15. Παραφυλάττειν οὖν χρὴ τοὺς ὕπνους
16. τῶν ἀπολωλεκότων τὴν μνήμην, ἢ τὴν σύνεσιν, ἀπώλεια γὰρ
17. τῆς συνέσεως ἡ μώρωσίς ἐστι, πότερον ὑπνώδεις ἱκανῶς οἱ
18. κάμνοντές εἰσιν, ἢ μετρίως ὑπνώδεις, ἢ τὴν ἀρχὴν οὐδ’
1. ὑπνώδεις, ἀλλ’ ὅσον ἐπὶ τούτῳ κατὰ φύσιν ἔχουσιν· οὕτω
2. γὰρ ἂν ἐξεύροις τὴν ἐπικρατοῦσαν δυσκρασίαν. ἐπιθεωρητέον
3. δὲ καὶ πότερον ἐκκρίνεταί τι διά τε ῥινῶν καὶ στόματος
4. ἐκ τῆς κεφαλῆς καταφερόμενον, ἢ ξηρὰ φαίνεται τὰ χωρία·
5. δυνήσῃ γὰρ κᾀκ τούτου στοχάσασθαι τὴν διάθεσιν, ὥσπερ
6. ἐπὶ κατάῤῥου καὶ κορύζης· καὶ γὰρ ἐπὶ τούτων ἥ τε ποιότης
7. καὶ ἡ ποσότης τῶν ἐκκρινομένων, μετὰ τοῦ συνεπισκέψασθαι
8. τὰς προηγησαμένας αἰτίας, ἐνδείκνυται τὴν διάθεσιν
9. τῆς κεφαλῆς, ἤτοι θερμὴν οὖσαν, ὡς ἐπ’ ἐγκαύσεως, ἢ ψυχρὰν,
10. ὡς ἐπὶ ψύξεως· ἄνευ γὰρ τοῦ διορίσασθαι ταῦτα
11. πάντα, τὴν προσήκουσαν ἑκάστῃ διαθέσει θεραπείαν ἀδύνατον
12. εὑρεῖν. ἐπὶ γοῦν τῆς ἀπολωλυίας ἢ μεγάλως βεβλαμμένης
13. μνήμης ψυχρὰ μὲν δυσκρασία πάντως ἐστὶ, καὶ θερμαίνειν
14. αὐτὴν προσῆκεν, οὐ μὴν ἐξ ἀνάγκης γε καὶ ξηραίνειν,
15. ὥσπερ οὐδὲ ὑγραίνειν· ἀλλ’ εἰ μὲν μεθ’ ὑγρότητος εἴη, ξηραίνειν,
16. εἰ δὲ μετὰ ξηρότητος, ὑγραίνειν, εἰ δ’ ἐν τῷ μέσῳ
17. τούτων, ἐν ταύτῃ τῇ καταστάσει φυλάττειν. ἐγὼ γοῦν οἶδά
18. τινα καὶ τὴν μνήμην μὲν ὀλίγου δεῖν ἀπολέσαντα, καὶ τὸν
19. λογισμὸν δὲ βλαβέντα, διὰ φιλοπονίαν τε καὶ ἀγρυπνίαν ἐπὶ
1. μαθήμασιν· ἕτερον δ’ ἀμπελουργὸν, ἐπὶ τοῖς κατὰ τὴν ἀμπελουργίαν
2. πόνοις, καὶ διαίτῃ λεπτῇ, ταὐτὰ τούτῳ παθόντα·
3. καὶ προφανῶς ἑκάτερος αὐτῶν ὑπὸ μὲν τῶν ξηραινόντων τε
4. καὶ θερμαινόντων ἐβλάπτετο πάντων, ὑπὸ δὲ τῶν ὑγραινόντων
5. ἅμα τῷ θερμαίνειν ὠφελεῖτο. γίνονται μὲν οὖν καὶ
6. μετὰ πυρετοῦ βλάβαι τῶν ἡγεμονικῶν ἐνεργειῶν, ὡς ἐπὶ φρενίτιδός
7. τε καὶ ληθάργου· γίνονται δὲ καὶ χωρὶς πυρετοῦ,
8. καθάπερ ἐπὶ μανίας τε καὶ μελαγχολίας· ὥσπέρ γε καὶ
9. κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν ἐγκεφάλου· τὰ μὲν
10. ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι καὶ διηνεκῆ καὶ μὴ
11. προηγησαμένων ἑτέρων γενόμενα κατὰ πρωτοπάθειαν· τὰ
12. δὲ μήτ’ ἠκριβωμένα τοῖς ἰδίοις συμπτώμασι μήτε παραμένοντα
13. διαπαντὸς, ἐφ’ ἑτέροις τε συστάντα κατὰ συμπάθειαν,
14. μεμνημένων ἡμῶν ὅτι καὶ τῆς συμπαθείας ἡ μὲν ἐν
15. τῷ γίνεσθαι τὸ εἶναι λαμβάνουσα συναποκαθίσταται τοῖς
16. ποιοῦσιν αἰτίοις, ἡ δὲ μόνιμον ἤδη τὴν τῶν συμπαθούντων
17. διάθεσιν ἐσχηκυῖα, κᾂν τὰ ποιήσαντα παύσηται, παραμένει.
18. τὸ μὲν οὖν ἐγκεφάλῳ πάντα γίνεσθαι τὰ τῶν ἡγεμονικῶν ἐνεργειῶν
1. πάθη, πᾶσι τοῖς ἰατροῖς, ὅσοι γε μὴ διὰ φιλονεικίαν
2. αἱρέσεως ἄλλα μὲν ἐν τῇ ψυχῇ φρονοῦσιν, ἄλλα δὲ λέγουσιν,
3. ὡμολόγηται· τὸ δὲ τὴν δυσκρασίαν ὁποία τίς ἐστιν εὑρεῖν,
4. οὐ σμικρὸν ἔργον, ἐν ᾧ χρὴ φιλόπονόν τε καὶ ζητητικὸν εἶναι
5. τὸν ἰατρὸν, οὐκ ἐν τῷ σκοπεῖν ὅπως ἀντείπῃ τοῖς καλῶς εἰρημένοις
6. ὑπὸ τῶν παλαιῶν περὶ ψυχῆς ἡγεμονικοῦ, πράγματος
7. οὕτως ἐναργοῦς, ὡς καὶ τοῖς ἰδιώταις πεπιστεῦσθαι κατὰ
8. τὸν ἐγκέφαλον εἶναι. φιλοσόφοις μὲν οὖν ἐν γωνίᾳ καθημένοις
9. ἁμαρτάνειν ἐν τῷδε τάχ’ ἄν τις συγγνοίη· γεγηρακόσι
10. δ’ ἐν τοῖς ἰατρικοῖς ἔργοις ἀσύγγνωστος ἡ φιλονεικία, τάχα
11. δ’ ἀληθέστερόν ἐστιν εἰπεῖν, ἀναισχυντία· τῶν τε γὰρ
12. ἀγρυπνούντων πάντων ἀῤῥώστων τὴν κεφαλὴν καταντλοῦσι
13. τῶν τε παραπαιόντων καὶ φρενιτιζόντων καὶ ληθαργικῶν·
14. Ἀρχιγένης δὲ καὶ τῶν τὴν μνήμην βλαβέντων τῇ κεφαλῇ προσφέρει
15. τὰ βοηθήματα, κᾂν μωρωθέντα δέ τινα θεραπεύειν
16. ἐπιχειρήσῃ, καὶ τούτου τῇ κεφαλῇ προσοίσει πάντα. τίς δὲ
17. τριβακὸς ἰατρὸς ἀποπλήκτους, ἢ ἐπιλήπτους, ἢ ὀπισθοτονικοὺς,
18. ἢ ἐμπροσθοτονικοὺς, ἢ τετανικοὺς ἑτέρως ἰᾶται;
1. τίς δὲ παραλυθέντας τὸ τοῦ σώματος ἥμισυ μέρος; ἆρ’ οὐχὶ
2. τῶν μὲν σπασμωδῶν παθῶν ἅπαντες ἤδη κᾀξ αὐτῆς τῆς
3. πείρας τὸ κῦρος τῆς θεραπείας κατὰ τοὺς πρώτους ποιοῦνται
4. σπονδύλους, ὥσπέρ γε καὶ τῶν παραλελυμένων τὸ ἥμισυ
5. μέρος ὅλου τοῦ σώματος, συνεκθερμαίνουσιν δὲ καὶ τὸν ἐγκέφαλον;
6. ὥσπερ καὶ τοὺς ἀποπλήκτους ἰῶνται, καθάπέρ γε
7. καὶ τοὺς ἐπιλήπτους· ὅταν μὲν ἐπὶ στομάχῳ γίνηται τὸ πάθος
8. ἤ τινι τῶν ἄλλων μορίων, ἐκεῖνο μὲν μάλιστα καὶ πρῶτον
9. ἐκθεραπεύρυσιν, παρασκευάζουσιν δὲ καὶ τὸν. ἐγκέφαλον εἰς
10. δυσπάθειαν. καὶ χρὴ ταῦτα μᾶλλον ζητεῖν, οὐ περὶ τοῦ
11. σαφέστατα φαινομένου πᾶσι τοῖς ἀδιαστρόφοις τὴν γνώμην
12. ἡγεμονικοῦ, καθάπερ οὐδὲ περὶ τῆς τῶν νεύρων ἀρχῆς, ἣν
13. οὐ χρὴ πορευθέντας εἰς θεοὺς διὰ μαντείας ἐξευρεῖν, ἀλλὰ
14. παρά τινι τῶν ἀνατομικῶν ἀνδρῶν παιδευθέντας.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 3.7, ed. Kühn, 1824, vol. 8, p. 164-168. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩