Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 3.4, ed. Kühn, 1824, vol. 8, p. 144-147. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.4

16. Νυνὶ δ’ εἰρήσεται μόνα τὰ πρὸς τὴν ἐνεστῶσαν
17. ὑπόθεσιν χρήσιμα. τὰς γάρ τοι τῶν ἐνεργειῶν βλάβας
18. εὗρον οὐ μόνον ἐπὶ τοῖς ὁμοιομερέσιν, ὑφ’ ὧν γίγνονται,
1. νοσοῦσιν βλαπτομένας, ἀλλὰ κᾀπὶ τοῖς ἄλλοις μορίοις, ὧν
2. χρεία μέν τίς ἐστιν, ἐνέργεια δ’ οὐκ ἔστιν· εὗρον δὲ καὶ τὰ
3. τῶν ὀργανικῶν μορίων νοσήματα βλάπτοντα τὰς ἐνεργείας.
4. ἐπὶ τούτοις προεγνωσμένοις ἑξῆς εὗρον ἔνια μὲν νοσήματα
5. συνεχῶς γινόμενα τοῖς πολλοῖς τῶν ἀνθρώπων, ἔνια δὲ σπανίως·
6. τὴν δ’ ἐμπειρικὴν ἰατρείαν ἑώρων οὐ τὸ σπάνιον,
7. ἀλλὰ τὸ πολλάκις ἀποβαῖνον ἐν μνήμῃ τε καὶ μιμήσει τιθεμένην,
8. καὶ διὰ τοῦτ’ ἠμελημένας τῶν σπανίων διαθέσεων οὐ
9. μόνον τὰς θεραπείας, ἀλλὰ καὶ τὰς προηγουμένας αὐτῶν διαγνώσεις.
10. ὅπως οὖν χρὴ διαγιγνώσκειν αὐτὰς πρῶτον ἐζήτησα,
11. καὶ τούτων τινὰς μὲν ἐπιστημονικὴν διάγνωσιν ἐχούσας
12. εὗρον, ἐνίας δ’ ὑποπεπτωκυίας τῷ καλουμένῳ τεχνικῷ στοχασμῷ,
13. καὶ διὰ τοῦτο καὶ αὐτὰς ὡς τὸ πολὺ κατορθουμένας,
14. ἡ γὰρ τοῦ τεχνικοῦ στοχασμοῦ δύναμις τοιαύτη τίς ἐστιν·
15. ἀλλὰ καὶ ταύτας καὶ πρὸ τούτων ὅσαι τῶν σπανίων διαθέσεων
16. ἐπιστημονικὴν διάγνωσιν ἔχουσιν, εὗρον ἀεὶ δεομένας
17. τῆς τῶν πεπονθότων μορίων διαγνώσεως. ἐγὼ μὲν οὕτως
18. ἰατρεύων ἄχρι γήρως οὐδαμόθι μέχρι σήμερον ἠσχημόνησα 
1. κατὰ θεραπείαν, ἢ πρόγνωσιν, ὡς ἄλλους πολλοὺς εἶδον ἐνδοξοτάτους
2. ἰατρούς· εἰ δέ τις ἐθέλει καὶ αὐτὸς ἀπὸ τῶν ἔργων
3. τῆς τέχνης, οὐκ ἀπὸ λόγων σοφιστικῶν ἔνδοξος γενέσθαι,
4. πάρεστι τούτῳ χωρὶς ταλαιπωρίας ἀναλέγεσθαι τὰ πρὸς ἡμῶν
5. ηὑρημένα μετὰ πολλῆς ζητήσεως ἐν ὅλῳ τῷ βίῳ. γινωσκέτω
6. τοιγαροῦν οὗτος ἐν τοῖς σπανίοις πάθεσιν, ἐν οἷς οὔτε διδάσκαλον
7. εἶδον ἰασάμενόν τινα τῶν πασχόντων οὔτ’ αὐτός
8. ποτε ἐπειράθην βοηθήματος, ὁδῷ τοιαύτῃ με χρησάμενον εἰς
9. τὴν τῶν ἰαμάτων εὕρεσιν. ἔστωσαν οὖν μοι καὶ νῦν θεοὶ
10. τοῦ λόγου μάρτυρες· ἐζήτησα γὰρ ἀεὶ, τίνος τόπου πεπονθότος,
11. ἢ τίνος αὐτῷ συμπάσχοντος ἡ τῆς ἐνεργείας ἐγένετο
12. βλάβη, καὶ πείσας ἐμαυτὸν εὑρηκέναι τὸ μόριον, ἐφεξῆς
13. ἐζήτησα τὴν διάθεσιν αὐτοῦ, κᾀκ τούτων εὐθὺς ἀμφοτέρων
14. ἔλαβον ἔνδειξιν ὅλου τοῦ τῆς θεραπείας γένους, εἴς
15. τε τὸ ποσὸν καὶ τὸ ποιὸν τῶν βοηθημάτων, καὶ
16. τὴν τῶν ἐπιτηδείων ὑλῶν εὕρεσιν, ἐπισκοπούμενος ἅμα
17. τοῖσδε τὴν ἡλικίαν τε καὶ φύσιν τοῦ κάμνοντος, ὥραν τε
18. καὶ χώραν, καὶ τἄλλα ὅσα πολλάκις ἤδη λέλεκται κατὰ
1. τὴν Ἱπποκρατείων βιβλίων ἐξήγησιν. ἀλλ’ ὁ πεπονθὼς τόπος,
2. εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς πρὸ τοῦδε δύο βιβλίοις, ἔκ
3. τε τῶν ἐκκρινομένων ἐγνωρίζετο καὶ τῶν ἐπιτρεφομένων τοῖς
4. πάσχουσι μέρεσι καὶ τῶν ἐνεργειῶν τῆς βλάβης, ἐν οἷς περιέχεται
5. καὶ τὰ παρὰ φύσιν χρώματά τε καὶ σχήματα· ὄντων τε
6. τῶν ἐκκρινομένων καὶ αὐτῶν τῷ γένει τριττῶν· ἤτοι γὰρ τῶν
7. πεπονθότων τόπων ἐκκρίνεται μέρη, διαλυομένης αὐτῶν ἢ
8. ἀποθρυπτομένης τῆς οὐσίας, ἤ τι τῶν περιεχομένων ἐν
9. αὐτοῖς, ἤ τι τῶν ταῖς νοσώδεσι διαθέσεσιν ἑπομένων ἢ μόναις,
10. ἢ διὰ παντὸς, ἢ ὡς ἐπὶ τὸ πολύ· τῶν μὲν ἄλλων οὐδὲν
11. εὕρισκον ἐπί τινων παθῶν, μόνη δέ μοι τηνικαῦτα τῆς
12. εὑρέσεως τῶν πεπονθότων μορίων ὁδὸς ὑπελείπετο ἡ διὰ τῆς
13. βεβλαμμένης ἐνεργείας.

Cliquer un n° de page pour en afficher l’image