Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 3.9, ed. Kühn, 1824, vol. 8, p. 173-179. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:3.9

5. Ἀλλὰ καὶ ἡ ἐπιληψία σπασμός ἐστιν
6. ἁπάντων τῶν τοῦ σώματος μορίων, οὐ συνεχὴς ὡς ἐμπροσθότονός
7. τε καὶ ὀπισθότονος καὶ τέτανος, ἀλλ’ ἐκ διαστημάτων
8. χρόνου γιγνόμενος· οὐ μόνον δὲ τούτῳ διενήνοχεν τῶν εἰρημένων
9. σπασμῶν, ἀλλὰ καὶ τῇ βλάβῃ τῆς διανοίας καὶ τῶν
10. αἰσθήσεων· ᾧ καὶ δῆλον ὡς ἄνω που κατ’ αὐτὸν ἐγκέφαλον,
11. ἡ τούτου τοῦ πάθους ἐστὶ γένεσις. ἐπειδὴ δὲ καὶ ταχὺ παύεται,
12. κατὰ τὰς κοιλίας αὐτοῦ μᾶλλον εὔλογόν ἐστιν παχὺν
13. χυμὸν ἐμφράττοντα τὰς διεξόδους τοῦ πνεύματος ἐργάζεσθαι
14. τὸ πάθος, ἑαυτὴν κλονούσης τῆς ἀρχῆς τῶν νεύρων ὑπὲρ τοῦ
15. διώσασθαι τὰ λυποῦντα· τάχα δὲ καὶ διαβρεχομένης τῆς ἐκφύσεως
16. ἑκάστου νεύρου, παραπλησίως τοῖς ἀπὸ τοῦ νωτιαίου
17. τὴν ἀρχὴν ἔχουσι σπασμοῖς, καὶ ὁ τῶν ἐπιλήπτων γίνεται.
18. τὸ δ’ ἐξαιφνίδιον αὐτοῦ τῆς γενέσεως καὶ τῆς λύσεως ἐνδείκνυται
1. μηδέποτε διὰ ξηρότητά τε καὶ κένωσιν, ἀεὶ δὲ διὰ πάχος
2. χυμοῦ γίγνεσθαι τὸ πάθος· ἔμφραξις μὲν γὰρ τῶν πόρων
3. ἐξαίφνης ὑπὸ παχέος ἢ γλίσχρου χυμοῦ γένοιτ’ ἄν· εἰς ξηρότητα
4. δὲ τοσαύτην ἐλθεῖν, ὡς βύρσῃ παραπλήσιόν τι παθεῖν,
5. τὸν ἐγκέφαλον ἢ τὴν κατ’ αὐτὸν μήνιγγα τὴν λεπτὴν, οὐχ
6. οἷόν τε χωρὶς χρόνου πολλοῦ. πρόσεστι δὲ τούτῳ καὶ τὸ
7. μήθ’ ὁρᾷν μήτ’ ἀκούειν μήθ’ ὅλως ἐνεργεῖν αἰσθήσει τινὶ
8. σὺν τῷ μηδὲ παρακολουθεῖν τὸν κάμνοντα τοῖς γινομένοις,
9. ἀλλὰ τὸν λογισμὸν βεβλάφθαι μετὰ τῆς κατὰ τὴν μνήμην δυνάμεως.
10. ἐκ τούτων οὖν ἁπάντων εὔλογόν ἐστι κατὰ τὸν
11. ἐγκέφαλον γεγονέναι τὸ πάθος, ἐμποδίζοντος τοῦ χυμοῦ ταῖς
12. διεξόδοις τοῦ ψυχικοῦ πνεύματος, ὃ κατὰ τὰς κοιλίας ἐστὶν
13. αὐτοῦ. διὰ τί δ’ ὀνομάζεται τοῦτο τὸ πνεῦμα ψυχικὸν, ἥτις
14. τε δύναμίς ἐστιν αὐτοῦ, κατὰ τὰ περὶ τῶν Ἱπποκράτους καὶ
15. Πλάτωνος δογμάτων ὑπομνήματα δέδεικται. τοῖς γὰρ ἐκ τῆς
16. ἀνατομῆς φαινομένοις ἀκολουθοῦσιν ἡμῖν εὔλογον ἐφαίνετο,
17. τὴν μὲν ψυχὴν αὐτὴν ἐν τῷ σώματι τοῦ ἐγκεφάλου κατῳκῆσθαι,
18. καθ’ ὃ καὶ τὸ λογίζεσθαι γίγνεται, καὶ ἡ τῶν αἰσθητικῶν
1. φαντασιῶν ἀπόκειται μνήμη· τὸ πρῶτον δ’ αὐτῆς ὄργανον
2. εἰς ἁπάσας τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς ἐνεργείας
3. εἶναι, τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα, καὶ μᾶλλόν γε
4. κατὰ τὴν ὄπισθεν· οὐ μὴν οὐδὲ περὶ τῆς μέσης κοιλίας ἀπογινώσκειν
5. προσῆκεν ὡς οὐ κυριωτάτης· πολλὰ γὰρ εὔλογα καὶ
6. πρὸς ταύτην ἡμᾶς ἄγει, καθάπερ γε τῶν ἐμπροσθίων δυοῖν
7. ἀπάγει. εἴς γε μὴν τὴν τῆς θεραπείας εὕρεσιν οὐδὲν ὀνίνησιν
8. ἡ περὶ τούτων ἀκριβὴς γνῶσις· ἱκανὸν γὰρ εἰς τὸ καλῶς
9. θεραπεύειν ἐπίστασθαι τὸν μὲν πεπονθότα τόπον ἐγκέφαλον
10. εἶναι, χυμὸν δὲ τὸν γλίσχρον, ἢ παχὺν ἐν ταῖς κοιλίαις ἀθροιζόμενον
11. αὐτοῦ. καθάπερ δὲ χρήσιμα ταῦτα πρὸς τὰς ἰάσεις
12. ἐστὶν, ὧν ἕνεκα καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς ἐν
13. αὐτοῖς διαθέσεις ζητοῦμεν, οὕτω καὶ τῶν παχέων χυμῶν αἱ
14. διαφοραὶ πότερα φλεγματώδεις εἰσὶν, ἢ μελαγχολικαί· μεμνημένων
15. αὖ πάλιν ἡμῶν ἐνταῦθα φλεγματικοὺς μὲν ὀνομάζεσθαι
16. πάντας, ὅτ’ ἂν ἁπλῶς οὕτως λέγωμεν, ἐφ’ ὧν ἐπικρατεῖ
17. κατὰ τὴν κρᾶσιν ὑγρότης καὶ ψύξις· μελαγχολικοὺς
18. δὲ, ἐφ’ ὧν ξηρότης τε καὶ ψύξις, ἐπεί τοι διαφοραὶ 
1. μεγάλαι κατά τε τοὺς φλεγματικούς εἰσι καὶ τοὺς μελαγχολικοὺς
2. ἑκατέρων ἴδιαι. τοῦ γοῦν φλέγματος τὸ μὲν ἐφ’
3. ἡμέρᾳ πολλοῖς ἀναχρεμπτομένοις καὶ ἀνεμοῦσι καὶ ἀπομυττομένοις
4. ἐκκρινόμενον ἀτμώδους πνεύματος ὑπάρχει μεστὸν,
5. ὡς μηδὲ πρὸς αἴσθησιν ὁμοιομερὲς εἶναι· ἕτερον δέ τι φλέγμα
6. φαίνεται μὲν ὁμοιομερὲς, ἴσως δ’ οὐκ ἔστιν, ἐξ οὗ γένους
7. ἐστὶν ὅ τ’ ἐν τοῖς οὔροις ὑφιστάμενος ὠμὸς χυμὸς ὅ θ’
8. ὑπὸ Πραξαγόρου κληθεὶς ὑαλώδης· ἀλλὰ καὶ τὸ μὴ λίαν
9. ὑγρὸν μηδ’ ὑδατῶδες σίαλον ἐκ τούτου τοῦ γένους εἶναι
10. φαίνεται. καὶ μέντοι καὶ κατὰ τὴν γευστικὴν αἴσθησιν οὐ
11. μίαν ἔχον οὐδ’ αὐτὸ τὸ σίαλον ποιότητα φαίνεται, μήτιγε
12. δὴ τὸ σύμπαν φλέγμα· καὶ γὰρ ἁλυκοῦ καὶ ὀξέος καὶ ἁλμυροῦ
13. πολλάκις αἰσθανόμεθα σαφῶς τοῦ κατὰ τὸ στόμα σιάλου,
14. καθάπερ καὶ ἀποίου τε καὶ οἷον ὑδατώδους τὴν γεῦσιν, ὅτ’
15. ἂν ἀμεμπτότατα διάγωμεν. ὡσαύτως δὲ καὶ ὁ μελαγχολικὸς
16. χυμὸς ἐν τῇ συστάσει σαφεῖς ἔχει τὰς διαφορὰς, ὁ μὲν οἷον
17. τρὺξ αἵματος, ἐναργῶς φαινόμενος ἱκανῶς παχὺς, ὥσπερ ἡ
18. τοῦ οἴνου τρύξ· ὁ δὲ πολλῷ μὲν τούτου λεπτότερος κατὰ τὴν
1. σύστασιν, ὀξὺς δὲ καὶ τοῖς ἐμέσασιν αὐτὸν φαινόμενος καὶ
2. τοῖς ὀσμωμένοις· οὗτος καὶ ξύει τὴν γῆν, ἐξαίρων τε καὶ ζυμῶν
3. καὶ πομφόλυγας ἐγείρων, οἷαι τοῖς ζέουσι ζωμοῖς ἐφίστανται·
4. ὃν δ’ ἔφην ἐοικέναι παχείᾳ τρυγὶ, τήν τε ζύμωσιν
5. οὐκ ἐργάζεται κατὰ τῆς γῆς ἐκχυθεὶς, πλὴν εἰ μὴ πάνυ σφόδρα
6. τύχοι τότε κατοπτηθεὶς ἐν διακαεῖ πυρετῷ, καὶ ἥκιστα
7. μετέχει ποιότητος ὀξείας, ἡνίκα καὶ καλεῖν αὐτὸν εἴωθα μελαγχολικὸν
8. χυμὸν ἢ μελαγχολικὸν αἷμα, μέλαιναν γὰρ χολὴν
9. οὐδέπω δικαιῶ τὸν τοιοῦτον ὀνομάζειν. γεννᾶται δ’ ὁ χυμὸς
10. οὗτος ἐνίοις πολὺς, ἢ διὰ τὴν ἐξ ἀρχῆς κρᾶσιν, ἢ δι’ ἔθος
11. ἐδεσμάτων εἰς τοιοῦτον χυμὸν ἐν τῇ κατὰ τὰς φλέβας πέψει
12. μεταβαλόντων. ὥσπερ δ’ ὁ παχὺς χυμὸς τοῦ φλέγματος,
13. οὕτω καὶ οὗτος παχὺς χυμὸς ὁ μελαγχολικὸς ἐπιληψίας ποτ’
14. ἐργάζεται κατὰ τὰς ἐκροὰς τῶν ἐν ἐγκεφάλῳ κοιλιῶν ἰσχόμενος,
15. ἤτοι τῆς μέσης, ἢ τῆς ὄπισθεν· ὅτ’ ἂν δ’ ἐν αὐτῷ
16. πλεονάσῃ τῷ τοῦ ἐγκεφάλου σώματι, μελαγχολίαν ἐργάζεται,
17. καθάπερ ὁ ἕτερος χυμὸς τῆς μελαίνης χολῆς, ὁ κατωπτημένης
1. τῆς ξανθῆς χολῆς γενόμενος, τὰς θηριώδεις παραφροσύνας
2. ἀποτελεῖ χωρὶς πυρετοῦ τε καὶ σὺν πυρετῷ, πλεονάζων ἐν τῷ
3. σώματι τοῦ ἐγκεφάλου. καὶ διὰ τοῦτο τῆς φρενίτιδος ἡ μέν
4. τίς ἐστι μετριωτέρα, τὴν γένεσιν ἐκ τῆς ὠχρᾶς ἔχουσα χολῆς·
5. ἡ δέ τις σφοδροτέρα, τῆς ξανθῆς ἔγγονος ὑπάρχουσα· καὶ
6. τις ἄλλη θηριώδης τε καὶ μελαγχολικὴ παραφροσύνη γίνεται,
7. κατοπτηθείσης τῆς ξανθῆς χολῆς. ὅσαι δ’ ἐν ταῖς ἀκμαῖς
8. τῶν πυρετῶν γίγνονται παραφροσύναι, κατὰ συμπάθειαν αὗται
9. πάσχοντα τὸν ἐγκέφαλον, οὐ κατ’ ἰδιοπάθεισαν ἔχουσιν·
10. καὶ διὰ τοῦτο παραπαῖσαι μὲν καὶ παραφρονῆσαι καὶ παρακόψαι
11. τούτους οὐ μόνον οἱ ἰατροὶ λέγουσιν, ἀλλὰ καὶ ἰδιῶται,
12. φρενιτικοὺς δ’ οὐκ ὀνομάζουσιν, οὐ γὰρ συναποκαθίστανται
13. ταῖς ἀκμαῖς τῶν πυρετῶν αἱ φρενιτικαὶ παραφροσύναι.
14. καθάπερ οὖν ὁ τῶν φρενιτικῶν πυρετὸς ἕν τι τῶν
15. συμπτωμάτων τῆς ἐγκεφάλου διαθέσεώς ἐστιν, οὕτω τῶν
16. διακαῶν πυρετῶν ἡ παραφροσύνη, πολλῶν ἀτμῶν θερμῶν
17. ἀναφερομένων εἰς αὐτόν. παραπλησία δ’ ἐστὶν τῇδε καὶ τῶν
18. ὁμοίων τοῖς ὑποχεομένοις συμπτωμάτων γένεσις, ἐκ τῶν τῆς
19. γαστρὸς ὁρμωμένη διαθέσεων· ἥ τε γὰρ κοιλία τῇ κεφαλῇ
1. καὶ ἡ κεφαλὴ τῇ κοιλίᾳ μεταδίδωσι τῶν παθημάτων,
2. διὰ τὸ μέγεθος τῶν ἐξ ἐγκεφάλου καθηκόντων νεύρων εἰς τὸ
3. στόμα τῆς γαστρὸς, ὑφ’ ὧν καὶ τὸ περιττὸν τῆς αἰσθήσεως
4. ὑπὲρ τἄλλα μέρη τοῦ σώματος ὑπάρχει τῷ μορίῳ τῶδε.
5. καὶ διὰ τοῦτο τοῖς κατὰ τὴν κεφαλὴν κατάγμασιν, ὅσα πρὸς
6. τὰς μήνιγγας ἐξικνεῖται, χολεμεσίαι παρακολουθοῦσι· καὶ
7. τοῖς ὁπωσοῦν γενομένοις ἀλγήμασι τῆς κεφαλῆς ἀνατροπή
8. τε τοῦ στομάχου καὶ δῆξις ἐνίοτε· τοῖς δὲ ὑποχονδριακοῖς καὶ
9. φυσώδεσιν ὀνομαζομένοις πάθεσιν δυσθυμίαι μελαγχολικαὶ,
10. καὶ γὰρ καὶ τοῦτο τοιοῦτόν ἐστιν, ὁποῖον ἡ τοῖς ὀξέσι πυρετοῖς
11. ἐπιγινομένη παραφροσύνη, καὶ τισι διαθέσεσιν τοῦ στόματος
12. τῆς κοιλίας ἡ τῶν τοῖς ὑποχεομένοις ὁμοίων συμπτωμάτων.
13. οὕτω δὲ καὶ τοῖς νευρώδεσι μορίοις φλεγμήνασιν
14. ἑτοιμότερον ἢ τοῖς ἄλλοις ἐπιγίγνονται παραφροσύναι,
15. ποτὲ μὲν αὐτῆς μόνης τῆς θερμασίας κατὰ τὸ συνεχὲς ἐπὶ τὴν
16. κεφαλὴν ἀνερχομένης, ποτὲ δὲ πνεύματος ἀτμώδους, ἢ καπνώδους,
17. ἢ αἰθαλώδους.

Cliquer un n° de page pour en afficher l’image