραγίνεσθαί τι παρὰ
15. φύσιν εἰς αὐτοὺς, ἀλλὰ τῷ μὴ παραγίνεσθαι τὸ κατὰ φύσιν
16. ἀφικνούμενον, ἐνέργειά τις βλάπτεται. δύναμις μὲν οὖν αἰσθητικὴ
17. τοῖς δακτύλοις οὐκέτ’ ἐπιῤῥεῖ, βλαβείσης τῆς κατὰ
18. τὸν νωτιαῖον ἐκφύσεως τοῦ νεύρου· πνεῦμα δ’ ἐκφυσώμενον
19. ὁ λάρυγξ οὐκέτι δέχεται, τῶν μεσοπλευρίων μυῶν παραλυθέντων·
1. ἀλλ’ ὅμως κᾀπὶ τούτων ἐγχωρεῖ λέγειν αὐτὸ τοῦτο πάθος
2. εἶναι τὸ μὴ παραγίνεσθαι πρὸς τὰ μόρια τὰ πρότερον,
3. ἡνίκ’ εἶχε κατὰ φύσιν, ἥκοντα· καὶ γὰρ τῶν κρηνῶν οὐκ ἄν
4. τις ἀλόγως πάθος εἶναι νομίζοι τὸ μηκέθ’ ἥκειν ἐπ’ αὐτὰς τὸ
5. ὕδωρ, καὶ τῶν ἐκ τῆς γῆς φυομένων δημητρίων φυτῶν τὸν
6. ἄμετρον αὐχμὸν, καὶ τῶν ζώων ἀπορίαν τροφῆς ἢ ποτοῦ·
7. τὸ γὰρ ἐλλεῖπον ὁπωσοῦν ἑκάστῳ πρὸς τὴν κατὰ φύσιν αὐτοῦ
8. διοίκησιν εἰκότως ἄν τις πάθος ἐκείνου νομίζοι. ἀλλὰ ταῦτα
9. μὲν, ὡς ἔφην, λογικωτέραν ἔχει τὴν ζήτησιν· ἐπὶ δὲ τῶν βεβλαμμένων
10. τε καὶ ἀπολωλυιῶν ἐνεργειῶν ἡ ἀναγκαία σκέψις
11. ἠμέληται τοῖς πλείστοις τῶν ἰατρῶν. δυοῖν γὰρ ἢ καὶ τριῶν
12. ἐνεργειῶν ἔσθ’ ὅτε τούτων οὐσῶν, ἐνίοτε μὲν ἑνὸς μορίου πεπονθότος
13. τἄλλα συμπάσχοντα συμβλάπτεται τὰς ἐνεργείας,
14. ἐνίοτε δὲ πάνθ’ ὡσαύτως πέπονθεν· ἔστι δ’ ὅτε τὰ μὲν αὐτῶν
15. ἔχει διάθεσιν ἑκτικὴν, ὡς ἂν εἴποι τις, τὰ δὲ λοιπὰ
16. τὴν, ὡς ἂν φαίη τις, κατὰ σχέσιν· ὑπὲρ ὧν εἴρηται μὲν ἤδη
17. κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν ζώντων ἀνατομῆς, εἴρηται δ’ 
1. ἔτι καὶ κατὰ τὸν πρὸ τούτου λόγον, εἰρήσεται δὲ καὶ
2. αὖθις, ὡς ἂν καὶ τοῦ μέλλοντος ἡμῖν περαίνεσθαι λόγου χρῄζοντος
3. ἐξ ἀνάγκης τοιούτων διορισμῶν. ὃ δέ ἐστι χρήσιμον
4. οὐδὲν ἧττον ἐν τῷδε τῷ τόπῳ προειρῆσθαι, διὰ τοὺς λόγῳ
5. μὲν ἐπιχειροῦντας ἀποδεικνύειν ἀναγκαίαν τοῖς ἰατροῖς τὴν
6. τῶν πεπονθότων ζήτησιν, ἔργῳ δ’ ἀνατρέποντας, ἤδη σοι
7. δίειμι, προχειρισάμενος ἕν τι πάθος ἕνεκα παραδείγματος.
8. ἔστω δὴ τοῦτο πλευρῖτις· ἐφ’ ἧς ὅτι μὲν ἡ πλευρὰ πέπονθεν,
9. ἔνδειξις ἐκ τοῦ κατ’ αὐτὴν ἀλγήματος γίνεται· πότερον
10. δ’ ὁ ὑπεζωκὼς ὀνομαζόμενος εἴθ’ ὑμὴν εἴτε χιτὼν, οὐδὲν γὰρ
11. διαφέρει, φλεγμαίνει τοῖς πλευριτικοῖς, ἢ καί τι μόριον ἄλλο
12. κατὰ τὰς πλευρὰς, καὶ πότερον ὁ πνεύμων ἐξ ἀνάγκης καὶ
13. αὐτὸς πέπονθεν κατὰ τοὺς λοβοὺς, ἢ παντάπασιν ἀπαθής
14. ἐστιν, οὐκ ἀναγκαῖον ἐπίστασθαί φασιν οἱ τὴν ἐμπειρίαν
15. πρεσβεύοντες· ἑωρακέναι γὰρ ἤδη παμπόλλους πλευριτικοὺς,
16. τοὺς μὲν ἅμα τοῖς διδασκάλοις, τοὺς δ’ ὑφ’ ἑαυτῶν μόνων
17. θεραπευθέντας, ὡς Ἱπποκράτης ἔγραψεν ἐν τῷ περὶ διαίτης
18. ὀξέων νοσημάτων, ἀκριβῶς τε γιγνώσκειν ἤδη, τίνα μὲν αὐτοὺς
1. ὠφελεῖ, τίνα δὲ βλάπτει, καὶ διορισμοὺς ἔχειν ἀναμιμνήσκοντας
2. ἐπὶ σημείων ἐναργῶς φαινομένων, ὧν δεῖ φλέβα τέμνειν,
3. ὧν δὲ μή· καὶ περὶ πυριάσεως δ’ αὐτῶν, ἔτι τε καταπλασμάτων,
4. καὶ διαιτημάτων, ὑπαγωγῆς τε γαστρὸς, αὐτάρκη
5. γνῶσιν ἔχειν ἐκ μακρᾶς πείρας. ὅθεν μὲν οὖν Ἱπποκράτης
6. κινηθεὶς, ἤ τις ἄλλος πρὸ αὐτοῦ, τὴν εὕρεσιν ἐποιήσατο τῶν
7. βοηθημάτων, ἀγνοεῖν ὁμολογοῦσιν· ἑαυτοῖς δ’ ἀρκεῖν φασιν
8. τοῖς εὑρημένοις χρῆσθαι προσηκόντως, ὡς καὶ τοὺς ἄλλους
9. τεχνίτας ὁρῶμεν· οὔτε γὰρ ὁ χαλκεὺς, οὔθ’ ὁ τέκτων, οὔθ’
10. ὁ σκυτοτόμος, ὅπως εὑρέθησαν αὐτῶν αἱ τέχναι ζητοῦσιν,
11. ἀλλ’ ἅ γε παρὰ τῶν διδασκάλων ἔμαθον, αὐτοί τε χρώμενοι
12. τῇ πείρᾳ δοκιμάσαντες ἐβεβαιώσαντο, ταῦτα πράττοντες εὐδοκιμοῦσιν.
13. ἐγὼ μὲν οὖν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅταν ἀκούσω
14. λεγόντων ταῦτα τῶν ἐμπειρικῶν ἰατρῶν, ἡγοῦμαι πάνυ πιθανοὺς
15. εἶναι τοὺς λόγους αὐτῶν, εὑρίσκω τε τὰς πρὸς αὐτοὺς
16. ὑπὸ τῶν δογματικῶν εἰρημένας ἀντιλογίας οὐ πάνυ τι γενναίας·
17. ὥσπερ δ’ ἐν ἅπασι τοῖς ἄλλοις καθ’ ὅλον τὸν βίον
18. ἐμαυτὸν ἀεὶ προπετοῦς συγκαταθέσεως ἐπέσχον, οὕτω καὶ
1. περὶ τούτων ἐζήτησα πολλῷ χρόνῳ κατ’ αὐτὴν τὴν ἐπὶ τῶν
2. νοσούντων εὕρεσιν τῶν βοηθημάτων, εἴτε προσδέομαί τινος
3. ἐνδείξεως λογικῆς, εἴτ’ ἀρκεῖ μοι τὰ διὰ τῆς πείρας ἐγνωσμένα
4. παρά τε τοῖς διδασκάλοις καὶ κατ’ ἐμαυτόν. ἅπερ οὖν
5. ἔκρινα βέλτιστα, πολλῷ χρόνῳ ζητήσας, ἐπικαλεσάμενος
6. θεοὺς μάρτυρας, ἀγορεύσω τοῖς ἀληθείας ἐρῶσιν. οὐδὲ γὰρ
7. αἰτίαν ἔχω τοῦ ψεύδεσθαι, καθάπερ οἱ μανθάνοντες αἵρεσιν
8. μίαν, εἶτα πάντῃ τε καὶ πάντως ἔνδοξοι κατ’ αὐτὴν γενέσθαι
9. προῃρημένοι· τούτοις γὰρ ἀναγκαῖόν ἐστι φιλονείκως ἀγωνίζεσθαι
10. περὶ τῆς κατὰ τὴν αἵρεσιν ἀληθείας, ἣν μόνην γινώσκουσιν,
11. ὡς ἂν ἐξ ἄλλης ἀγωγῆς λόγων ἀδυνατοῦσιν πορίζεσθαι
12. δόξαν· ἐγὼ δ’ ἔργῳ διεδειξάμην ἐν ἐπιδείξεσίν τε δημοσίαις
13. καὶ ταῖς τῶν βουληθέντων ἡντιναοῦν αἵρεσιν ἐκδιδαχθῆναι
14. παρ’ ἐμοῦ, μηδενὸς ἧττον, ἵνα μή τι μεῖζον εἴπω,
15. γινώσκων ἁπάσας αὐτάς. οὐ μὴν οὐδὲ λόγων αὐτοσχεδίων
16. ἀπορίᾳ, συναγορεύειν ἑλόμενος αἱρέσει μιᾷ, ῥᾳδίως
17. ἂν ὑπό τινος ἐξηλέγχθην· ἔμαθον γὰρ οὐκ ἐξ ὑπομνημάτων
18. αὐτὰς, ὥς τινες, ἀλλὰ παρὰ τοῖς πρωτεύουσι διδασκάλοις
1. καθ’ ἑκάστην αἵρεσιν. οὔτ’ οὖν πρὸς ἐμπειρικούς
2. ἐστί μοί τι μῖσος, ὧν γε τοῖς λόγοις ἐνετράφην, οὔτε
3. πρὸς δογματικῶν τινας· ὁμοτίμως τε γὰρ ἐσπούδασα τὰ πάντων
4. ἐκμαθεῖν, ἐφοίτησά τε τοῖς ἐνδοξοτάτοις διδασκάλοις
5. καθ’ ἑκάστην αἵρεσιν· ἀπό τε τῶν ἔργων τῆς τέχνης ἐγνώσθην,
6. οὐκ ἀπὸ λόγων σοφιστικῶν, τοῖς τ’ ἄλλοις τῶν ἐν Ῥώμῃ
7. πρώτων ἀνδρῶν καὶ πᾶσιν ἐφεξῆς τοῖς αὐτοκράτορσιν· ὥστ’
8. οὐδὲν ἄν μοι λείποι πρὸς τὸ μὴ οὐ λέγειν ἀληθῶς ἃ φρονῶ
9. καθ’ ἑκάστην αἵρεσιν. εὗρον οὖν ἐπὶ τῶν ἔργων τὴν διὰ
10. τῆς ἀληθοῦς ἐνδείξεως εὕρεσιν τῶν βοηθημάτων ἐν τοῖς σπανίως
11. ἀποβαίνουσιν πλεονεκτοῦσαν τῆς ἐμπειρικῆς γνώσεως·
12. καὶ διὰ τοῦτο τοῖς ἐναντιωτάτοις βοηθήμασιν ἐνίοτε τῶν ἐκ
13. τῆς ἐμπειρίας ἐγνωσμένων ἐθεράπευσα πολλὰ τῶν παθῶν,
14. ἅπερ ἐπὶ πλέον ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ
15. διέρχομαι.

Cliquer un n° de page pour en afficher l’image