Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 4.11, ed. Kühn, 1824, vol. 8, p. 282-296. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.11

16. Διττῆς δὲ οὔσης ὁδοῦ τοῖς γυμναζομένοις περὶ
17. τὰς διαγνώσεις τῶν πεπονθότων τόπων, ἑτέρας μὲν ἀπὸ τῶν
1. φαινομένων συμπτωμάτων, ἑτέρας δ’ ἀπὸ τῶν τοῦ σώματος
2. μορίων, ἐὰν κατ’ ἀμφοτέρας τις γυμνάζηται, δὶς μὲν
3. ἐρεῖ τὰ αὐτὰ, καθ’ ἕτερον δὲ καὶ ἕτερον τρόπον. οἷον εὐθέως
4. ἐπὶ τῶν τοῦ πνεύμονος παθῶν εἴρηται μέν τι κᾀν τῷ
5. περὶ τῶν ἀλγημάτων λόγῳ, λέλεκται δὲ κᾀν τῷ περὶ αἵματος
6. ἀναγωγῆς, ὥσπερ κᾀν τῷ περὶ δυσπνοίας, εἰρήσεται δὲ καὶ
7. νῦν. ἄλγημα μὲν γὰρ αὐτῷ βίαιον οὐδέποτε συμπίπτει, βάρους
8. δ’ αἴσθησις γίνεται, καί τινος ἐνίοτε τάσεως εἰς τὸ στέρνον
9. ἢ τὴν ῥάχιν διηκούσης· ἐνταῦθα γὰρ οἱ περιέχοντες αὐτὸν
10. ὑμένες ἀνήρτηνται. καὶ μέν γε καὶ στενοχωρίας αἰσθάνονται
11. πολλάκις οἱ κάμνοντες, καὶ διὰ τοῦτ’ ἀναπνέουσι πυκνὸν καὶ
12. ταχὺ, διαστέλλοντες μὲν ἐπὶ πολὺ τὸν θώρακα, πολὺν δ’ οὐκ
13. εἰσπνέοντες ἀέρα. χωρὶς μὲν οὖν πυρετοῦ ταῦτα γινόμενα,
14. φύματα, ἢ γλίσχρων, ἢ παχέων χυμῶν, ἤ τινων ἄλλων πολλῶν
15. ἐν αὐτῷ πλῆθος ὑπάρχειν, ἢ περικεχύσθαι τι πῦον, ἤ τινα
16. χυμὸν ἄλλον ἢ γλίσχρον, ἢ παχὺν, ἢ πολὺν, ἐνδείκνυται·
17. διορισθήσεται δ’ ἀλλήλων ταῦτα τοῖς προηγησαμένοις συμπτώμασιν.
18. ἐὰν μὲν γὰρ ὑγιαίνων τε καὶ τὰ συνήθη πράττων,
1. οὕτως ἄρξηται δυσπνοεῖν, αὐξάνηταί τε τὸ σύμπτωμα αὐτῷ
2. χωρὶς τοῦ κερχνῶδές τι κατὰ τὴν ἀναπνοὴν ἐμφαίνεσθαι, φύματος
3. ἀπέπτου γένεσιν ἐπισκοπεῖσθαι χρή· κερχνῶδες δέ τι
4. τῆς ἀναπνοῆς ψοφούσης, ὑγρῶν γλίσχρων ἢ παχέων πλῆθος
5. ἐμπεπλασμένων δυσαπολύτως τοῖς βρογχίοις τοῦ πνεύμονος
6. ἐνοχλεῖν δηλοῦται· ἐὰν δὲ ἐξαίφνης ἐπὶ στενοχωρίας αἰσθήσει
7. δυσπνοῶσι, ῥεύματος εἰς τὸν πνεύμονα κατασκήψαντος, ἤτοι
8. γ’ ἐκ κεφαλῆς, ἢ ἐκ τῶν γειτνιώντων χωρίων, ἔνδειξίς σοι γινέσθω.
9. ὅταν δ’ ἤτοι γλίσχρων ὑγρῶν ἢ παχέων ἢ πολλῶν
10. ἐπιῤῥυέντων τῷ πνεύμονι, δυσπνοεῖν εἴπω τὸν ἄνθρωπον,
11. ἐν τοῖς βρογχίοις τὰ τοιαῦτα περιέχεσθαι νόει· κατασχιζομένης
12. γὰρ εἰς ὅλον τὸ σπλάγχνον, ὥσπερ τῆς λείας ἀρτηρίας,
13. οὕτω καὶ τῆς τραχείας, ἡ τῶν βρογχίων οὐσία καθ’ ὅλον
14. ἐστὶ τὸν πνεύμονα· βρογχία δὲ καλοῦσιν οἱ ἀνατομικοὶ τοὺς
15. χόνδρους τῆς τραχείας ἀρτηρίας, σιγμοειδεῖς ὑπάρχοντας τῷ
16. σχήματι. προηγησαμένης δὲ πλευρίτιδος, εἶτα τοῦ μὲν σφοδροῦ
17. τῶν πυρετῶν παυσαμένου, βάρους δ’ αἰσθήσεως ὑπολειπομένης
18. ἔνδον τῶν πλευρῶν ἐν τῷ βάθει τοῦ θώρακος,
1. ἅμα τῷ καὶ μεταῤῥεῖν τι φαίνεσθαι κατὰ τὰς ἀθρόας μεταλλαγὰς
2. τῆς κατακλίσεως, καὶ μάλισθ’ ὅταν ἀπὸ τῆς ἑτέρας
3. πλευρᾶς ἐπὶ τὴν ἑτέραν μετασχηματίζωνται, πύου τηνικαῦτα
4. πλῆθος ἐμφαίνεται, καὶ κλύδωνός γε πολλάκις αἰσθητῶς
5. ἀκούειν ἐστὶν ἐπ’ αὐτῶν. ἐνδείκνυται δὲ τοῦτο σὺν τοῖς εἰρημένοις
6. καὶ τὸ μηδὲν ἀξιόλογον ἀναπτύεσθαι, σφοδρᾶς
7. προηγησαμένης πλευρίτιδος. ἐὰν δὲ ἄλλός τις χυμὸς ὀῤῥώδης
8. ἢ φλεγματώδης ἐξαίφνης ἄνευ πυρετοῦ ῥυεὶς εἰς τὰ κενὰ τοῦ
9. θώρακος ἐργάζηται τὴν δύσπνοιαν, ἀναπτύουσιν οὐ παχέα,
10. κατ’ ἀρχὰς μὲν ὀλίγα σὺν πολλῇ βηχὶ, πεττομένων δὲ αὐτῶν
11. πλείω καὶ παχύτερα σὺν ἐλάττονι. κατὰ διττὸν γάρ τοι τρόπον
12. ἐπὶ πολλῇ βηχὶ πτύουσιν ὀλίγα, διὰ πάχος μὲν ἢ γλισχρότητα
13. χυμῶν ἕτεροι, διὰ λεπτότητα δ’ ἄλλοι· τὸ μὲν γὰρ
14. λεπτὸν ἀναφερόμενον ὑπὸ τοῦ κατὰ τὴν βῆχα πνεύματος, ἀντικαταῤῥεῖ
15. περισχιζόμενον αὐτῷ· τὸ δὲ γλίσχρον ἢ πάνυ παχὺ
16. δυσχερῶς ἀναφέρεται, μήτ’ ἀποῤῥυπτόμενον ἑτοίμως τῶν
17. σωμάτων οἷς ἐμπέπλασται μήθ’ ὑπὸ τῆς τυχούσης βίας τοῦ
18. πνεύματος ὠθεῖσθαι δυνάμενον· εἰ μὴ γὰρ πολύ τε καὶ σφοδρὸν 
1. ἀναβηττόμενον εἴη τὸ πνεῦμα, συναναφέρειν οὐδὲν ἑαυτῷ
2. δύναται. ὅσον οὖν δὴ μήθ’ ὑγρὸν ἄγαν ἐστὶ καὶ ὑδατῶδες,
3. ἀλλὰ μηδὲ παχὺ λίαν ἢ γλίσχρον, εὐπετῶς ἀναφέρεται,
4. καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἐῤῥωμένη τυγχάνῃ· χωρὶς γὰρ
5. τοῦ σφοδρὰν γενέσθαι συστολὴν τοῦ θώρακος, οὐχ οἷόν τε
6. βῆξαι σφοδρῶς· ἄνευ δ’ ἰσχυρᾶς βηχὸς ἀδύνατόν ἐστιν ἀνενεχθῆναι
7. τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς. ὅτ’ ἂν δὲ τῇ μετὰ
8. στενοχωρίας τε καὶ βάρους δυσπνοίᾳ πυρετὸς ὀξὺς συνεισβάλλῃ,
9. φλεγμονὴ τὸ πάθημά ἐστι τοῦ πνεύμονος· εἰ δ’ ἀφόρητος
10. μὲν ἡ φλόγωσις εἴη, τοῦ βάρους δὲ καὶ τῆς στενοχωρίας
11. ἐλάττων αἴσθησις, ἐρυσιπέλατι κάμνει τὸ σπλάγχνον· ἀφωρισμένων
12. δὲ τῶν ἄκρων, οὐδὲν ἔτι χαλεπὸν, ἤτοιγ’ ἐρυσίπελας
13. φλεγμονῶδες ἢ φλεγμονὴν ἐρυσιπελατώδη διαγνῶναι.
14. γίνεται δὲ καὶ ἄλλα πάθη τῷ πνεύμονι χωρὶς ἐπιῤῥοῆς χυμῶν,
15. κατὰ δυσκρασίαν ἤτοι γ’ ἀνώμαλον ἢ ὁμαλήν. ἡ μὲν οὖν ἀνώμαλος
16. βῆχα ἐργάζεται· ἡ δ’ ὁμαλὴ μετρία μὲν οὖσα τὸν
17. ῥυθμὸν τῆς ἀναπνοῆς ὑπαλλάττει, γενομένη δ’ ἰσχυρὰ, θερμότητος
18. μὲν ἐπικρατούσης, ἐπιθυμίαν ἀέρος καὶ πόματος
1. ἐργάζεται ψυχροῦ, τῷ χρόνῳ δ’ εἰς πυρετὸν τελευτᾷ· τῇ ψυχρᾷ
2. δὲ δυσκρασίᾳ τἀναντία συμβαίνει, θερμοῦ μὲν ἀέρος,
3. θερμοῦ δὲ πόματος ἐπιθυμία, μέχρις ἂν εἴη μετρία, μείζονος
4. δὲ γινομένης, ῥευμάτων ἐμπίπλαται τὸ σπλάγχνον. περὶ δὲ
5. τῆς κατὰ ῥῆξιν, ἢ διάβρωσιν, ἢ ἀναστόμωσιν, ἐξ αὐτοῦ γενομένης
6. αἵματος ἀναβήξεως εἴρηται μέν τι καὶ πρόσθεν ἐν
7. τῷ περὶ τῆς τοῦ αἵματος πτύσεως λόγῳ, λεχθήσεται δὲ καὶ
8. νῦν ἔτι διὰ βραχέων. αἱ μὲν ῥήξεις αἱ κατ’ αὐτὸν ἔκ τε τοῦ
9. πολὺ φέρεσθαι τὸ αἷμα γνωρίζονται κᾀκ τοῦ μέγα προηγούμενον
10. αἴτιον αἰσθητὸν εὐθέως ἐπιγενέσθαι· λέγω δ’ αἴτια
11. προηγησάμενα τὴν ἐξ ὑψηλοῦ πτῶσιν ἢ κατὰ παλαίστραν, ἢ
12. ἐν ἄθλοις, ἢ ἑτέρου τινὸς ἐμπεσόντος ἑτέρῳ, καθάπερ γε ἂν
13. ἐπιπέσῃ τῷ θώρακι βαρὺ σῶμα τῶν ἀψύχων ὁτιοῦν, οἷον
14. ἤτοι λίθος ἢ ξύλον· ἐνίοις δὲ ὀξυθυμία μετὰ κραυγῆς προηγήσατο,
15. καί τισιν ἑτέροις ἀγωνιζομένοις κιθαρῳδίαν, ἢ τραγῳδίαν,
16. ἡ ὀξεῖα καὶ μεγάλη φωνὴ διέῤῥηξεν ἀγγεῖα, καὶ μάλισθ’
17. ὅτ’ ἂν ἄνευ τοῦ προμαλάξαι ταῖς ἀναφωνήσεσι τὰ κατὰ τὸν
18. πνεύμονα βιαίως κραυγάσωσιν. ὡς γὰρ καὶ τοῖς παλαίουσιν,
1. ὅταν ἄνευ τοῦ προθερμανθῆναι καὶ ὁμαλυνθῆναι τρίψεσί τε
2. καὶ μετρίαις κινήσεσιν τοὺς μῦς ἐπ’ ἐνεργείας ἀφικνῶνται
3. σφοδρὰς, ῥήγματά τε καὶ σπάσματα γίνεται, κατὰ τὸν αὐτὸν
4. τρόπον ἐπὶ τοῦ πνεύμονος εἴωθε συμπίπτειν, ὃν διὰ τρίψεων
5. μὲν οὐχ οἷόν τε παρασκευάσαι πρὸς τὰς σφοδρὰς κινήσεις,
6. ἀνάλογον δέ τι ταῖς τρίψεσιν αἱ ἀναφωνήσεις ἐργάζονται.
7. ἄνευ δὲ φανερᾶς ἔξωθεν αἰτίας πλῆθος αἵματος ἀναῤῥήγνυσιν
8. ἀγγεῖον ἐν πνεύμονι, καθάπερ καὶ κατ’ ἄλλό τι μόριον τοῦ
9. σώματος, ὅτ’ ἂν δυσεπέκτατον τύχῃ διὰ ψύξιν ὑπόγυον ἢ
10. δυσκρασίαν σύμφυτον. οὕτως καὶ Ἱπποκράτης τὸ ψυχρὸν
11. εἴρηκε φλεβῶν ῥηκτικὸν, οὐκ αὐτὸ δήπου καθ’ αὑτὸ τὰς
12. ῥήξεις ἐργαζόμενον, ἀλλ’ ὅτι τῇ ψύξει σκληροὺς καὶ δυσεπεκτάτους
13. τοὺς χιτῶνας τῶν ἀγγείων ἐργαζόμενον ἐπιτήδεια
14. πρὸς ῥῆξιν αὐτὰ παρασκευάζει· τῆς ῥήξεως δ’ αὐτῆς τὸ αἴτιον
15. ἥ τε σφοδρὰ κίνησίς ἐστι καὶ τὸ πλῆθος τῶν χυμῶν
16. αὐτῶν τε καθ’ ἑαυτοὺς καὶ σὺν ἀπέπτῳ καὶ ψυχρῷ καὶ φυσώδει
17. πνεύματι συνδιατείνοντι τοῖς χυμοῖς τὰς φλέβας. ἀλλὰ
18. καὶ τῆς ἐπὶ τούτων ῥήξεως οὐ σμικρὸν γνώρισμά ἐστι κένωσις
1. αἵματος ἐξαίφνης ἀθρόου, τῆς δ’ ἀναστομώσεως, ἔμπαλιν
2. τῶν ψυχρῶν, αἱ θερμαὶ διαθέσεις προηγοῦνται, λουτροῖς τε
3. θερμοῖς πολλοῖς κεχρημένου τἀνθρώπου, καὶ κατὰ χώραν
4. ὄντος θερμὴν, ὥραν τε τοῦ ἔτους ὁμοίαν, ἐδέσμασί τε καὶ
5. πόμασι θερμοῖς χρωμένου. αἱ δ’ ἐξ ἀναβρώσεως ἀθρόαι κενώσεις
6. αἵματος ἐπί τε προηγουμέναις γίνονται βραχείαις
7. πτύσεσι καὶ τοῖς εἰς τὸν πνεύμονα δριμέσι ῥεύμασιν
8. ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥέουσιν· ἐνίοτε δὲ καὶ συναναφέρεταί τι
9. μόριον τοῦ πνεύμονος, ἢ ἐφελκὶς, ὥστε λαθεῖν ἀδύνατον εἶναι
10. τὸ τοιοῦτον πάθημα τοῦ σπλάγχνου. κατὰ δὲ τὴν τραχεῖαν
11. ἀρτηρίαν ἕλκους γενομένου, πρὸς τοῖς ἀναβηττομένοις
12. πυώδεσιν οὖσιν, ἔτι καὶ τοῦ πεπονθότος μέρους ἀλγοῦντος
13. αἴσθησις γίνεται τῷ κάμνοντι· καὶ ἡ βραχύτης δὲ τοῦ κενουμένου
14. διορίζει τὴν τοιαύτην ἕλκωσιν τῆς ἐν τῷ πνεύμονι,
15. πλεῖον γὰρ ἐπὶ τοῖς ἐν πνεύμονι γεγενημένοις ἕλκεσιν ἀναπτύεται
16. τὸ πῦον. ὥσπερ δὲ τοῦ πνεύμονός τι μόριον συνανενεχθὲν
17. ἐνδείκνυται τὸ σπλάγχνον ἡλκῶσθαι, κατὰ τὸν αὐτὸν.
18. τρόπον ἐκ τοῦ λάρυγγος εἴδομεν ἐνίοτε τὸ κατὰ τὴν ἐπιγλωττίδα
19. σῶμα δι’ ἕλκωσιν ἀναπτυσθὲν, οἷς οὐ μόνον τοῦτο σημεῖον
1. ὑπῆρξε τοῦ τόπου τοῦ πεπονθότος, ἀλλὰ καὶ ἡ κατὰ τὸ χωρίον
2. αἴσθησις τὸ ἡλκωμένον, ὡς κᾀπὶ τῆς τραχείας ἀρτηρίας
3. ἐῤῥέθη· τὰ μὲν γὰρ ἐν τῷ πνεύμονι χωρὶς ὀδύνης συνίσταται,
4. τὰ δ’ ἐν τούτοις τοῖς χωρίοις ὀδύνην μέν τινα φέρει,
5. βραχεῖαν δὲ ταύτην, ὡς τοῖς φύσει δυσαισθήτοις μηδὲ σαφῶς
6. αἰσθητὴν γίνεσθαι. ταῦτα μὲν οὖν ἅπαντα τὰ μέχρι δεῦρο
7. λεγόμενα πάθη κατά τε τὸν πνεύμονα καὶ τὰ κενὰ τοῦ θώρακος,
8. ἔτι τε τὴν τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, καὶ
9. γὰρ καὶ τούτων ἐμνημόνευσα τῇ κοινωνίᾳ τοῦ λόγου προαχθεὶς
10. ἐπ’ αὐτὰ, πολλάκις ἑώραταί μοι· ταυτὶ δὲ τὰ νῦν εἰρησόμενα
11. σπανίως. ἐξαίφνης τις ἀνέβηξε χυμὸν ὁμοιότατον ὑγρᾷ
12. χολῇ, τῇ μὲν χρόᾳ μεταξὺ ξανθῆς τε καὶ ὠχρᾶς, δριμύτητα
13. δ’ οὐδεμίαν ἔχοντα· κᾀκ τούτου καθ’ ἑκάστην ἡμέραν ἀνέπτυεν
14. ἀεὶ πλεῖον· ὕστερον δὲ καὶ πυρετῶν ἐπιγενομένων αὐτῷ
15. λεπτῶν, ἔφθινεν, ὡς καὶ πυῶδες ἀναβήττειν. καὶ μετὰ χρόνον
16. ὡς τεττάρων μηνῶν αἷμα συνανήνεγκεν ὀλίγον σὺν τῷ
17. πύῳ, μετὰ τοῦ συντήκεσθαί γε καὶ πυρέττειν μᾶλλον· εἶτα
18. πλέον αὖθις ἔπτυσεν, εἶθ’ ἱκανῶς δαψιλές· ἐφ’ ᾧ τῶν τε 
1. πυρετῶν αὐξηθέντων καὶ τῆς δυνάμεως ἐκλυθείσης, ἀπέθανεν
2. ὡσαύτως τοῖς φθόην νοσήσαι. μετὰ τοῦτον ἄλλον ἐθεασάμην
3. ὁμοίῳ τρόπῳ νοσηλευθέντα μησὶν ἕξ, εἶτ’ ἄλλον πλείοσιν.
4. ὁ μὲν οὖν πρῶτος ἡμῖν ὀφθεὶς οὐδὲν ἔχειν ἐδόκει τό γε
5. κατ’ ἀρχὰς κακὸν, ὕστερον δὲ δηλονότι μοχθηρῶς ἐφαίνετο
6. διακεῖσθαι· τοῦ δευτέρου δ’ ὀφθέντος εὐθὺς ἐξ ἀρχῆς ἔγνωμεν
7. ἐπιμελῶς προνοήσασθαι, καὶ μετ’ αὐτὸν ἔτι καὶ μᾶλλον
8. τοῦ τρίτου. ἀλλ’ ὅμως, οὐκ ὀλίγα πραγματευσαμένων ἀμφ’
9. αὐτοὺς ἡμῶν, οὔτε τούτων τις οὔτ’ ἄλλος ἐσώθη μετ’ αὐτούς·
10. ἀνέπτυσαν δὲ πάντες οὗτοι τελευτῶντες αὐτοῦ τοῦ
11. πνεύμονος μέρη σεσηπότα, δι’ ἃ καὶ σαφῶς ἔγνων ὅμοιόν
12. τι πάθος συμβαίνειν αὐτοῖς τῷ κᾀπὶ τῶν ἐκτὸς ὁρωμένων
13. μορίων, ὑγρότητι σηπεδονώδει διαβρόχων γινομένων·
14. ἀλλὰ ταῦτα μὲν ἐκκόπτειν ἐγχωρεῖ καὶ πρός γε τούτῳ
15. καὶ καίειν, πνεύμονι δ’ οὐδὲν τοιούτων ποιεῖν οἷόν τε, διὸ
16. καὶ πάντες ἀπόλλυνται. τοῦ τελευταίου δ’ αὐτῶν ὀφθέντος
17. μοι κηδόμενος, ἐπὶ τὸ ξηραίνειν ἰσχυρῶς τὸ σπλάγχνον
18. ἐτραπόμην ὀσμαῖς τε καὶ πόμασιν ἐπιτηδείοις εἰς τοῦτο·
1. τὸ μὲν γὰρ καλούμενον ἡδύχρουν ὀσμᾶσθαι δι’ ὅλης ἡμέρας
2. ἐκέλευον αὐτῷ, προσφέρεσθαί τε τῇ ῥινὶ συνεχῶς· εἰς ὕπνον
3. δ’ ἰόντι καὶ τῶν ἐν Ῥώμῃ σκευαζομένων μύρων πολυτελῶν,
4. ἃ δὴ καλοῦσι φουλίατά τε καὶ σπικάτα, ὑπαλείφειν τινὶ τοὺς
5. κατὰ τὰς ῥῖνας πόρους· ἐδίδουν δὲ καὶ πίνειν αὐτῷ φάρμακα,
6. τήν τε μιθριδάτειον ὀνομαζομένην ἀντίδοτον, ἀμβροσίαν τε
7. καὶ ἀθανασίαν καὶ θηριακήν· ἀλλὰ καὶ οὗτος ἐνιαυτῷ ταῦτα
8. πίνων, ὁμοίως τοῖς φθισικοῖς ὕστερον ἀπέθανεν, ἴσως
9. εἰς χρόνον πλείονα παραταθεὶς διὰ τὴν εἰρημένην ἀγωγήν.
10. ἕτερον δὲ πάθος εἶδον ἐν πνεύμονι τοιόνδε. βήττων τις ἐκ
11. χρόνου πολλοῦ, καὶ πτύων ὀλίγα καὶ γλίσχρα, χαλαζίῳ μικρῷ
12. παραπλήσιον ἀνέβηξέ τι, καί μοι κομίσας ἔδειξεν αὐτὸ,
13. καὶ πάλιν ἕτερον ὅμοιον οὐ μετὰ πολλὰς ἡμέρας. ἐδόκει δή
14. μοι ξηραινόμενος ὁ γλίσχρος ἐκεῖνος χυμὸς, ὃν ἀνέπτυσεν ἔμπροσθεν,
15. εἰς τοιαύτην σύστασιν ἔρχεσθαι· καὶ διὰ τοῦτ’ αὐτῷ
16. φάρμακα ἐδίδουν πίνειν, ὁποῖα καὶ τοῖς ἀσθματικοῖς ἁρμόζει·
17. καὶ πίνων γε αὐτὰ, ἐλάττονα μὲν ἔπτυεν τὰ χαλάζια,
1. καὶ διὰ πλειόνων ἡμερῶν ἢ πρόσθεν, οὐ μὴν ἐπαύσατό γε
2. πολλοῖς ἔτεσι πάσχων οὕτως, ἄχρι τῆς τελευτῆς. μεγέθει δ’
3. ἦν τὰ χαλάζια τοῖς καλουμένοις ὀρόβοις ἶσα κατὰ τὸ πλεῖστον,
4. ἔστι δ’ ὅτε καὶ μείζω τούτων, ὥσπέρ γε καὶ μικρότερα.
5. καὶ ἄλλους δέ τινας ὁμοίως ἐκείνῳ πτύοντας ἐθεασάμην ἔτη
6. συχνὰ ζήσαντας, ἐνίους μὲν ἄλλως ἀποθανόντας, ἐνίους δ’
7. ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων παθόντων· οὐ μὴν αἷμα γέ
8. τις ἐκ τούτων ἔπτυσεν. τὸ δ’ Ἀντιπάτρῳ τῷ ἰατρῷ συμβὰν
9. ἅπαντες ἔγνωσαν, ὡς οὐκ ἀφανῶς ἰατρεύοντι κατὰ τὴν Ῥωμαίων
10. πόλιν. ἦν μὲν ὁ ἀνὴρ οὗτος ἡλικίαν ἄγων ἐτῶν ἐλαττόνων
11. μὲν ἢ ἑξήκοντα, πλεόνων δὲ ἢ πεντήκοντα, συνέβη δ’
12. αὐτῷ ποτε πυρέξαντι τῶν ἐφημέρων τινὰ πυρετῶν ἐκ φανερᾶς
13. προφάσεως, ἅψασθαι τῶν ἑαυτοῦ σφυγμῶν ἐν τῇ παρακμῇ
14. τοῦ πυρετοῦ, χάριν τοῦ γνῶναι τί ποιητέον ἐστὶν αὐτῷ.
15. πᾶσαν δ’ εὑρὼν ἀνωμαλίαν ἐν τῇ τῶν ἀρτηριῶν κινήσει
16. κατεπλάγη μὲν τὸ πρῶτον, ὡς δὲ σαφῶς ὕστερον
17. ᾐσθάνετο μηκέτι πυρέττειν ἑαυτὸν, ἐλούσατο μὲν εὐθέως·
18. ἐπὶ κόποις τε γὰρ αὐτῷ καὶ ἀγρυπνίαις ἐκεκμήκει τὸ σῶμα·
1. διῃτήθη δὲ πάνυ λεπτῶς ἄχρι τοῦ τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς
2. ἡμέραν διελθεῖν· ἐν ᾗ μηδενὸς ἔτι γενομένου πυρετοῦ, προῄει
3. μὲν ἑκάστης ἡμέρας, ὥσπερ καὶ πρόσθεν, ἁπτόμενος δὲ ἑαυτοῦ
4. τῆς κατὰ τὸν καρπὸν ἀρτηρίας, ἐθαύμασε διαμενούσης ἐν
5. τοῖς σφυγμοῖς τῆς ἀνωμαλίας. ἀπαντήσας οὖν μοί ποτε,
6. προὔτεινε τὴν χεῖρα γελῶν, ἐκέλευσέ τε τῶν σφυγμῶν ἅψασθαι.
7. κᾀγὼ μειδιάσας, τί τὸ αἴνιγμά ἐστιν, ὃ κελεύεις;
8. ἠρόμην· ὁ δ’ αὖθις ὁμοίως γελῶν ἐδεῖτο πάντως ἅψασθαι.
9. καὶ τοίνυν εὗρον ἁψάμενος ἀνωμαλίαν κατὰ τὸν σφυγμὸν
10. ἅπασαν, οὐ μόνον ἐν ἀθροίσματι γινομένην, ἣν συστηματικὴν
11. ὀνομάζουσιν, ἀλλὰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας.
12. ἐθαύμαζον οὖν, ὅπως ἔτι ζῇ τοιοῦτον ἔχων σφυγμὸν,
13. ἐπυνθανόμην τε μή τις αὐτῷ δυσχέρεια κατὰ τὴν ἀναπνοὴν
14. γίνεται· τοῦ δὲ οὐδεμίαν αἰσθητὴν ὁμολογοῦντος, ἐπετήρουν
15. μὲν εἴ τινα μεταβολὴν ἕξοι ποτὲ, συνεχῶς ἁπτόμενος τῆς
16. κατὰ τὸν καρπὸν ἀρτηρίας ἕξ μηνῶν που χρόνῳ. πυνθανομένου
17. δ’ οὖν αὐτοῦ κατ’ ἀρχὰς, ἥ τις εἶναί μοι δοκεῖ διάθεσις
18. ἐν τῷ σώματι, καὶ κατὰ τίνα τρόπον αὐτοῦ τοιοῦτον ἐργάζεσθαι
1. δυναμένη τὸν σφυγμὸν ἄνευ πυρετοῦ, πρὸς τὴν ἐρώτησιν
2. ἀπεκρινάμην, ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ δεδηλῶσθαί
3. μοι περὶ τῆς τοιαύτης ἀνωμαλίας· ἡγοῦμαι γὰρ
4. αὐτὴν ἐπὶ στενοχωρίᾳ τῶν ἐν τῷ πνεύμονι μεγάλων ἀρτηριῶν
5. γίγνεσθαι· τὴν στενοχωρίαν δ’ ἔφην, ἐπὶ μὲν φλεγμονῇ τοῦ
6. σπλάγχνου, τό γε ἐπί σοι νῦν, ἀδύνατον ὑπάρχειν· ἐπύρεττες
7. γὰρ ἄν· ἀπολείπεται δ’ ἤτοι δι’ ἔμφραξιν ὑγρῶν καὶ γλίσχρων
8. καὶ παχέων χυμῶν, ἢ διὰ φύματος ἀπέπτου γένεσιν, εἰς τὴν
9. τοιαύτην ἀφῖχθαί σε διάθεσιν. ὁ δ’ ὑπολαβὼν, ἐχρῆν οὖν,
10. ἔφη, ἀσθματικὴν ὀρθόπνοιαν εἶναί μοι. κᾀγὼ πιθανῶς μὲν
11. εἶπον λέγειν αὐτὸν, οὐ μὴν ἀληθῶς· γίγνεσθαι μὲν
12. γὰρ καὶ τὴν τοιαύτην ὀρθόπνοιαν διὰ τοιαύτην αἰτίαν, οὐ
13. μὴν ἐν ταῖς λείαις ἀρτηρίαις, ἀλλ’ ἐν ταῖς τραχείαις ἀθροιζομένου
14. τοῦ γλίσχρου καὶ παχέος χυμοῦ. καὶ τοίνυν ἔδοξεν
15. ἡμῖν, τήν τε δίαιταν αὐτῷ πᾶσαν ὁμοίαν ποιεῖσθαι τοῖς τῶν
16. ἀσθματικῶν, τά τε φάρμακα προσφέρεσθαι τὴν αὐτὴν ἐκείνοις
17. ἔχοντα δύναμιν. ἓξ δὲ ἐν τῷ μεταξὺ γενομένων, ὡς ἔφην,
18. μηνῶν, ᾔσθετό τινος οὐ μεγάλης δυσπνοίας ἅμα παλμῷ βραχεῖ
1. τῆς καρδίας, τὸ μὲν πρῶτον ἅπαξ, εἶτα δίς που καὶ τρὶς,
2. εἶτα καὶ τετράκις τε καὶ πλεονάκις γινομένου, μετὰ τοῦ συναυξάνεσθαι
3. τὴν δύσπνοιαν, ἐφ’ ἡμέρας ὡς πέντε καὶ δέκα·
4. μεθ’ ἃς ἐξαίφνης δυσπνοήσας σφοδρῶς, εἶτ’ ἐκλυθεὶς, εὐθέως
5. ἀπέθανεν, ὥσπερ ἄλλοι τινὲς ἐπὶ πάθεσι καρδίας, ὑπὲρ ὧν
6. εἰρήσεται κατὰ τὸν ἐφεξῆς λόγον.

Cliquer un n° de page pour en afficher l’image