15. Εἴρηται μὲν ἤδη καὶ πρόσθεν ἱκανῶς περὶ
16. δυσπνοίας, ἡνίκα τὰ τοῦ νωτιαίου πάθη διηρχόμην· ἀναμνήσας
17. δὲ καὶ νῦν αὐτῶν, ὅσον ὑπόλοιπον ἔτι τῆς θεωρίας
18. ταύτης ἐστὶ, προσθήσω. καθόλου μὲν οὖν ὑμᾶς ἀξιῶ
1. πάντων ὧν ἐθεάσασθε κατὰ τὰς ἀνατομὰς μυῶν τῶν κινούντων
2. τὸν θώρακα πρόχειρον ἔχειν τὴν μνήμην, ἅμα τοῖς εἰς
3. αὐτοὺς ἀφικνουμένοις νεύροις· εἰσελθόντας δὲ πρὸς τὸν δυσπνοοῦντα,
4. πρῶτον μὲν θεάσασθαι πότερον ἅπαντας κινεῖ
5. τοὺς τοῦ θώρακος μῦς, ἢ τοὺς κατὰ τὰ μεσοπλεύρια μόνους
6. χωρὶς τῶν ὑψηλῶν, ἢ καὶ τὰς φρένας ἅμα τοῖς μεσοπλευρίοις.
7. ἐὰν γὰρ εἰδῆτε πάντας κινουμένους, ἕν τι τῶν τριῶν ἐννοήσαντες
8. ὧν ἐρῶ τῆς τοιαύτης κινήσεως αἰτίων, ἐφεξῆς διορίζεσθαι
9. πειρᾶσθε, τί ποτ’ αὐτῶν ἐστι τὸ νῦν ὑπάρχον αἴτιον·
10. ἐὰν δὲ μὴ πάντας, ἐφ’ ἕτερον ἀφικνεῖσθε διορισμόν. ὑποκείσθω
11. δή τις ἅπαντας κινῶν τοὺς μῦς, ὡς καὶ τὸ στέρνον ἐξαίρεσθαι
12. σαφῶς ἅμα ταῖς ὠμοπλάταις· ἐπὶ τούτου τῶν τριῶν
13. τούτων ἀναγκαῖον ἕν γέ τι πάντως ὑπάρχειν, ἤτοι τὴν δύναμιν
14. ἄῤῥωστον, ἢ στενοχωρίαν τῶν τοῦ πνεύματος ὁδῶν,
15. ἢ θερμασίαν παμπόλλην ἐν καρδίᾳ καὶ πνεύμονι, δυναμένου
16. δηλονότι καὶ δύο αἰτίας ἐξ αὐτῶν ἅμα γενέσθαι, καὶ τάχα
17. ποτὲ σπανίως καὶ τὰς τρεῖς. ἀλλὰ τῶν μὲν τριῶν ἅμα γινομένων,
18. ὁ κάμνων αὐτίκα τεθνήξεται· τῶν δὲ δύο, δυσκόλως
1. σωθήσεται· μιᾶς δὲ, μετὰ τῶν οἰκείων διορισμῶν εἰς
2. ὄλεθρον ἢ σωτηρίαν τελευτήσει τὸ πάθος. ἡ τοίνυν τῆς δυνάμεως
3. ἀῤῥωστία μόνη γενομένη, διὰ τοῦτ’ ἐπὶ τὰ τρία γένη
4. τῶν κινούντων μυῶν ἔρχεται, καὶ πάντας αὐτοὺς ἐπεγείρει
5. πρὸς τὴν κίνησιν, ὅτι σφοδρῶς κινεῖν ἓν ἐξ αὐτῶν γένος ἀδυνατεῖ·
6. ὡς εἴγε τὸ διάφραγμα μόνον ἱκανῶς ἐκίνει, καθάπερ
7. ὅτ’ εἶχε κατὰ φύσιν, οὐκ ἂν οὔτε τῶν μεσοπλευρίων οὔτε
8. τῶν ὑψηλῶν ἐδεήθη μυῶν· ἐπεὶ δ’ ἄῤῥωστός ἐστιν, ἅπαντάς
9. τε βραδέως κινεῖ, καὶ πυκνὴν οὐκ ἐργάζεται τὴν ἐνέργειαν
10. αὐτῶν, ὥσπερ οὐδ’ ἀραιὰν πάνυ. καὶ τούτοις μάλιστα
11. προσέχετε τὸν νοῦν τοῖς γνωρίσμασι, διορίζεται γὰρ ὑπ’ αὐτῶν
12. ῥᾳδίως τἄλλα. θερμασίας γοῦν πολλῆς ἠθροισμένης ἐν
13. τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ἅπασι μὲν ἐνεργεῖ τοῖς μυσὶ
14. τοῦ θώρακος τὸ ζῶον, ἀλλὰ καὶ ταχεῖαν αὐτῶν ποιεῖται καὶ
15. πυκνὴν τὴν ἐνέργειαν καὶ σφοδρὰν, ὅτ’ ἂν ἄνευ δυνάμεως
16. ἀῤῥωστίας συμπέσῃ τὰ τῆς θερμασίας· ἡ δ’ ἄῤῥωστος δύναμις
17. οὔτε ταχεῖαν οὔτε πάνυ πυκνὴν ἔχει τὴν κίνησιν, ὅτ’
18. ἂν ἄνευ θερμασίας ᾖ φλογώδους, ὅθεν οὐδ’ ἐπὶ πλεῖστον
1. ἅπαντα διαστέλλει τὰ μέρη τοῦ θώρακος· ὥστε κοινὸν ἓν ἔχει
2. μόνον τῇ κατὰ φλόγωσιν πολλὴν γινομένῃ δυσπνοίᾳ, τὸ τοὺς
3. μῦς ἅπαντας τοῦ θώρακος ἐνεργεῖν. ἔτι δὲ καὶ τοῦτο πρόσεστι
4. τῇ διὰ θερμασίαν πολλὴν δυσπνοίᾳ κατὰ μέγεθος καὶ πυκνότητα
5. καὶ τάχος γινομένῃ, τὸ μετ’ ἐκφυσήσεως γίνεσθαι τὴν
6. ἐκπνοὴν θερμοῦ καὶ ζέοντος πνεύματος· ἐπὶ δὲ τῇ τῇς δυνάμεως
7. ἀῤῥωστίᾳ, χωρὶς ἐκφυσήσεως τῆς διὰ στόματος, ἡ διὰ
8. τῆς ῥινὸς μόνης ἔξοδος γίνεται τοῦ πνεύματος, ἥτις ῥὶς καὶ
9. κατὰ τὰς εἰσπνοὰς ἐναργῶς ἔχει προστελλόμενα τὰ πτερύγια,
10. σημεῖον καὶ τοῦτο μέγα δυνάμεως ἀῤῥωστούσης. ἐπὶ δὲ
11. ταῖς στενοχωρίαις τῶν ἀναπνευστικῶν ὀργάνων ὅλος μὲν ὁ
12. θώραξ ἐπὶ πλεῖστον διαστέλλεται ταχέως καὶ πυκνῶς, τὴν
13. δὲ ἐκπνοὴν χωρὶς ἐκφυσήσεως οἱ κάμνοντες οὕτως ἴσχουσιν.
14. ὅταν δ’ ἐς ταὐτὸν ἀφίκηται θερμασία τε καὶ στενοχωρία τῶν
15. ἀναπνευστικῶν ὀργάνων, ὥσπερ ἐν περιπνευμονίαις, οὐδ’ ἡ
16. μεγίστη καὶ πυκνοτάτη καὶ ταχίστη τούτοις αὐτάρκης ἀναπνοὴ,
17. καὶ διὰ τοῦτο καὶ ἀνακαθίζουσιν, αἰσθανόμενοι τοῦ
18. θώρακος ὅλου διϊσταμένου ῥᾷον οὕτως· κατακειμένων μὲν
1. γὰρ αὐτῶν, εἰς ἑαυτὸν συμπίπτει, καταφερομένων τῶν κατὰ
2. τὰ στήθη μερῶν ἐπὶ τὴν ῥάχιν, ἀναταθείσης δὲ ταύτης ὀρθῆς,
3. συναναφέρεται καὶ ὁ θώραξ ταύτῃ, μηκέτι βαρύνων ἑαυτόν.
4. ὁμοίως τούτοις ἀναπνέουσι καὶ οἱ τὰς τραχείας ἀρτηρίας τοῦ
5. πνεύμονος ὑπὸ πολλοῦ κατάῤῥου πληρωθέντες, ἤ τινος ἐκ
6. τῶν πλησίων χωρίων εἰς αὐτὰς γενομένου ῥεύματος, ἑνὶ μόνῳ
7. διαλλάττοντες, τῷ μήτ’ ἐκφυσᾷν μήτ’ ἐκπνεῖν θερμόν.
8. ὡσαύτως δὲ καὶ ὅσοις ἐν τῷ μεταξὺ θώρακός τε καὶ πνεύμονος
9. ἤθροισται πῦον δαψιλὲς, οὓς ὀνομάζουσιν ἐμπύους, ὅλον
10. ἐξαίρουσι τὸν θώρακα, θερμὸν δ’ οὐκ ἐκπνέουσιν οὐδ’ ἐκφυσῶσι,
11. πλὴν εἰ μὴ πυρετὸς αὐτοῖς προσέλθῃ διακαής· ἀλλ’
12. οὗτοί γε τάχιστα πνίγονται, διά τε τὸ πάθος αὐτὸ καὶ ὅτι
13. προκέκμηκεν ἡ δύναμις ἐξ ἀνάγκης ἅπασι τοῖς ἐμπύοις, οὐκ
14. ἐξ ἀνάγκης προκεκμηκυῖα τοῖς τὸν πνεύμονα ῥεύμασι, ἢ πεπεριπνευμονίαιςριπευμονίαις,
15. ἢ ἄσθμασιν, ἀλλὰ τοὐναντίον ἰσχυρὰ καὶ ἀκμαία
16. καθεστηκυῖα κᾀν τοῖς ἀσθματικοῖς παθήμασι, γλίσχρων καὶ
17. παχέων ὑγρῶν ἐμπεπλασμένων τῷ πνεύμονι. κᾂν εἰ φῦμα
18. δύσπεπτον ἐν αὐτῷ συσταίη ποτὲ, συμβαίνει μεγίστην μὲν
1. ἴσχειν διαστολὴν τὸν θώρακ, οὐ πολὺν δὲ εἰσπνεῖσθαι τὸν
2. ἀέρα, καὶ διὰ τοῦτο συνεχῶς ἀναπνεῖν ἀναγκάζεσθαι χωρὶς
3. ἐκφυσήσεως· ἴδιον γὰρ τοῦτο θερμασίας πολλῆς. καθ’
4. ἕτερον δὲ τρόπον ἐς ταὐτὸν εἶδος ἀφικνοῦνται δυσπνοίας οἱ
5. κυναγχικοὶ, στενοχωρίας οὔσης οὐκ ἐν ταῖς ὑποδεχομέναις
6. κοιλότησι τὴν εἰσπνοὴν, ἀλλ’ ἐν ταῖς παραπεμπούσαις. ἐφ’
7. ὧν δ’ ἀπόστημα καὶ φλεγμονὴ καὶ πλῆθος ὑγρῶν ἐστιν ἢ ἐν
8. τοῖς κενοῖς τοῦ θώρακος, ἢ κατὰ τὸν πνεύμονα, μενόντων
9. ἀφράκτων τοῦ λάρυγγός τε καὶ τῆς τραγείας ἀρτηρίας, ἐν
10. ταῖς ὑποδεχομέναις δηλονότι κοιλότησι τὸν εἰσπνεόμενον ἀέρα
11. στενοχωρίας γενομένης, ἐξ ἀνάγκης ἀκολουθεῖ μεγάλην μὲν
12. διαστολὴν γίνεσθαι τοῦ θώρακος, ὀλίγον δ’ ἕλκεσθαι τὸ
13. πνεῦμα, καὶ διὰ τοῦτ’ ἀναγκάζεσθαι τὸν κάμνοντα ταχέως
14. τε καὶ πυκνῶς ἀναπνεῖν. πρὸ πάντων γὰρ ὑμᾶς μεμνῆσθαι
15. βούλομαι τῆς κατὰ τὴν μεγάλην ἀναπνοὴν διαφορᾶς διττῶς
16. γινομένης, ποτὲ μὲν τῷ μεγέθει τῆς διαστολῆς τοῦ θώρακος,
17. ποτὲ δὲ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας τοῦ πνεύματος.
18. ἰστέον δ’ ὅτι τῶν τοιούτων ὑμᾶς ἀναμιμνήσκω πολλάκις, ὅσα
1. παραλέλειπται τοῖς πρὸ ἐμοῦ· τὰ γὰρ ὑπὸ τῶν ἔμπροσθεν
2. εἰρημένα, διὰ τὸ πολλοὺς εἶναι τοὺς εἰπόντας αὐτὰ, πρόχειρον
3. ἔχει τὴν μνήμην· ὅσα δὲ μήθ’ ὑφ’ Ἱπποκράτους διωρίσθη
4. τοῦ κάλλιστα περὶ δυσπνοίας γράψαντος, ἄλλός τ’ οὐδεὶς τῶν
5. μετ’ αὐτὸν ἐξειργάσατο καὶ διωρίσατο τὰ λείποντα, διὰ τοῦτ’
6. ἀναγκαῖόν μοι γίνεται πολλάκις ἀναμιμνήσκειν αὐτῶν. ὅσοι
7. μὲν οὖν ἄνευ φλεγμονῆς, ἤ τινος ὅλως ὄγκου παρὰ φύσιν, ἢ
8. στενοχωρίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, δυσπνοοῦσιν
9. ἐν πυρετοῖς καυσώδεσι, τούτοις ἀνάλογον τῷ μεγέθει τῆς διαστολῆς
10. τοῦ θώρακος αὐξάνεται τὸ πλῆθος τῆς εἰσπνεομένης
11. οὐσίας τοῦ πνεύματος· ἐφ’ ὧν δ’ ὄγκος ἢ στενοχωρία τίς
12. ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ἄνευ θερμασίας φλογώδους, ἡ
13. μὲν διαστολὴ τοῦ θώρακος μεγίστη γίνεται, τὸ δ’ εἰσπνεόμενον
14. οὐ μόνον ἀπολείπεται τῆς κατὰ τὴν διαστολὴν ἀναλογίας,
15. ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἔλαττον εἰσπνεῖται. χωρὶς δὲ διορισμοῦ
16. μίαν ἐνδείκνυται διάθεσιν ἡ μεγάλη διαστολὴ τοῦ θώρακος
17. ἀραιότητα προσλαβοῦσα. προσέχειν δ’ ὑμᾶς χρὴ κᾀνταῦθα,
18. μή ποτ’ ἐξαπατηθῆτε, τὴν ἁπάντων τῶν μυῶν
1. ἐνεργούντων γινομένην ἀναπνοὴν, ὅτ’ ἂν ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως
2. γίνηται, τὴν αὐτὴν ἡγεῖσθαι τῇ μεγάλῃ· βουληθεὶς γὰρ
3. αὐτὴν ἐγὼ σαφῶς ἑρμηνεῦσαί ποτε, μετέωρον ἐκάλεσα· παρέστη
4. δέ μοι τηνικαῦτα ἐννοῆσαι τὸν Ἱπποκράτην μετέωρον
5. ὀνομάζειν πνεῦμα τὸ τοῖς μετεώροις μέρεσι τοῦ θώρακος εἰσπνεόμενον,
6. ὥσπερ ὅτ’ ἂν εἴπῃ, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ
7. πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· εὔδηλός ἐστι μέγα
8. λέγων τὸ πολὺ, διττῶς γίνεσθαι δυνάμενον, ἄνευ τε τῆς τῶν
9. μετεώρων μυῶν ἐνεργείας καὶ σὺν αὐτῇ· πολλάκις γὰρ ἥ τε
10. τῶν μεσοπλευρίων μυῶν ἐνέργεια καὶ ἡ τῶν φρενῶν, ἐπιπλεῖστον
11. διαστέλλουσαι τὸν θώρακα, τῶν ὑψηλῶν μυῶν οὐ
12. χρῄζουσιν εἰς τὴν τοῦ πολλοῦ πνεύματος εἰσπνοήν. ὅτι δὲ τὸ
13. τοιοῦτον εἶδος τῆς διαστολῆς ἐνδείκνυται παραφροσύνην, ἐν
14. τοῖς περὶ δυσπνοίας ὑπομνήμασι δέδεικται, καθ’ ἃ καὶ
15. τῶν ἄλλων ἁπασῶν δυσπνοιῶν αἱ διαθέσεις ἐῤῥέθησαν. ἀλλὰ
16. νῦν γε καθάπερ τῶν ἄλλων παθῶν, ὅσα προείρηται δι’ ἑτέρων
17. πραγματειῶν, οἷον ἐπιτομή τις ἐνταυθοῖ λέγεται, κατὰ
18. τὸν αὐτὸν τρόπον καὶ περὶ τῆς ἐν ταῖς δυσπνοίαις διαφορᾶς
1. τὰ μὲν εἴρηται μέχρι δεῦρο, τὰ δ’ εἰρήσεται κατὰ τὸν ἐφεξῆς
2. λόγον· ὡς γὰρ ἐπὶ τῆς μεγάλης ἀναπνοῆς ἡ μέν τίς ἐστι
3. πυκνὴ, διαφορὰς ἔχουσα πλείους, ἄλλην ἄλλης διαθέσεως
4. ἐνδεικτικὴν, ἡ δέ τις ἀραιὰ, μίαν ἐνδεικνυμένη διάθεσιν,
5. οὕτως ἐπὶ τῆς μικρᾶς ἡ μὲν ἀραιὰ ψύξιν ἐνδείκνυται
6. τῶν ἀναπνευστικῶν ὀργάνων, ἡ πυκνὴ δὲ πόνον οὐ μόνον
7. τῶν ἀναπνευστικῶν, ἀλλὰ καὶ τῶν συγκινουμένων αὐτοῖς,
8. ἥπατος δηλονότι, καὶ γαστρὸς, καὶ σπληνὸς, καὶ στομάχου.
9. πλεόνων δ’ οὐσῶν διαθέσεων, αἷς ἕπεται πόνος ἐν τῷ κινεῖσθαι
10. σφοδρότερον, ἐπισκεπτέον τε καὶ διοριστέον ἐκ τῶν ἄλλων
11. σημείων, εἴτε φλεγμονή τίς ἐστιν, εἴτ’ ἐρυσίπελας, εἴθ’
12. ἕλκος, εἴτ’ ἀπόστημα, τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἐμάθετε
13. δ’ ὅτι καὶ δυσκρασίαις ἀνωμάλοις ἀλγήματα πολλάκις ἐπιγίγνεται,
14. καὶ πνεύματος ἀπέπτου τε καὶ φυσώδους πλήθει,
15. ποτὲ μὲν αὐτῷ τῷ στέγεσθαι κατά τι διατείνοντος τὰ περιέχοντα,
16. ποτὲ δὲ βιαίως διεξιόντος. ὁμοίως δὲ καὶ χυμοῦ πλήθει
17. θερμοῦ καὶ δριμέος, ἢ ψυχροῦ καὶ γλίσχρου, στεγομένου
1. τε κατά τι καὶ μὴ διεξιόντος, ὀδύναι γίνονται· μειζόνως μὲν
2. πεπονθότων τῶν ὀργάνων, ἐν οἷς περιέχεται ταῦτα, κᾂν μὴ
3. κινῆται· βραχέως δ’, ὅταν κινῆται. εἴρηται δ’ ἐν τοῖς περὶ
4. δυσπνοίας ἡ αἰτία, δι’ ἣν τοῦ μικροῦ πνεύματος τὸ μὲν
5. πυκνὸν πνεῦμα πόνον σημαίνει τῶν κινουμένων ὀργάνων ἐν
6. ταῖς ἀναπνοαῖς, τὸ δ’ ἀραιὸν ἰσχυρὰν ψύξιν αὐτῶν μόνον
7. τῶν ἀναπνευστικῶν, καὶ τούτων μάλιστα πνεύμονος καὶ καρδίας.
8. ἔστι δὲ καὶ ἄλλό τι δυσπνοίας εἶδος, οἷον ἐγκοπτομένης
9. τῆς ἐνεργείας τοῦ θώρακος ἡσυχίᾳ βραχείᾳ, ποτὲ μὲν
10. ἐν ταῖς εἰσπνοαῖς, ποτὲ δὲ ἐν ταῖς ἐκπνοαῖς, ἤτοι γ’ ἐν σπασμώδει
11. διαθέσει τῶν τοῦ θώρακος μυῶν γινομένου τοῦ τοιούτου
12. συμπτώματος, ἢ διὰ πλῆθος θερμασίας, εἰσπνεῖν, ἢ ἐκπνεῖν
13. ἀναγκαζομένου συνεχέστερον τοῦ κάμνοντος. καὶ μέντοι
14. καὶ ἄλλό τι πάθος ἀναπνοῆς ἔστι, ἣν ἄπνοιαν ὀνομάζουσιν,
15. ὡς μὲν πρὸς τὴν ὄψιν μηδ’ ὅλως γιγνομένης, ὡς δὲ πρὸς τὴν
16. φύσιν ἀπιστουμένης μὴ γίνεσθαι· δοκεῖ γὰρ ἀδύνατον μὲν
17. εἶναι, στερηθὲν ἀκριβῶς ὅλης τῆς ἀναπνοῆς τὸ ζῶον ἔτι
18. διασώζεσθαι, φαίνεται δὲ καὶ τὰ φωλεύοντα μηδ’ ὅλως
1. κινοῦντα τὸν θώρακα. δυοῖν οὖν θάτερον, ἢ βραχεῖαν οὕτω
2. γίνεσθαι τὴν ἀναπνοὴν ὑποληπτέον, ὡς λανθάνειν τὴν αἴσθησιν,
3. ἢ μηδ’ ὅλως δεῖσθαι τηνικαῦτα τὸ ζῶον ἀναπνοῆς,
4. ἀλλ’ ἀρκεῖσθαι τῇ καθ’ ὅλον τὸ σῶμα διαπνοῇ· γίνεται γὰρ
5. αὕτη μὲν ὑπὸ τῆς καρδίας διὰ τῶν ἀρτηριῶν, ἡ δ’ ἀναπνοὴ
6. διὰ τοῦ θώρακος ὑπὸ τοῦ ἐγκεφάλου. ἥτις δ’ ἂν ἡ διάθεσις
7. εἴη ἡ τὴν ἄπνοιαν ἐργαζομένη, κοινὴ φαίνεται εἶναι πάντων
8. τῶν τοῦ ζώου μορίων, ὡς ἐν ἀποπληξίαις καὶ κάροις, ἐπιληψίαις
9. τε καὶ καταλήψεσιν· ἐν τούτοις γὰρ ἅπασιν οὐδὲν
10. ἴδιον ἐξαίρετον πάθημά ἐστι τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ
11. μᾶλλον ἢ τῶν φωνητικῶν, ἢ διαλεκτικῶν, ἢ βαδιστικῶν·
12. ἀλλὰ τῆς ἀρχῆς πασχούσης, ἅπαντα συμπάσχειν ἀναγκαῖον,
13. ὅσοις παρ’ ἐκείνης ἐχορηγεῖτο τὰ τῶν διοικουσῶν αὐτὰ δυνάμεων.
14. εἴρηται δὲ ἡμῖν ἰδίᾳ περὶ ἀπνοίας καθ’ αὑτὴν, ὥστε
15. νῦν ἤδη μεταβαίνειν ἐφ’ ἕτερόν τι καιρός.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 4.10, ed. Kühn, 1824, vol. 8, p. 272-282. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩