Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 3.8, ed. Kühn, 1824, vol. 8, p. 168-173. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.8

15. Ἔνιοι γὰρ ἀναπείθουσιν ἑαυτοὺς, ἀρχὴν
16. εἶναι τῶν νεύρων τὴν καρδίαν, ἐκ τοῦ μὴ δύνασθαι διακρῖναι
17. σύνδεσμον νεύρου, συντελούσης εἰς τοῦτο καὶ τῆς ὁμωνυμίας,
18. ἐπειδὴ πολλοὶ τῶν ἰατρῶν καὶ τοὺς συνδέσμους ὀνομάζουσιν
1. νεῦρα συνδετικά. τῆς μὲν οὖν προσηγορίας οὐδεὶς αὐτοῖς
2. φθόνος, ἄν γε μνημονεύωσι τῶν προαιρετικῶν νεύρων, ὡς
3. αὐτοὶ καλοῦσιν, ὧν τὴν ἀρχὴν ἐγκέφαλον εἶναί φαμεν, οὐ
4. τῶν συνδέσμων· οὐδὲ γὰρ οὐδ’ αὐτοὶ τῶν συνδετικῶν νεύρων
5. πάθος εἶναί φασι τὸν σπασμὸν, ἢ τὴν παράλυσιν, ἀλλὰ
6. τῶν προαιρετικῶν. ὅταν οὖν ὅλον τὸ σῶμα φαίνηται σπώμενον,
7. ἅπαν μὲν εὐθὺς παρίσταται πεπονθέναι τὸ τοιοῦτον
8. μέρος, ὃ καθάπερ ἐν δένδρῳ τὸ στέλεχος τῶν κλάδων, οὕτως
9. αὐτὸ κοινὸν τῶν νεύρων ἁπάντων οἷον πρέμνον ἐστὶν, οὐχ
10. οἷον κλάδος ὀλίγων τινῶν ἐν ἑνὶ μορίῳ, καθάπερ ὅταν ἤτοι
11. σκέλος ἢ μία χεὶρ ἂν τύχῃ σπωμένη. κώλου μὲν γὰρ ὅλου
12. σπασμὸς τὴν ἀρχὴν τῶν εἰς αὐτὸ καθηκόντων νεύρων ἐνδείκνυται
13. πεπονθέναι, καθάπερ εἰ κλάδου τινὸς ἐν δένδροις·
14. ὅταν δ’ ὅλον ἁλῷ τὸ σῶμα τῷ πάθει, τὴν κοινὴν ἁπάντων
15. ἀρχὴν τῶν κάτω τοῦ προσώπου νεύρων, ἀνάλογον τῷ κατὰ
16. τὸ δένδρον πρέμνῳ πεπονθέναι χρὴ νομίζειν, ἥ τίς ἐστι τοῦ
17. νωτιαίου μυελοῦ τὰ πρῶτα μέρη, διὸ καὶ τούτῳ τὰ βοηθήματα
18. προσφέρουσιν οἱ τριβακοὶ πάντες ἰατροὶ, τῆς καρδίας
1. οὐδὲ τὴν ἀρχὴν ὅλως ἐν τῷ τοιούτῳ παθήματι μεμνημένοι.
2. εἰ δὲ καὶ τὰ κατὰ πρόσωπον ἅμα τῷ παντὶ σώματι φαίνοιτο
3. σπώμενα, τὸν ἐγκέφαλον αὐτὸν ἤδη θεραπεύομεν, οὐ μόνον
4. τὴν ἔκφυσιν τοῦ νωτιαίου· καὶ γὰρ καὶ χείλη σπώμενα θεώμεθα
5. πολλάκις, καὶ ὀφθαλμοὺς, καὶ τὸ κατὰ μέτωπον δέρμα,
6. καὶ ὅλας τὰς γένυας, ὥσπέρ γε καὶ τὴν ῥῖζαν τῆς γλώττης·
7. ἀλλ’ ἐπειδὴ ταῦτα πάντα διὰ τῆς ἀνατομῆς ἐμάθομεν ὑπὸ
8. μυῶν κινεῖσθαι παρ’ ἐγκεφάλου λαμβανόντων νεῦρα, τὸν
9. ἐγκέφαλον ἐπ’ αὐτῶν πεπονθέναι πεπείσμεθα· καθάπερ ὅταν
10. ὁρῶμεν ἀπαθῆ μὲν ἐκεῖνα, σπώμενα δὲ τἄλλα σύμπαντα μόρια,
11. τὴν ἀρχὴν τοῦ νωτιαίου πειθόμεθα πεπονθέναι. ταῦτα
12. μὲν οὖν, ὅπερ ἔφην, ἑτοίμως ἐχρῆν ἡμᾶς μαθόντας ἐπισκοπεῖσθαι
13. τὰς διαθέσεις αὐτῶν· ἔνιοι δὲ τῶν ἰατρῶν τὰς μὲν
14. διαθέσεις οὐδ’ ἐπιχειροῦσι ζητεῖν, ἐρίζουσι δὲ περὶ τῶν ἐναργῶς
15. φαινομένων, ἀπολλύντες ἡμῶν τὸν χρόνον, ὃν ἐχρῆν οὐκ
16. εἰς ἀντιλογίαν τῶν ἀναιρούντων τὰ καλῶς ὑπὸ τῶν παλαιῶν
17. ἰατρῶν εἰρημένα καταναλίσκειν, ἀλλ’ εἰς εὕρεσιν ὧν ἐκεῖνοι
18. παρέλιπον, ἤτοι παντάπασιν οὐδὲν ἀποφηνάμενοι περί τινων 
1. πραγμάτων, ἢ χωρὶς ἀποδείξεως ἢ διορισμοῦ προσήκοντος
2. ἢ ἐλλιπῶς ἀποφηνάμενοι, καθάπερ ὁ Ἱπποκράτης ὑπὸ πληρώσεως
3. γίνεσθαι τὸν σπασμὸν εἰπών. ἀληθὴς μὲν γὰρ ὁ λόγος,
4. ἀλλ’ ὑπὸ τίνων πεισθεὶς οὕτως ἀπεφήνατο, μόνοις τοῖς
5. συνετοῖς ἀνδράσιν καὶ νομίμως μεμαθηκόσι τὰ πρῶτα τῆς
6. ἰατρικῆς δῆλόν ἐστι, οὐ τοῖς ἐπιτυχοῦσιν. ταῦτα γοῦν αὐτὰ
7. κᾀγὼ προμεμαθηκὼς ἐπείσθην ὑφ’ ὧν εἶπεν Ἱπποκράτης αἰτίων
8. γίγνεσθαι τὸν σπασμόν. εἰ γὰρ ἅπασα μὲν ἡ κατὰ
9. προαίρεσιν κίνησις ὁρᾶται τῶν μυῶν ἐπισπωμένων εἰς ἃ καταφύονται
10. μέρη γιγνομένη, τὸ δὲ ἐπισπᾶσθαι χωρὶς τοῦ
11. πρὸς τὴν ἰδίαν ἀρχὴν ἀνασπᾶσθαι τὸν μῦν οὐχ οἷον τέ ἐστι
12. γενέσθαι, μόνῳ τῷ χωρὶς τῆς ἡμετέρας προαιρέσεως γίγνεσθαι
13. τὸν σπασμὸν ἐν τοῖς σπωμένοις μέρεσιν, ἡ κίνησις διοίσει
14. τῆς κατὰ φύσιν. ὥσπερ οὖν ἐν τῷ κατὰ φύσιν ἔχειν ἡ
15. κατὰ τὴν ἀρχὴν τῶν νεύρων ἐν ἐγκεφάλῳ τεταγμένη προαίρεσις
16. ἀρχὴν κινήσεως πρώτοις μὲν τοῖς νεύροις, δι’ αὐτῶν δὲ
17. καὶ τοῖς μυσὶν δίδωσιν, οὕτως ἄνευ τῆς ἀρχῆς ταύτης ἐὰν εὕρωμεν
18. ὑπὸ τίνος αἰτίας σπασθῆναι δύναται τὰ νεῦρα, τῆς τῶν
1. σπασμῶν γενέσεως ἐπιστήμην ἕξομεν. ἀνθρώπῳ τοίνυν ἑωρακότι
2. νευρώδη σώματα, τὰς ἐν ταῖς λύραις χορδὰς οὕτω
3. σφοδρῶς τεινομένας πολλάκις ὑπὸ τῆς τοῦ περιέχοντος ἀμέτρου
4. κράσεως, ὡς ῥήγνυσθαι, χαλεπὸν οὐδὲν ἐννοῆσαι τὴν
5. αὐτὴν διάθεσιν ἐν τοῖς τῶν ζώων νεύροις γίνεσθαι. πῶς οὖν
6. ἔχοντος τοῦ ἀέρος αἱ χορδαὶ τείνονταί τε καὶ ῥήγνυνται; ξηροῦ
7. τε πάνυ καὶ λίαν διύγρου γινομένου· τὸ μὲν οὖν ὑγρὸν
8. διαβρέχον αὐτὰς εἰς ὄγκον αἴρει παρὰ φύσιν, ἐφ’ ᾧ τείνονται·
9. τὸ δὲ ξηρὸν, ὥσπερ ὁ ἥλιος ξηραίνων τὰς βύρσας συσπᾷ,
10. καὶ αὐτὸ τὰς χορδὰς οὕτως ἕλκει τε καὶ τείνει· φαίνονται
11. γοῦν καὶ οἱ ἱμάντες, ὅταν ὑπὸ πυρὸς ξηραίνωνται, συσπώμενοί
12. τε καὶ τεινόμενοι. τούτων προεγνωσμένων, οὐδέν ἐστι
13. χαλεπὸν ἐπὶ τῶν σπωμένων ἐξευρεῖν, εἴτε διὰ ξηρότητα
14. τὸ πάθος αὐτοῖς γέγονεν, ὅπερ ἐστιν ἔνδεια τῆς ὑγρᾶς οὐσίας
15. καὶ κένωσις· εἴτε διὰ πλῆθος ὑγρότητος, ὅπερ ἐστιν ἐναντίον
16. ἐνδείᾳ πάθος, ὑφ’ Ἱπποκράτους ὠνομασμένον πλήρωσις. ἐκ
17. πόνων μὲν γὰρ καὶ ἀγρυπνιῶν, ἐνδείας τε καὶ φροντίδων, καὶ
18. πυρετοῦ ξηροῦ καὶ διακαοῦς, οἷος καὶ ὁ τῶν φρενιτικῶν ἐστιν,
1. ὅταν ὁ σπασμὸς γένηται, ξηρότητά τε καὶ κένωσιν αἰτιάσασθαι
2. χρή· μεθυσκομένῳ δ’ ἀνθρώπῳ καὶ διὰ παντὸς ἐμπιπλαμένῳ
3. καὶ ἀργῶς βιοτεύοντι τὴν ἐναντίαν διάθεσιν εὔλογόν ἐστι τὸν
4. σπασμὸν ἐργάσασθαι· κενώσει δ’ ἐναντίον ἐστὶ πλήρωσις.

Cliquer un n° de page pour en afficher l’image