14. Εἰς ἀνάγκην οὖν ποτε καταστὰς ἀνακτήσασθαί
15. τινος ἀπολωλυῖαν μνήμην, ἔτι νεώτερος ὢν, οὔτε τῶν
16. διδασκάλων ἑωρακώς τινα θεραπεύοντα τοῦτο τὸ πάθος οὔτ’
17. ἀνεγνωκὼς παρά τινι τῶν ἀρχαίων τὴν ἴασιν, ἐζήτουν κατ’
18. ἐμαυτὸν πρῶτον μὲν εὑρεῖν, τίς ἂν εἴη ὁ πεπονθὼς τόπος,
1. ᾧ προσάξω τὰ καλούμενα τοπικὰ βοηθήματα, μετὰ τὴν τοῦ
2. παντὸς σώματος ἐπιμέλειαν δηλονότι, κοινὸν γὰρ τοῦτο ἐπὶ
3. πάντων ἐστὶ τῶν παθῶν· εἶθ’ ἑξῆς, ἐκ τίνος ὁδοῦ τῶν ἰαμάτων
4. ἕκαστον εὑρήσω. τὸν μὲν δὴ πεπονθότα τόπον ἡγούμην
5. εἶναι τὸν αὐτὸν τῷ τὸ καλούμενον ἡγεμονικὸν ἐν ἑαυτῷ
6. περιέχοντι, τὰ δ’ ἰάματα τῇ κατ’ αὐτὸν ἐναντία διαθέσει.
7. παυσαμένους τοίνυν ἀξιῶ πάντας, ὅσοι τοῖσδε τοῖς γράμμασιν
8. ὁμιλοῦσι, τῆς ψώρας, ἢ λύττης, ἢ μανίας ἧς ἔχουσι
9. περὶ τὰς αἱρέσεις, ὡς ἀνθρώπους σώφρονας ἐπισκέψασθαι
10. τὴν ἀκολουθίαν τῶν ἐφεξῆς εἰρησομένων. ἐν ᾧ γὰρ ἐσκοπούμην
11. ἃ εἴρηκα, πυθόμενος τῷ Ἀρχιγένει τι γεγράφθαι βιβλίον,
12. ἔνθα διδάσκει μνήμης βεβλαμμένης ἀνάκτησιν, εὐθέως
13. περιῆλθον ἁπάσας μὲν τὰς βιβλιοθήκας, ἅπαντας δὲ τοὺς
14. βιβλιοπώλας, ἅπαντας δ’ οὓς ᾔδειν ἰατροὺς ἐσπουδακότας
15. περὶ τὰ συγγράμματα τἀνδρὸς, εὐπορῆσαι τοῦ βιβλίου
16. προῃρημένος, ὅπως μοί τι συντελέσειεν πρὸς τὴν τῶν βοηθημάτων
17. εὕρεσιν, οὐ τοῦ τόπου τοῦ πεπονθότος· ἄντικρυς
18. γὰρ ἡγούμην ὑπ’ αὐτοῦ λελέχθαι τὸν τόπον τοῦτον, οὐκ
1. ἄλλον τινὰ παρὰ τὴν καρδίαν, ἐπειδὴ κατὰ ταύτην ἡ αἵρεσις
2. αὐτοῦ τὸ τῆς ψυχῆς ἡγεμονικὸν εἶναι πεπίστευκεν· ἐζήτουν δ’
3. ἐγνωκέναι, τίνα δυσκρασίαν αὐτῆς αἰτίαν ἡγεῖται εἶναι τοῦ
4. πάθους. οὐδὲ γὰρ ὅτι δυσκρασίαν τινὰ εἶναι νενόμικεν, ἠμφίβαλλον,
5. εἰδὼς τὴν αἵρεσιν τοῦ ἀνδρός· ἀλλ’ ἐπειδὴ δυσκρασίας
6. ᾔδειν ὀκτὼ καθ’ ἕκαστον μόριον συνισταμένας, τέτταρας
7. μὲν ἁπλᾶς, τέτταρας δὲ συνθέτους, ἐπεθύμουν γνῶναι, τίνα
8. τούτων ὁ Ἀρχιγένης ἀπεφήνατο τῆς βεβλαμμένης ἐνεργείας
9. αἰτίαν εἶναι, πότερα ψύξιν ἢ ὑγρότητα τοῦ κατὰ τὴν καρδίαν
10. πνεύματος, ἢ σύνθετον ἐκ ψύξεώς τε καὶ ὑγρότητος,
11. ἢ ξηρότητα μετὰ ψύξεως ὑπολαμβάνει δύνασθαι τὸ πάθος
12. ἐργάσασθαι τοῦτο· πρόδηλον γὰρ ἦν, ὅτι τῆς θερμότητος
13. ἀποστήσεται. τί ποτ’ οὖν μοι συνέβη, τοῖς, ὡς ἔφην,
14. ἀποτιθεμένοις τὴν τῆς αἱρέσεως μανίαν, ἐφεξῆς φράσω, παραγράψας
15. αὐτὰς τὰς πρώτας ῥήσεις τοῦ βιβλίου, καθ’ ὃ θεραπείαν
16. ὁ Ἀρχιγένης ἔγραψεν τῆς ἐπιλησμοσύνης, ἢ λήθης,
17. ἢ μνήμης ἀπωλείας, ἢ βλάβης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ
18. τὸ προκείμενον ἐν τῷ λόγῳ πάθος, ἢ εἰ μὴ πάθος, ἀλλὰ
1. νόσον, ἢ σύμπτωμα, ἢ ἀῤῥώστημα· ταῦτα γὰρ οἱ σοφισταὶ
2. ζητοῦσιν, μὴ ὅτι μικρὸν, ἀλλὰ μηδὲ τοὐλάχιστον εἰς τὴν θεραπείαν
3. συντελοῦντα. σαφηνείας δὲ ἕνεκα τῶν μελλόντων
4. εἰρήσεσθαι τοσοῦτον προειπεῖν ἀναγκαῖόν ἐστιν, ὅτι βιβλίων
5. Ἀρχιγένει γεγραμμένων ἐπιστολικῶν ἕνδεκα τὸν ἀριθμὸν, ἐν
6. τῷ πρώτῳ γέγραπται πρὸς Μάρσον ἐπιστολὴ, δι’ ἧς αὐτῷ
7. συμβουλεύει περὶ τοῦ πατρὸς, ὅπως ἀνακτήσηται τὴν μνήμην
8. αὐτῷ· ἐν ἀρχῇ μὲν οὖν αὐτῆς μετὰ τὸ προοίμιον, ὁπότε
9. τῆς θεραπείας ἄρχεσθαι μέλλει, γέγραπται ταῦτα κατὰ λέξιν·
10. ἀφαίρεσιν μὲν οὖν αἵματος σύμμετρον καὶ ἐπαφαίρεσιν πεποιῆσθαι
11. ἡμᾶς ἀρχομένης τῆς ἀποθλίψεως πέπεισμαι, εἰ μή
12. τις ἀσθένεια γέγονεν ἐμποδών. εἶτ’ ἐφεξῆς πάλιν· οἶμαι δὲ
13. ὅτι καὶ ἐμβρέγμασί τε κατὰ καιρὸν χρήσασθαι καὶ θάλψεσι
14. μὲν ὅλου τοῦ σώματος, ψιλώσει τε τῆς κεφαλῆς, καὶ σικυῶν
15. προσβολῇ. ταῦτ’ ἀναγνοὺς ἐσκοτοδινίασα, χρὴ γὰρ ἴσως
16. εἰπεῖν με τἀληθῆ· πῶς δ’ οὐκ ἔμελλον, ἁμαρτὼν τῆς ἐλπίδος
17. ἣν ἤλπισα παρ’ ἀνδρὸς ἔσεσθαί μοι, μυριάκις ἐν πολλοῖς
18. συγγράμμασιν τήν τε τῶν πεπονθότων τόπων ἐπιστήμην
1. καὶ τὴν τῆς διαθέσεως αὐτῶν ἀναγκαίαν εἶναι φάσκοντος
2. εἰς τὸ καλῶς ἰᾶσθαι τὰς νόσους; πῶς γὰρ ἂν ἔτι χρήσιμοι
3. πρὸς τοῦτο εἶεν, εἰ μὴ τὴν ἀπ’ αὐτῶν τις ἔνδειξιν ἐπιδείξειεν
4. ἡγεῖσθαι τῆς τῶν βοηθημάτων εὑρέσεως; ἐκ τίνος, Ἀρχίγενες,
5. λόγου πιθανοῦ πεισθέντες ἐπὶ τὴν κεφαλὴν ἀφιξόμεθα τὴν
6. καρδίαν ἀφέντες, ἧς ἓν μέν τι τῶν συμφύτων ἔργων ἐστὶν τὸ
7. μεμνῆσθαι, τὸ πάθος δὲ τῆς ἐνεργείας ἐστὶν ἡ ταύτης ἀπώλεια;
8. τίνα δὲ διάθεσιν ἡ τῇ κεφαλῇ προσφερομένη σικύα θεραπεύουσα
9. τὴν μνήμην ἀνακαλέσεται; τίνι λόγῳ τὰ βοηθήματα
10. ταῦτα συνεβούλευσας; ὡς ἔγωγε καὶ νῦν θεῶμαι κατὰ
11. τὰς τῶν νοσούντων ἐπισκέψεις τοὺς ἰατροὺς ἐν τῇ κοινολογίᾳ
12. πυνθανομένους ἀλλήλων, κατὰ τίνα λόγον τόδε βοήθημα πρὸ
13. τοῦδε συνεβούλευσεν, ἄχρι καὶ τῶν σμικροτάτων τοῦτο δρῶντας,
14. οὐ τῶν οὕτω μεγάλων ὁποῖόν ἐστι σικύα προσφερομένη
15. τῇ κεφαλῇ. ἐγὼ μὲν οὖν οὐδ’ εἰ τῷ θώρακι προσήγετο, καθ’
16. ὃ μέρος ἡ καρδία τέτακται, λόγον εἰπεῖν εὑρίσκω δι’ ὃν
17. ὤνησεν ἄν τι τὸν τοῦ Μάρσου πατέρα, μετὰ τοῦ μηδὲ εἰ
18. τῷ θώρακι προσῆγε, πότερον μετ’ ἀμυχῶν τὰς σικύας,
19. ἢ χωρὶς τούτων ἐβούλετο προσβεβλῆσθαι, δεδηλῶσθαι διὰ
1. τῆς ἀρτίως εἰρημένης ῥήσεως. δυναμένης γὰρ, εἰ οὕτως ἔτυχεν,
2. τῆς διαθέσεως ψυχρᾶς καὶ ξηρᾶς εἶναι, τὸ μὲν αἵματος ἀφελεῖν
3. ἔσχατον κακόν ἐστιν· τὸ δὲ σικύαις μόναις κεχρῆσθαι
4. χάριν μὲν τοῦ θερμῆναι χρήσιμον, ἄλλως δ’ οὐδαμῶς· ἐπισπῶνται
5. γὰρ ἐκ τοῦ βάθους εἰς αὐτὰ αἱ σικύαι τὴν ὑγρότητα,
6. τοῦτο δ’ ἐναντιώτατόν ἐστι διαθέσει ξηρᾷ. μὴ γινωσκόντων
7. οὖν ἡμῶν μηδέπω, τίς ἦν ἡ διάθεσις ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον
8. καὶ τὰς μήνιγγας χωρίοις, οὐκ ἀσφαλὲς ἦν ἔξω τοῦ
9. κρανίου ποιεῖσθαι τὴν ἀντίσπασιν, προειρηκέναι τοιγαροῦν
10. ἐχρῆν αὐτὸν ὡδί πως· ἐπειδὴ ψυχρόν ἐστιν καὶ ὑγρὸν τὸ πάθος
11. ἐν τῇ κεφαλῇ, τοιαύτης γενομένης διαθέσεως, εἴη μὲν ἂν
12. ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν τὸ τῆς θεραπείας κεφάλαιον,
13. ὕλαις δ’ ἄν τις εἰς τοῦτο βοηθημάτων χρήσαιτο τοιαῖσδε.
14. μόγις γοῦν ἐπεγείρας ἐμαυτὸν ἐκ τῆς σκοτοδινίας ἐπὶ τὴν τῶν
15. ἐφεξῆς γεγραμμένων ἀνάγνωσιν ἧκον, ἐνδέχεσθαι νομίζων, εἰ
16. καὶ μὴ κατὰ τάξιν, ἀλλ’ οὖν γε παρὰ τάξιν εἰρῆσθαί τινα
17. τοιοῦτον λόγον, οἷον ἄρτι διῆλθον ἐπὶ τοῦ παραδείγματος.
18. καὶ τοίνυν εὗρον ἅπαντα τῶν βοηθημάτων τὸν κατάλογον
1. ἱκανῶς θερμαίνοντά τε καὶ ξηραίνοντα, μέχρι τοῦ καὶ τῷ καλουμένῳ
2. πρὸς αὐτοῦ σιναπισμῷ καὶ ὅλην κεφαλὴν ἐκθερμαίνειν,
3. καὶ τούτῳ γ’ αὐτῷ σφοδροτάτῳ· κελεύει γὰρ, ἀρθέντος
4. τοῦ νάπυος, νίτρῳ καταπάσαντας τὴν κεφαλὴν, ἔπειθ’
5. ὕδατι καταντλεῖν θερμῷ, οὗ βοήθημα βιαιότερον οὐδὲν ἂν
6. εὕροις ἄλλο τῶν κατ’ ἰατρικήν· ὁμοίαν γὰρ ἔχει τὴν ὀδύνην
7. καυτηρίῳ, πολυχρονιωτέραν δὲ τὴν ἐνέργειαν. ἀμέλει καὶ
8. αὐτὸς ὁ Ἀρχιγένης ἐπιφέρων ἔφη· δυσυπομόνητον μὲν οὖν
9. ἔχει τὴν ὀδύνην, ἀλλ’ οὐδενὸς χεῖρόν ἐστι τοῦτο τῶν μεγίστων
10. βοηθημάτων. καὶ μὴν διὰ νάπυος, καὶ καρδάμου, καὶ κόκκου
11. κνιδίου, καὶ σταφίδος ἀγρίας, ἀποφλεγματισμοὺς ποιεῖσθαι
12. συμβουλεύει, καὶ πταρμικοῖς χρῆσθαι κελεύει, καὶ προποτισμοῖς,
13. διὰ τῶν ἱκανῶς θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων
14. ἀμφότερα τὰ βοηθήματα ποιούμενος, ὡς εἶναι δῆλον
15. αὐτὸν ὑγρότητα καὶ ψύξιν ἡγούμενον εἶναι τὴν διάθεσιν, ἤτοι
16. κατὰ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας· οὐ γὰρ δὴ κατά γε τὸ
17. κρανίον ἡ τοιαύτη διάθεσις γενομένη τῆς μνήμης ἀφαιρήσεται
18. τὸν ἄνθρωπον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον,
1. ὡς οὐδαμόθι δείξας ὑγρότητι καὶ ψύξει γίνεσθαι τὴν ἐπιλησμοσύνην,
2. ἔπειτα ξηραίνοντα καὶ θερμαίνοντα βοηθήματα παρέχει·
3. τὸ δὲ τῇ κεφαλῇ τοσαῦτα πράγματα παρέχειν, ἑτέρου
4. πεπονθότος μορίου, πῶς οὐκ ἄν τις ἀγανακτήσειεν; περὶ
5. γοῦν τῶν σικυῶν τῇ κεφαλῇ προσβολῆς, ὧν ἀδιορίστως ἐμνημόνευσεν
6. ἐν ἀρχῇ τοῦ λόγου, μετὰ ταῦτα προελθὼν ἔγραψε
7. σαφέστατα τήνδε τὴν λέξιν· ἐρεθισμούς τε διὰ νάπυος καὶ
8. σικυῶν κούφων, τὰ πολλὰ μὲν ἠπίων, ὁτὲ δὲ καὶ πάνυ εὐτόνων·
9. ἀνυστικώτεραι δ’ εἰσὶν αἱ μετ’ ἀμύξεως. ἀλλὰ πάντα
10. τε ταῦτα κατ’ οὐδένα λόγον, Ἀρχίγενες γενναιότατε, τῇ κεφαλῇ
11. προσφέρεις, ἐν καρδίᾳ τοῦ πάθους ὄντος. οὐδὲ γὰρ
12. ἐκ πείρας, ἵνα τι καὶ πρὸς τοὺς ἐμπειρικοὺς εἴπω, τῶν τοιούτων
13. εὑρῆσθαί τι δύναται· καυσούμενος μὲν γὰρ ἄνθρωπος ἐν
14. πυρετῷ διακαεῖ ψυχρὸν ὕδωρ ὑπ’ ἀκρασίας προσενεγκάμενος
15. ὤνητο μὲν αὐτός ποτε, μιμήσεως δ’ ἀρχὴν ἰατροῖς παρέσχεν
16. ἄνευ λογικῆς ἐνδείξεως· ἡ δὲ τῆς σικύας πρόσθεσις οὐδεμίαν
17. ἔχει περίπτωσιν ἡγουμένην, ἀλλ’ ἐκ λογικῆς ἐνδείξεως ἅπασα
18. γέγονεν, μήτ’ αὐτῆς ποτε δυναμένης τῆς σικύας αὐτομάτως
1. γεννηθῆναι μήτ’, εἰ κᾂν τοῦτό τις συγχωρήσειε, κολληθῆναί
2. ποτε τῇ κεφαλῇ κατὰ περίπτωσιν, καὶ μάλιστ’ ἐπὶ πάθους
3. σπανίου. τῶν γοῦν καθ’ ἡμᾶς ἰατρῶν, ὅσοι γέροντές εἰσι
4. καὶ τριβακοὶ, πυνθανόμενος, εἴ τινος ἐθεράπευσάν ποτε
5. τοιοῦτο πάθος, ὀλίγου δεῖν ἁπάντων ἤκουσα μηδ’ ἐπικεχειρηκέναι
6. λεγόντων, μόνος δ’ εἷς ἔφη τολμῆσαι μὲν ἐπὶ τὴν θεραπείαν
7. ἐλθεῖν, ἀνύσαι δὲ μηδὲν ἐπ’ αὐτῇ. πῶς οὖν ἐκ πείρας
8. μιμητικῆς τῶν κατὰ περίπτωσιν ὀφθέντων ἡ τοῦ βοηθήματος
9. ἐγένετο γνῶσις, αὐτοῦ γε τοῦ πάθους σπανίως τινὶ
10. συμβαίνοντος, αὐτομάτως τε τῆς σικύας τῆ κεφαλῇ κολληθῆναι
11. κατὰ περίπτωσιν οὐδέποτε δυναμένης; ψυχροῦ μὲν γὰρ
12. πόσις, ἕκαστόν τε τῶν τοιούτων βοηθημάτων, ὧν ὁσημέραι
13. πεῖραν ἔχομεν ἐπὶ πολλῶν πολλάκις, ἐκ πείρας εὑρῆσθαι
14. δύναται μιμητικῶς· ἡ δὲ τῆς σικύας προσβολὴ μετ’
15. ἀμυχῶν, ἢ ἄνευ τούτων, οὐδεμίαν ἐκ πείρας ἀφορμὴν
16. ἐσχηκέναι δύναται. οὐδὲ γὰρ ὥσπερ ἐπ’ ἄλλων παθῶν
17. πολλῶν ὁ πεπονθὼς τόπος, εἰ καὶ μὴ πρὸς ἀκρίβειαν, ἀλλὰ
18. πρός γε τὴν τῶν βοηθημάτων αὐτῷ προσφορὰν, αὐτάρκως
1. φαίνεται δι’ αἰσθήσεως, οὕτω κᾀπὶ τῆς μνήμης· ἄλλων δὲ
2. λέγω παθῶν τῶν τοιῶνδε, πλευρίτιδος, περιπνευμονίας, νεφρίτιδος,
3. κωλικῆς διαθέσεως, ἡπατικῆς, σπληνικῆς, ἢ κατ’
4. ἔντερον, ἢ κατὰ κύστιν, ἢ μήτραν, ἤ τι τοιοῦτον μόριον ἕτερον,
5. ἐφ’ ὧν ἁπάντων αἵ τ’ ὀδύναι καὶ τὰ διὰ τῶν πόρων
6. ἐκκρινόμενα τὸν πεπονθότα τόπον, εἰ καὶ μὴ κατὰ τὸ ἀκριβέστατον,
7. ἀλλ’ ἐν πλάτει γε διασημαίνουσι. κατά τε γὰρ
8. τῆς πλευρᾶς ὅλης ἐν πλευριτικοῖς ἐπιθεῖναι ῥᾷστόν ἐστιν ὅ τι
9. περ ἂν βουληθῇς, ἐπί τε τῆς κοιλίας ἐν κωλικοῖς, ὥσπερ καὶ
10. κατὰ τῶν ὑποχονδρίων ἐφ’ ἥπατός τε καὶ σπληνὸς φλεγμοναῖς,
11. ὡσαύτως δὲ καὶ τῶν ἄλλων μορίων· ἔνθα δὲ ἀπόλωλεν
12. ἡ μνήμη, σημεῖον οὐδέν ἐστι τόπου πεπονθότος, οὐκ ὄγκος
13. παρὰ φύσιν, οὐκ ὀδύνη τις, οὐκ ἔκκρισις, οὐκ ἄλλο. οὐδέν·
14. ὥσπέρ γε καὶ ἐπὶ μελαγχολίας καὶ φρενίτιδος καὶ μανίας,
15. ἐπιληψίας τε καὶ ληθάργου καὶ κάρου καὶ τῆς ὀνομαζομένης
16. ὑπὸ τῶν νεωτέρων ἰατρῶν κατοχῆς τε καὶ καταλήψεως· ἀλλ’
17. οὐδὲ τῶν ὅλου τοῦ σώματος σπασμῶν, ἢ παλμῶν, ἢ τῆς
18. ἐξ ἡμίσεος αὐτοῦ μέρους παραλύσεως, ἡ οἷον ῥῖζα προβάλλει
1. τι σημεῖον, οὔτε δι’ ὄγκου παρὰ φύσιν, οὔτε δι’ ὀδύνης, οὔτε
2. διὰ χρώματος ἐξηλλαγμένου παρὰ τὸ πρόσθεν, ἢ διά τινος
3. τῶν ἐκκρινομένων· ὥστ’ οὐδ’ ἐπὶ τούτων ἡ Ἀρχιγενικὴ τῶν
4. βοηθημάτων εὕρεσις δύναται γενέσθαι, ληρώδους μὲν οὔσης
5. τῆς τῶν ἐμπειρικῶν περιπτώσεως, τοῦ δ’ Ἀρχιγενείου λόγου
6. πρὸς τὴν καρδίαν ἡμᾶς ὁδηγοῦντος. ἀλλὰ δῆτα συγκεχωρήσθω
7. τὴν πεῖραν εὑρηκέναι τὰ βοηθήματα τῶν εἰρημένων παθῶν,
8. ἆρ’ οὐ φανερὸς ἔλεγχός ἐστι τῆς ψευδοῦς ἀλαζονείας
9. τῶν δογματικῶν ἀνδρῶν, οὐδ’ οὗτος αὐτὸς ἁπλοῦς, ἀλλὰ
10. διττὸς, καὶ ἰσχυρὸς ἑκάτερος; ἐκ γὰρ τοῦ τὴν πεῖραν οὕτως
11. εἶναι χρήσιμον, ὡς μὴ μόνον εὑρίσκειν ἄνευ λόγου τὰς ἰάσεις,
12. ἀλλὰ καὶ διελέγχειν αὐτὸν, ὡς ἔστι προφανῶς ψευδὴς, οὐ
13. μόνον ἄχρηστος ὁ λόγος, ἀλλὰ καὶ πρὸς κακοῦ φαίνεται τοῖς
14. δογματικοῖς ἰατροῖς ἐπιτηδευόμενος. ἤρκει μὲν οὖν, ὥς φασι,
15. καὶ ὁ περὶ τῆς ἀχρηστίας ἔλεγχος· ὁπότε δὲ καὶ βλάπτων ὁ
16. λόγος φαίνεται, τί ἂν ἔτι μεῖζον ἔχοι τις εἰπεῖν εἰς τὴν μοχθηρίαν
17. αὐτοῦ; οἱ πολλοὶ γοῦν λόγοι περὶ ψυχῆς ἡγεμονικοῦ
18. διαλεκτικῶς ἐρωτηθέντες, ἅμα τοῖς περὶ τῆς τῶν πεπονθότων
1. τόπων εὐχρηστίας, ἐνδεικνύμενοι τῇ καρδίᾳ προσφέρειν ἐπὶ
2. τῶν ψυχικῶν παθῶν τὰ βοηθήματα, κατεφρονήθησαν ἐξαίφνης
3. ὑπὸ τοῦ τριβακωτάτου περὶ τὰς θεραπείας Ἀρχιγένους,
4. ὡς ἐᾶσαι μὲν ὅλως τὰ κατὰ τὸν θώρακα μόρια, τὴν κεφαλὴν
5. δὲ σικυάζειν καὶ κατατέμνειν καὶ κατακαίειν οὐδὲν πεπονθυῖαν.
6. ἆρ’ οὖν, ὦ πρὸς Διὸς, ἐψευσάμην, ὀλίγον ἔμπροσθεν
7. εἰπὼν, ἐσχάτην προδοσίαν γίνεσθαι τῆς λογικῆς ὁδοῦ πρὸς
8. τὴν τῶν βοηθημάτων εὕρεσιν ὑπὸ τῶν τὴν πατρίδα μᾶλλον
9. ἢ δόγμα προδοῦναι πεπεισμένων; προδοσία γὰρ αὐτοῖς εἶναι
10. δοκεῖ τἀληθῆ λέγειν, ὅταν μέλλωσι διαφωνεῖν τοῖς ἀπὸ τῆς
11. τοιαύτης αἱρέσεως. ὥσπερ δ’ ἐνταῦθα φιλονεικίαν αἰσχρὰν
12. ἐπιδείκνυνται προφανῶς, οὕτως ἄνοιαν, ὅταν οἴωνται πάνθ’
13. ἑαυτῶν σαλεύεσθαι τὰ δόγματα, κᾂν ἓν ὁτιοῦν ἐλεγχθῇ·
14. τινὰ μὲν γὰρ ἀλλήλοις ἀκολουθεῖ, καθάπερ γε πάλιν ἕτερα
15. μάχεται, τινὰ δὲ οὔτ’ ἀκολουθίαν οὔτε μάχην ἀναγκαίαν
16. ἔχει, καθάπερ αὐτὸ τοῦτο τὸ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ.
17. ἐάν τε γὰρ ἐν καρδίᾳ τις ἐάν τ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι
18. τοῦτό φησι, δυνατόν ἐστιν αὐτῷ καὶ περὶ τῶν φυσικῶν στοιχείων
1. ἣν ἂν ἐθελήσῃ δόξαν ἑλομένῳ μήτε μάχεσθαι τούτῳ
2. μήτ’ ἀκολουθεῖν· καὶ περὶ γενέσεως καὶ φθορᾶς ὁμοίως, ὥσπέρ
3. γε καὶ περὶ ψυχῆς οὐσίας καὶ περὶ θεῶν καὶ προνοίας
4. καὶ εἰμαρμένης καὶ τοῦ γεννητὸν εἶναι τὸν κόσμον, ἢ ἀγέννητον,
5. ἄπειρόν τε τὸ πᾶν ἢ πεπερασμένον, ἢ πολλοὺς εἶναι
6. κόσμους ἢ ἀπεριλήπτους κατὰ τὸν ἀριθμὸν, ἢ ἕνα μόνον
7. τοῦτον. οὐδενὶ γὰρ ὧν εἴρηκα δογμάτων οὔτ’ ἀκολουθία
8. τίς ἐστιν οὔτε μάχη πρὸς τὸ τῆς ψυχῆς ἡγεμονικὸν, ἐάν τε
9. ἐν καρδίᾳ τις ἐάν τε ἐν ἐγκεφάλῳ φησὶ περιέχεσθαι. προδιδόασιν
10. οὖν ὅλην τὴν δογματικὴν αἵρεσιν οἱ τοιαύτας γράφοντες
11. θεραπείας· περὶ γὰρ ἡγεμονικοῦ ψυχῆς ἀποδείξεων οὐσῶν
12. ἐναργῶν, ὡς ἅπασιν ἀνθρώποις πεπιστεῦσθαι τὸ μόριον ἐν
13. ᾧ κατῴκισται, μόνοις ἰατρῶν τε καὶ φιλοσόφων τοῖς ἀρίστοις
14. οὐ φαίνεται, τοῖς ἐν καρδίᾳ τιθεμένοις αὐτό. τὰς μὲν οὖν
15. ἀποδείξεις ἐν τοῖς ὑπομνήμασιν εἶπον ἐν οἷς ἔγραψα περὶ
16. τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων· ὅτι δὲ καὶ πᾶσιν
17. ἀνθρώποις πεπίστευται, τὸ μὲν λογιζόμενον ἐν ἐγκεφάλῳ
1. καθιδρύσθαι, τὸ δ’ ἀνδρεῖόν τε καὶ θυμοειδὲς ἐν καρδίᾳ, τὸ
2. δ’ ἐπιθυμητικὸν ἐν ἥπατι, μαθεῖν ἔστιν ὁσημέραι λεγόντων
3. αὐτῶν ἀκούοντα, πρὸς μὲν τὸν ἀνόητον, ὡς ἐγκέφαλον
4. οὐκ ἔχει· πρὸς δὲ τὸν ἄτολμον καὶ δειλὸν, ὡς ἀκάρδιος
5. εἴη· τοῦ Τιτυοῦ δ’ ὑπ’ ἀετοῦ τὸ ἧπαρ ἐσθιόμενον, οὐ
6. μόνον ἐν ποιήμασι λεγόντων, ἀλλὰ καὶ πλαττόντων τε καὶ
7. γραφόντων.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 3.5, ed. Kühn, 1824, vol. 8, p. 147-160. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩