ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ
ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Δ.
1. Ἐν μὲν τοῖς πρώτοις ὑπομνήμασι δύο τὴν
2. καθόλου μέθοδον, ᾗ χρώμεθα πρὸς τὰς τῶν πεπονθότων
3. τόπων διαγνώσεις, αὐτάρκως ἐπεσκεψάμεθα σὺν πολλοῖς παραδείγμασιν
4. ὡρισμένων μορίων. ἐπεὶ δὲ, ὡς εἴρηταί μοι καὶ
5. δέδεικται πολλάκις ἤδη δι’ ἄλλων ὑπομνημάτων, ἀσκεῖσθαι
6. χρὴ γυμναζόμενον ἐν τοῖς κατὰ μέρος, εἰ μέλλοι τις ἀσφαλῶς
7. τε ἅμα καὶ ταχέως ἐπὶ τῶν ἔργων τῆς τέχνης ἕκαστα πράττειν,
8. ἃ διὰ τῶν καθόλου μεθόδων ἐμάθετο, διὰ τοῦτο
9. καὶ νῦν ἔδοξεν ἄμεινον εἶναι πάντων τῶν ἐν τῷ σώματι
1. μορίων, ὅσα μὴ φαίνεται ταῖς αἰσθήσεσιν, λογικὰς διαγνώσεις
2. εἰπεῖν, ὅτ’ ἂν ὁπωσοῦν πάσχωσιν, τὴν ἀρχὴν ἀπὸ
3. τῆς κεφαλῆς ποιησαμένους. περὶ μὲν οὖν τῆς γενομένης βλάβης
4. τῇ τε μνήμῃ καὶ τῇ νοήσει καὶ ταῖς ἄλλαις ἐνεργείαις,
5. ἃς ἡγεμονικὰς εἰώθαμεν ὀνομάζειν, ἐν τῷ τρίτῳ τῶνδε τῶν
6. ὑπομνημάτων διῆλθον, ἅμα τῷ γεγυμνάσθαι κατὰ τὴν μέθοδον
7. ἐν εἴδεσι παθῶν οὐκ ὀλίγοις. εἴρηται γὰρ ἐν αὐτῷ
8. καὶ περὶ παραφροσύνης, τῆς τε ἐν τοῖς φρενιτικοῖς πάθεσιν
9. καὶ τῆς ἄνευ πυρετῶν, ἣν μανίαν ὀνομάζουσιν· ὡσαύτως δὲ
10. καὶ περὶ ληθάργου καὶ κάρου καὶ τῶν ἐπιληπτικῶν καὶ μελαγχολικῶν
11. καὶ σκοτωματικῶν παθῶν, ὥσπέρ γε. καὶ περὶ
12. κεφαλαίας καὶ ἡμικρανίας, ἀποπληξίας τε καὶ τῶν ὁμοίων
13. αὐτοῖς.