Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 4.3, ed. Kühn, 1824, vol. 8, p. 229-234. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.3

4. Καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὴν
5. γλῶτταν. ἑώραται δ’ ἡμῖν ἐπ’ αὐτῆς ἐνίοτε μὲν ἡ κίνησις,
6. ἐνίοτε δὲ ἡ τῆς γεύσεως αἴσθησις βεβλαμμένη, καί ποτε μὲν
7. σὺν αὐτῇ καὶ ἡ τῆς ἁφῆς. οὐκ ἔστι δ’ ἄλλα μὲν ἁφῆς, ἄλλα
8. δὲ γεύσεως νεῦρα, καθάπερ τὰ τῆς κινήσεως· τὰ γὰρ ἀπὸ
9. τῆς τρίτης συζυγίας οὐ μόνον τῶν ἁπτῶν, ἀλλὰ καὶ τῶν
10. γευστῶν ἐστι διαγνωσικά. πλεονάκις δὲ βλάπτεται τῶν γευστῶν
11. ἡ αἴσθησις ἤπερ ἡ τῶν ἁπτῶν, καίτοι τῶν αὐτῶν
12. οὖσα νεύρων, ὡς ἂν ἀκριβεστέρας δεομένη διαγνώσεως.
13. παχυμερέστατον μὲν γὰρ τὸ τῆς ἁφῆς αἰσθητήριον, ὥσπερ
14. τὸ τῆς ὄψεως λεπτομερέστατον· δεύτερον δὲ μετὰ τὴν ὄψιν
15. ἐν λεπτομερείᾳ μὲν τὸ τῆς ἀκοῆς, ἐν παχυμερείᾳ δὲ μετὰ τὴν
16. ἁφὴν τὸ τῆς γεύσεως, ὥσπερ ἐν μέσῳ τῶν τεττάρων τὸ τῆς
17. ὀσφρήσεως. ἡ δὲ κίνησις τῆς γλώττης παρὰ τῆς ἑβδόμης
18. ἐστὶ συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ἐγγὺς τῆς
1. κατὰ τὸν νωτιαῖον ἀρχῆς οὖσα. ὅταν μὲν οὖν ἀμφότερα
2. τὰ μέρη τοῦ ἐγκεφάλου, τό τε δεξιὸν καὶ τὸ ἀριστερὸν,
3. κατὰ τοῦτο τὸ χωρίον ᾖ πεπονθότα, τοὺς ἀποπληκτικοὺς
4. ἐπιφέρει κινδύνους· ὅτ’ ἂν δὲ θάτερον μόνον, εἰς παραπληγίαν
5. τελευτᾷ, ποτὲ μὲν τῇ τῆς γλώττης κινήσει μόνῃ λυμαινομένην
6. κατὰ τὸ ἥμισυ μέρος, ἔστι δ’ ὅτε καὶ τοῖς κάτω τῆς
7. κεφαλῆς μορίοις ἄλλοτ’ ἄλλοις ἐγκατασκήπτουσαν, ποτὲ δὲ
8. καὶ παντὶ θατέρῳ μέρει τοῦ σώματος ἄχρι ποδῶν ἄκρων.
9. ἡ δ’ οὖν γλῶττα πολλάκις ἑώραται βλαπτομένη τὴν εἰρημένην
10. βλάβην μόνη τῶν κατὰ τὸ πρόσωπον μερῶν, μήτε τῆς ἁπτικῆς
11. αἰσθήσεως ἐν αὐτῇ μήτε τῆς γευστικῆς βεβλαμμένων.
12. καὶ ἡ αἰτία πρόδηλος ὑμῖν ἐστιν ἑωρακόσιν τὰς ἐξ ἐγκεφάλου
13. τῶν νεύρων ἀποφύσεις εἰς μὲν τὸ πρόσωπον ἀπὸ τοῦ προσθίου
14. μέρους αὐτοῦ γινομένας, εἰς δὲ τὰ κάτω μέρη τοῦ
15. προσώπου πάντα τὰ καθ’ ὅλον τὸ ζῶον ἀπὸ θατέρου μέρους
16. τοῦ ὄπισθεν, ἐξ οὗ μέρους ἐστὶ καὶ ἡ συζυγία τῶν ἐπὶ
17. τοὺς τῆς γλώττης μῦς ἀφικνουμένων νεύρων, ὑφ’ ὧν αἱ κατὰ
18. προαίρεσιν αὐτῆς γίνονται κινήσεις. ὥστε πάλιν εἰκότως, ὅτ’
19. ἂν τὸ πρόσθιον ἐγκεφάλου πάθῃ μέρος μόνον, ἡ μὲν τῆς γλώττης 
1. κίνησις ἀβλαβὴς διασώζεται μόνη, τὰ δ’ ἄλλα πάντα τὰ
2. κατὰ τὸ πρόσωπον μόρια τὰς αἰσθητικὰς καὶ προαιρετικὰς
3. κινήσεις ἀπόλλυσι, κατὰ θάτερον δηλονότι μέρος, ἤτοι τὸ
4. δεξιὸν ἢ τὸ ἀριστερόν. ἐὰν γὰρ ὅλον ποτὲ πάθῃ τὸ πρόσθιον
5. ἐγκεφάλου, συμπάσχειν μὲν ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὴν
6. ὑψηλοτάτην αὐτοῦ κοιλίαν, βλάπτεσθαι δὲ καὶ τὰς διανοητικὰς
7. αὐτῶν ἐνεργείας. καὶ κεῖται ἀναίσθητος μὲν καὶ ἀκίνητος
8. ὁ οὕτως παθὼν, οὐδὲν δ’ εἰς τὴν ἀναπνοὴν βλάπτεται, καὶ
9. καλεῖται τὸ πάθος τοῦτο κάρος, ὡς τό γε καὶ τὴν ἀναπνοὴν
10. βλάπτον οὕτως ἰσχυρῶς, ὡς μετὰ πολλῆς βίας ἀναπνεῖν μόγις
11. ὁμοίως τοῖς ῥέγχουσιν ἐν ὕπνοις βαθέσιν ἀποπληξία προσαγορεύεται.
12. καὶ τοίνυν καὶ διαδέχεται τὴν μὲν τῆς ἀποπληξίας
13. λύσιν ἡ καλουμένη παραπληγία πάνυ πολλάκις, ἐπὶ δὲ τοῖς
14. κάροις παυομένοις ὑγεία τοὐπίπαν πολλάκις ἀκολουθεῖν
15. εἴωθεν. γίνεται δὲ κάρος ἐπί τε τοῖς τῶν κροταφιτῶν μυῶν
16. πάθεσιν, ὡς ἱπποκράτης ἐδήλωσεν, κᾀν τοῖς ὀξέσι νοσήμασιν,
17. ὡς καὶ τοῦτ’ ἔγραψεν ὁ αὐτὸς Ἱπποκράτης· ἐν τῷ μέσῳ
18. δέ πως ἀμφοῖν ἐστι, τοῦ τε κάρου καὶ τῆς ἀποπληξίας, ἡ ἐπιληψία,
19. σπασμοὺς μὲν ἐπιφέρουσα παντὸς τοῦ σώματος, οὐ
1. μὴν εἰς παραπληγίαν τελευτῶσα. ψυχρὸς μὲν οὖν καὶ παχὺς
2. ἢ πάντως γε γλίσχρος χυμός ἐστιν αἴτιος τῶν τριῶν
3. τούτων νοσημάτων. ἀλλ’ ἐν μὲν τοῖς κάροις τε καὶ ταῖς ἐπιληψίαις
4. αἱ κοιλίαι μὲν μᾶλλον, ἧττον δὲ αὐτὸ τὸ σῶμα τοῦ
5. ἐγκεφάλου πάσχειν εἴωθεν, ἐν δὲ ταῖς ἀποπληξίαις μᾶλλον τὸ
6. σῶμα· καὶ κατὰ μὲν τοὺς κάρους τὰ πρόσω μᾶλλον, ἐν δὲ
7. ταῖς ἀποπληξίαις τε καὶ ἐπιληψίαις ἀμφότερα· κατὰ δὲ τὰς
8. καταλήψεις τε καὶ κατοχὰς ὀνομαζομένας τὰ ὀπίσω πάσχει
9. μᾶλλον. ὅτ’ ἂν δὲ ἀνατιτραμένου τινὸς ὀστοῦ ἡ μέση κοιλία
10. θλιφθῇ, κάρος καταλαμβάνει τὸν ἄνθρωπον ἄνευ τοῦ
11. σπᾶσθαί τε καὶ δυσχερῶς ἀναπνεῖν, ὧν τὸ μὲν ἐπιληψίας, τὸ
12. δὲ τῆς ἀποπληξίας ἐστὶν ἴδιον, ὥσπέρ γε καὶ κάρου καὶ καταλήψεως
13. ἡ κατὰ φύσιν ἀναπνοὴ σωζομένη. ἀλλ’ ὁ μὲν κάρος
14. κεκλεισμένων γίγνεται τῶν βλεφάρων, ἡ κατάληψις δὲ
15. ἀνεῳγότων. ὥσπερ δὲ ἐν ταῖς ἀνατρήσεσιν, ὅτ’ ἂν ἀμελῶς τις
16. πιέζων τῷ μηνιγγοφύλακι τὴν μήνιγγα θλίψῃ περαιτέρω τοῦ
17. προσήκοντος, ὁ κάρος γίγνεται, κατὰ τὸν αὐτὸν τρόπον,
18. ὅτ’ ἂν ὀστοῦν συντριβὲν σφοδρῶς τοῦ κρανίου θλίβῃ τὰς κοιλίας
1. αὐτοῦ, καὶ μάλιστα τὴν μέσην, ὁ κάρος συμπίπτει·
2. ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος
3. ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου· καλῶ δὲ
4. οὕτως, ὡς ἴστε, τὸ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου πρῶτον
5. ὄργανον ὑπάρχον τῇ ψυχῇ πρὸς τὸ διαπέμπειν εἰς ἅπαντα τὰ
6. μέρη τοῦ σώματος αἴσθησίν τε καὶ κίνησιν. τὰ μὲν οὖν
7. κατὰ τὸν ἐγκέφαλον, οἰκειότητί τε τοῦ προκειμένου λόγου
8. καὶ διότι κατὰ τὸν ἔμπροσθεν λόγον ἀδιοριστότερον εἴρηται,
9. διορίσασθαί μοι νῦν ἄμεινον ἔδοξεν· αὖθις δ’ ἐπὶ τὰ τῆς
10. γλώττης ἐπάνειμι πάθη, τὰ μὲν κοινὰ διὰ τὴν πρὸς τὸν ἐγκέφαλον
11. καὶ τὰ νεῦρα κοινωνίαν, τὰ δὲ ἴδια μόνης αὐτῆς. τῇ
12. μὲν οὖν πρὸς τὸν ἐγκέφαλον αὐτῆς κοινωνίᾳ καθάπερ εἰς τὴν
13. κίνησιν ἐβλάπτετο διὰ τὴν ἑβδόμην συζυγίαν, οὕτως εἰς τὴν
14. αἴσθησιν ἐμποδίζεται διὰ τὴν τρίτην, ἣν ὀνομάζουσι μαλακὸν
15. νεῦρον οἱ ἀνατομικοὶ, καταφυομένην, ὡς ἴστε, καὶ κατασχιζομένην
16. εἰς τὸν περιλαμβάνοντα τὴν γλῶτταν χιτῶνα, καθάπερ
17. τι τῶν ἀπὸ τῆς ζ΄ συζυγίας εἰς τοὺς κινοῦντας αὐτὴν μύας.
18. τὰ δ’ ἴδια μόνης τῆς γλώττης πάθη τοῖς μεμνημένοις ὅσα
1. περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς ἰδίων ἀρτίως εἶπον, οὐ χαλεπῶς
2. εὑρεθήσεται. καὶ γὰρ ταύτης αἱ μὲν δυσκρασίαι τῶν
3. μυῶν, ὡς ὁμοιομερῶν, ἐμποδίζουσι ταῖς κινήσεσιν, ὥσπέρ
4. γε καὶ τοῦ περιέχοντος ἔξωθεν αὐτὴν ὑμένος, ἀμφοτέραις
5. ταῖς αἰσθήσεσιν, ἁπτικῇ τε καὶ γευστικῇ· αἵ θ’ ὡς ὀργανικῶν
6. παθῶν φλεγμοναὶ καὶ σκίῤῥοι καὶ οἰδήματα καὶ ἐρυσιπέλατα
7. καὶ διαπυήσεις, ἅπερ ἅπαντα τῆς ἐνεστώσης ἀφώρισται πραγματείας,
8. ὁρῶσίν τε ἡμῖν καὶ ἁπτομένοις διαγιγνωσκόμενα·
9. πρόκειται γὰρ, ὅσα μήτ’ ὄψει μήθ’ ἁφῇ διαγνῶναι δυνάμεθα
10. πάσχοντα μόρια, ταῦτ’ ἐπισκέψασθαι, διὰ τίνων σημείων
11. ἐνδεικτικῶς τε καὶ τὸ σύμπαν φάναι λογικῶς νῦν
12. εὑρεθησόμενα.

Cliquer un n° de page pour en afficher l’image