5. Καὶ τῶν ἄλλων δὲ τόπων ἁπάντων
6. τῶν κατὰ τὸ πρόσωπον οὐ μόνον ἡ κίνησις, ἀλλὰ καὶ ἡ αἴσθησις
7. ἤτοι γε ἀπόλλυται παντάπασιν ἢ βλάπτεται, ποτὲ
8. μὲν αὐτῶν ἰδιοπαθούντων τῶν βεβλαμμένων τὰς ἐνεργείας
9. μορίων, ποτὲ δὲ τῶν ἐξ ἐγκεφάλου φερομένων ἐπ’ αὐτὰ νεύρων,
10. ἢ καὶ δι’ αὐτὸν τὸν ἐγκέφαλον πάσχοντα· διορισθήσεται
11. δ’ ἀλλήλων ἅπαντα διὰ τῶν ἐζευγμένων αὐτοῖς συμπτωμάτων.
12. ὅτ’ ἂν μὲν γὰρ ἕν τι μόριον ἤτοι γε εἰς αἴσθησιν ἢ εἰς
13. κίνησιν ἢ εἰς ἄμφω τύχῃ βλαβὲν, αὐτὸ μόνον ἐκεῖνο τὴν αἰτίαν
14. ἔχει τῆς διαθέσεως, ἤτοι γε ἐν τοῖς ἰδίοις μορίοις ὀργανικῶς
15. ἢ κατὰ δυσκρασίαν πάσχουσιν, ἢ ἐν τοῖς εἰς αὐτὰ φερομένοις
16. νεύροις ἀπὸ τῆς τρίτης συζυγίας· ὅταν δὲ ἅμα πλείω
17. πεπόνθῃ μόρια, σκεπτέον, εἴτε ἐκ μιᾶς ἀρχῆς νεύρων, εἴτε
18. ἐκ πλειόνων ἔχει τὴν αἴσθησιν ἢ τὴν κίνησιν ἐν τῷ κατὰ
1. φύσιν διακεῖσθαι. τεθεάμεθα γὰρ ταῦτα διὰ τῶν ἀνατομῶν,
2. τῆς μὲν τρίτης συζυγίας τοῖς γε κροταφίταις μυσὶν καὶ
3. τοῖς μασσητῆρσιν καὶ τοῖς χείλεσι καὶ τοῖς τῆς ῥινὸς πτερυγίοις
4. αἴσθησίν τε καὶ κίνησιν παρεχούσης, τῇ δὲ γλώττῃ
5. τὴν αἴσθησιν μόνην, ὥσπέρ γε καὶ τοῖς ἐν τῷ στόματι πᾶσιν·
6. τῆς δὲ δευτέρας τοὺς μῦς τῶν ὀφθαλμῶν μόνους κινούσης,
7. ὥσπέρ γε καὶ τῆς πρώτης τὴν ὀπτικὴν αἴσθησιν αὐτοῖς
8. παρεχούσης. ἐὰν οὖν ποτε τὰ παρὰ τῆς τρίτης συζυγίας
9. νευρούμενα μόρια πάντα φαίνηται βεβλαμμένα κατὰ θάτερον
10. δηλονότι μέρος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κᾂν
11. μὴ ῥηθῇ πόθ’ ὑπ’ ἐμοῦ, τὴν πρωτοπάθειαν ἡγεῖσθαι χρὴ τοῦ
12. νεύρου γεγονέναι· κατ’ ἄμφω δὲ τὰ μέρη τῆς βλάβης συμβάσης,
13. οὐ τοῦ νεύρου τὸ πάθος ἴδιον, ἀλλὰ τοῦ κατὰ τὸν
14. ἐγκέφαλον τόπου πρώτως ἐστὶν, ὅθεν ἐκφύεται τὰ νεῦρα.
15. πάσχοντι δ’ ἐγκεφάλῳ κατ’ ἄμφω τὰ μέρη, τό τ’ ἀριστερὸν καὶ
16. τὸ δεξιὸν, ἐν τῷ κατὰ τρίτην συζυγίαν χωρίῳ συμπάσχει καὶ
17. τὰ πλησιάζοντα, καὶ διὰ τοῦτο τά τε κατὰ τὴν δευτέραν καὶ
18. τὴν πρώτην συζυγίαν βλάπτεται νεῦρα, καὶ τῇ τούτων ἀκολουθεῖ
19. βλάβῃ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς μόρια βλάπτεσθαι
1. πάντα· μόνου δ’ ἑνὸς μυὸς ἢ νεύρου παθόντος ὁπωσοῦν,
2. εἴτε κατ’ ἰδιοπάθειαν, εἴτε κατὰ συμπάθειαν, ἐπὶ τὸν ἀντικείμενον
3. μῦν ἐπισπᾶται τὸ μόριον, ἐὰν μὲν ὁ τὸ δεξιὸν χεῖλος
4. κινῶν μῦς παραλυθῇ, πρὸς τὴν ἀριστερὰν χώραν ἀπαγομένου
5. τοῦ κατὰ τοῦτο τὸ μέρος χείλους, ὅτ’ ἂν δὲ ὁ τὸ ἀριστερὸν,
6. ἐπὶ τὴν δεξιάν. ὡσαύτως δὲ κᾀπὶ τῆς γένυος ὅλης, καὶ τῶν
7. τῆς ῥινὸς πτερυγίων, καὶ τῶν γνάθων ἑκατέρας, ἃς ἐμάθετε
8. κινουμένας ὑπὸ τοῦ μυώδους πλατύσματος, ἐπὶ τὰ ἐναντία
9. τῷ παραλελυμένῳ συμβαίνει παρασπᾶσθαι τὸ μέρος, οὐκ ἔτ’
10. ἐπὶ τούτου παρὰ τῆς τρίτης συζυγίας τῶν νεύρων ἡκόντων,
11. ἀλλ’ ἐκ τῶν κατὰ τὸν τράχηλον σπονδύλων εἰς ἅπαν ὀλίγου
12. δεῖν, ὅτι μὴ κατὰ μέρος τι μικρὸν αὐτοῦ τῶν παρὰ τῆς πέμπτης
13. συζυγίας ἐμφυομένων νεύρων, ἔνθα τὸ πλάτυσμα τὴν
14. ὑψηλοτάτην ἔχει χώραν.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 4.5, ed. Kühn, 1824, vol. 8, p. 235-237. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩