8. Ὥρα τοίνυν ἐπανελθεῖν ἤδη μοι πρὸς τὸ
9. προκείμενον. ὁμολογουμένου μὲν ἅπασι τοῖς ἰατροῖς αὐτοῖς
10. τοῖς ἔργοις, οἷς δρῶσιν κατὰ πάντα τὰ τοῦ λογιστικοῦ πάθη,
11. τὴν κεφαλὴν ὑπάρχειν οἶκον αὐτοῦ, προσῆκον ἦν ἐπισκέψασθαι
12. περὶ τῆς ἑκάστου πάθους διαθέσεως ὁποία τίς ἐστιν·
13. οἷον ἡ τῆς μνήμης βλάβη, ἐπειδὴ προὐθέμην ὑπὲρ αὐτῆς διελθεῖν.
14. ἅμα μὲν γὰρ αὐτὴ φαίνεται πολλάκις γενομένη μετὰ
15. βλάβης τινὸς τοῦ λογισμοῦ, καθάπέρ γε καὶ ἡ τοῦ λογισμοῦ
16. βλάβη μετὰ τοῦ καὶ τὴν μνήμην βεβλάφθαι, τῆς μὲν διαθέσεως
17. ἀμφοτέροις τῆς αὐτῆς οὔσης, ἐπιτεταμένης δὲ, ὁπότε
18. τῇ μνήμῃ συναπόλωλεν ὁ λογισμὸς, ὅπερ ὀνομάζεται μώρωσις.
1. ἀπόλλυται δὲ ἄμφω ταῦτα καὶ κατὰ τοὺς ληθάργους τε καὶ
2. τὰ καρώδη πάθη πάντα, καὶ τὴν διάθεσιν αὐτῶν ἀναγκαῖον
3. ὑπάρχειν ὁμογενῆ· κατὰ μὲν τὸ πρῶτον γένος, ὅτι δυσκρασία,
4. δέδεικται γὰρ αὕτη τῶν ὁμοιομερῶν μορίων, ἃ πρώτως
5. ἐνεργεῖ, διάθεσις εἶναι κοινή· κατὰ δεύτερον δὲ, ὅτι ψυχρά
6. τίς ἐστιν ἡ δυσκρασία πάντως, αὕτη γὰρ ὁρᾶται ναρκοῦσα
7. τὰς ψυχικὰς ἐνεργείας, ὡς τά γε διὰ κρύος ἀναγκαζόμενα φωλεύειν
8. ζῶα σαφῶς ἐνδείκνυται, καὶ πάντα τὰ ψύχοντα φάρμακα,
9. καὶ τῶν ἐδεσμάτων δὲ τὰ ψυχρὰ, καθάπερ ἡ θριδακίνη
10. καταφορικοὺς ἐργάζεται τοὺς ὕπνους, εἰ πολλὴν αὐτὴν
11. προσενέγκαιτό τις· ἀλλὰ καὶ τὰ βάρη τῆς κεφαλῆς, ὅσα χωρὶς
12. ὀδύνης δακνώδους συνίσταται, πάνθ’ ὑπνώδη τε καὶ καταφορικὰ
13. γίνεται, καὶ φαίνεται δι’ ἀποφλεγματισμῶν μεγάλως
14. ὀνινάμενα. πρὸς δὲ τούτοις ἔγκαυσίς τε καὶ ψύξις τῆς κεφαλῆς
15. ἐνδείκνυται ταὐτόν· ἀγρυπνητικαὶ μὲν αἱ ἐγκαύσεις,
16. καταφορικαὶ δ’ αἱ ψύξεις γινόμεναι. καὶ μὴν καὶ τὰ χολώδη
17. τῶν νοσημάτων καὶ θερμὰ τὰς ἀγρυπνίας καὶ παραφροσύνας
18. καὶ φρενίτιδας ἐργαζόμενα φαίνεται· τούτοις δ’ ἔμπαλιν
19. τὰ φλεγματικὰ καὶ ψυχρὰ νωθρότητάς τε καὶ καταφοράς.
1. ἡ μὲν δὴ πρώτη δύναμις ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ
2. ψυχρόν ἐστι δυσκρασίᾳ, τῶν ἀγρυπνητικῶν τε καὶ καταφορικῶν
3. νοσημάτων· ἐφεξῆς δ’ αὐτῆς ἡ καθ’ ὑγρότητα
4. καὶ ξηρότητα. τά τε γὰρ λουτρὰ πάντας ὑπνώδεις ἐργάζεται
5. τὴν κεφαλὴν ὑγραίνοντα, καὶ οἴνου πόσις εὔκρατος, καὶ
6. ὑγραίνουσαι τροφαὶ πᾶσαι. καὶ τῶν ἡλικιῶν ὑπνώδης μὲν
7. ἡ τῶν παιδίων δι’ ὑγρότητα· τῶν γερόντων δ’ ἀγρυπνητικὴ
8. διὰ ξηρότητα. ταῦτ’ οὖν ἅπαντα τεκμήρια γενέσθω τοῦ
9. δευτέραν μὲν ἔχειν χώραν εἰς ἀργίαν ψυχῆς τὴν παρὰ φύσιν
10. ὑγρότητα, προτέραν δ’ αὐτῆς εἶναι τὴν ψυχρότητα· διὸ καὶ
11. μόνη μὲν ὑγρότης πλεονάσασα μακροὺς καὶ βαθεῖς ὕπνους
12. ἐργάζεται, καθάπερ γε καὶ μόνη ξηρότης ἀγρυπνίας, ἐφ’ ὧν
13. διαθέσεων εἴρηται πρὸς Ἱπποκράτους, ὕπνος καὶ ἀγρυπνίη
14. ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, μοχθηρόν. εἰ δὲ
15. ψυχρότης μεθ’ ὑγρότητος ἱκανῆς προσέλθοι, καταφορικὰ καὶ
16. καρώδη πάθη συνίσταται· χωρὶς δὲ ταύτης αἵ τε τῆς μνήμης
17. βλάβαι καὶ αἵ γε μωρώσεις. οὔσης δὲ πολλῆς διαφορᾶς ἐν
18. τῷ μᾶλλόν τε καὶ ἧττον οὐ καθ’ ὑγρότητα καὶ ψυχρότητα
19. μόνον, ἀλλὰ καὶ κατὰ ξηρότητα καὶ θερμότητα, ποικιλία
1. πολυειδὴς γίνεται τῶν βλαπτόντων τὰς ψυχικὰς ἐνεργείας αἰτίων.
2. ἕνεκα δὲ σαφοῦς διδασκαλίας αἱ μὲν τοῦ λογιστικοῦ
3. τῆς ψυχῆς ἐνέργειαι καλείσθωσαν ἡγεμονικαὶ, αἱ δὲ τῶν ἀλόγων
4. ἠθικαὶ, περὶ ὧν οὐ πρόκειται λέγειν, ὅτι μηδὲ περὶ
5. τῶν τῆς καρδίας, ἢ τοῦ ἥπατος παθῶν. ὥσπερ οὖν ὕπνος
6. καὶ ἀγρυπνία μᾶλλον τοῦ μετρίου γίνεται, τὸ μὲν δι’ ὑγρότητα,
7. τὸ δὲ διὰ ξηρότητα κράσεως, οὕτως ἐν αὐτοῖς τούτοις
8. τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ἀγρυπνίαις τε καὶ ὕπνοις ἕπεται
9. τῷ μᾶλλον καὶ ἧττον ἐν ὑγρότητι καὶ ξηρότητι. καὶ διττῶς
10. γε τῶν τοιούτων δυσκρασιῶν γινομένων, ὡς ἐπιδέδεικται,
11. διττὸς ἔσται τρόπος ἑκάστης διαθέσεως, ὁ μὲν ἕτερος ἐπὶ τοῖς
12. ὑγροῖς καὶ ξηροῖς χυμοῖς, ὁ δὲ ἕτερος ἐπ’ αὐτοῖς τοῖς σώμασιν,
13. ὅτ’ ἄν γε εἰς τὰς αὐτὰς ἀφίκηται δυσκρασίας τὰ στερεὰ
14. τοῖς ὑγροῖς. καὶ πρός γε ταῖς εἰρημέναις δυσκρασίαις ἐναντίαις
15. ἄλλη τις ἐξ ἀμφοῖν γίνεται μικτὴ, καθάπερ ἐν τοῖς
16. ἀγρύπνοις κώμασιν, ἐφ’ ὧν φλεγματώδης καὶ χολώδης πλεονάζει
17. χυμός. οἱ δ’ αὐτοὶ τρόποι τῶν θ’ ἁπλῶν δυσκρασιῶν
18. καὶ τῆς ἐξ ἀμφοῖν μικτῆς ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ
1. ψυχρὸν ἐναντιώσει συνίστανται. χολῆς γοῦν, εὔδηλον δ’ ὅτι
2. τῆς ξανθῆς λέγω, φλέγματι μεμιγμένης, ἡ κατὰ τὸ θερμόν τε
3. καὶ ψυχρὸν ἐπίμικτος γίνεται διάθεσις· εἰ δὲ κᾀν τοῖς στερεοῖς
4. μορίοις αὐτοῖς τοῦ σώματος ἡ ἐκ τῶν ἐναντίων μικτὴ
5. διάθεσις ὁμολογηθείη γίνεσθαι, κατ’ ἐκείνην τρεῖς αἱ πρῶται
6. γενήσονται δυσκρασίαι καθ’ ἑκατέραν ἀντίθεσιν. ἅπαντα μὲν
7. οὖν τὰ τοιαῦτα πάθη κατὰ τὸν ἐγκέφαλον γίνεται, διαφέρει
8. δ’ ἀλλήλων οὐ μόνον ταῖς ποικιλίαις τῶν μίξεων, οὐδὲ τῷ
9. μᾶλλόν τε καὶ ἧττον ἔν τε ταῖς ἁπλαῖς διαθέσεσιν καὶ ταῖς
10. μικταῖς, ἀλλὰ καὶ τῷ ποτὲ μὲν ἐν ταῖς κοιλίαις τοῦ ἐγκεφάλου
11. συνίστασθαι τὰς δυσκρασίας, ποτὲ δ’ ἐν τοῖς καθ’ ὅλον
12. αὐτὸν ἀγγείοις, ἢ τὴν παρεσπαρμένην ὑγρότητα τῷ σώματι
13. τοῦ κεφάλου, καὶ τέταρτον ἐπὶ τούτοις, ὅταν αὐτὸ τὸ σῶμα
14. τοῦ ἐγκεφάλου δύσκρατον γένηται.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 3.6, ed. Kühn, 1824, vol. 8, p. 160-164. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩