15. Μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τὰ τοῦ νωτιαίου
16. πάθη. τὰ τοῦ νωτιαίου μυελοῦ πάθη σύντομον μὲν
17. ἔχει τὴν ἐν τῷ παρόντι διδασκαλίαν, οὐ σύντομον δὲ τὴν ἐπὶ
18. τῶν ἔργων γνῶσιν αὐτῶν· εἰ μὴ γὰρ μνημονεύοι τις ἑκάστην
19. συζυγίαν τῶν ἀπ’ αὐτοῦ πεφυκότων νεύρων, ἐς ὅτι παραγίνεται
1. μέρος τοῦ σώματος, ἀδύνατον αὐτῷ γνῶναι κατὰ πόστον
2. ἔπαθεν σπόνδυλον ὁ νωτιαῖος, ὡς τῷ γε μεμνημένῳ
3. ῥᾴστη ἡ τοῦ πεπονθότος τόπου γνῶσις. ἀλλὰ καὶ κατὰ τὴν
4. τῶν ἄλλων ἁπάντων μορίων διάγνωσιν ἀνάμνησις ἔσται τῶν
5. ἀπὸ τοῦ νωτιαίου μυελοῦ πεφυκότων νεύρων. οἷον εὐθέως
6. ἀπὸ τῶν πρώτων σπονδύλων πασχόντων. σπανίως μὲν,
7. ἀλλὰ γίνεται συνάγχη ποτὲ, παιδίοις μᾶλλον ἢ τελείοις, ὑπὲρ
8. ἧς Ἱπποκράτης οὕτως συνέγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν·
9. ἐπὶ δὲ τῶν κυναγχικῶν παθήματα τοιάδε. τοῦ τραχήλου
10. οἱ σπόνδυλοι εἴσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι
11. δὲ ἐπ’ ἔλαττον, καὶ ἔξωθεν ἔκδηλος ἦν κοῖλον ἔχων ὁ τράχηλος,
12. καὶ ἤλγει ἐν ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω
13. τινὶ τοῦ ὀδόντος καλεομένου ὀστοῦ, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν,
14. ἔστι δὲ οἷσι καὶ πάνυ περιφανὴς, μείζονι περιφερείῃ. ἢν μὴ
15. σὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, ἐγκειμένη
16. δέ. τὰ ὑπὸ γνάθων, ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα,
17. οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ
1. γλῶτταν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μείζων τε αὐτέοις ἐδόκεεν
2. εἶναι καὶ προπετεστέρη. καὶ αἱ ὑπὸ τῆς γλώττης φλέβες
3. ἐκφανέες, καταπίνειν δ’ οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς,
4. ἀλλ’ ἐς τὰς ῥῖνας ἐξέφυγεν εἰ πάνυ ἐβιῶντο, καὶ διὰ τῶν ῥινῶν
5. διελέγοντο. πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον.
6. ἔστι δὲ οἷσιν καὶ φλέβες αἱ ἐν κροτάφοισιν καὶ ἐν κεφαλῇσι
7. καὶ αὐχένι, ἐπῃρμέναι· βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι,
8. κρόταφοι θερμοὶ, εἰ καὶ τὰ ἄλλα μὴ πυρεταίνοιεν.
9. οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο,
10. ἢ τὸ πτύελον, ἢ ἄλλό τι. οὐδὲ οἱ ὀφθαλμοὶ
11. ἐγκαθήμενοι. οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα μὴ ἑτερόῤῥοπον,
12. οἱ τοιοῦτοι παραπληκτικοὶ οὐκ ἐγίνοντο. ἀπολόμενον
13. δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ νῦν οἶδα, περιεγένοντο.
14. ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ
15. ἐς τεσσαράκοντα ἡμέρας περιῄει, τούτων δ’ οἱ πλεῖστοι καὶ
16. ἀπύρετοι. πολλοὶ δὲ καὶ πάνυ ἐπὶ πολὺν χρόνον εἶχόν τι.
17. μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις καὶ φωνὴ ἐνσημαίνουσα·
1. κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν,
2. οὐδὲν δοκέοντες κακὸν ἔχειν. οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι
3. ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο,
4. τάδ’ ἐπὶ θάτερα ἥλκετο. ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα
5. μάλιστα καὶ τῷ στόματι καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι·
6. ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ
7. λόγον. αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο,
8. οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ἀπὸ τοῦ κυναγχικοῦ.
9. οὗτοι καὶ πέπονα ἀναπτύοντες βραχὺ μόγις ἦσαν·
10. οἷσι δὲ ἐς ὀρθὸν, ἀπεπτύοντο· οἷσι δὲ καὶ σὺν πυρετῷ,
11. οὗτοι πολὺ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι,
12. καὶ φλέβες τούτοισι μᾶλλον ἐπῃρμέναι, καὶ πόδες πάντων μὲν
13. ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι,
14. καὶ εἴ τινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα,
15. πάντες ἔθνησκον. ταύτην ὅλην τὴν ῥῆσιν ἐξηγησάμην καθ’
16. ἑκάστην ἤδη λέξιν ἐν τῷ δευτέρῳ τῶν εἰς τὸ δεύτερον τῶν
17. ἐπιδημιῶν ὑπομνημάτων· διὰ τοῦτο δὲ νῦν ὅλην αὐτὴν
1. ἔγραψα, διότι πολλοῖς ὁ Ἱπποκράτης ἐμφαίνει γεγονέναι τὴν
2. σπανίως ἡμῖν ἑωραμένην κυνάγχην, ἄνευ τοῦ πάθος ἴδιον
3. ἔχειν τὸν λάρυγγα· καὶ μέντοι καὶ ὅτι κατὰ τοὺς πρώτους γίνεται
4. σπονδύλους, ὧν ὁ δεύτερος ἔχει τὴν ὀδοντοειδῆ καλουμένην
5. ἀπόφυσιν, ἀφ’ ἧς ὅλος ὑπό τινων ὀδοὺς προσηγορεύθη.
6. ἀλλὰ νῦν γε κατωτέρω φησὶν τούτου τοῦ σπονδύλου γεγονέναι
7. τὴν κυνάγχην, οὐχ ὁμοίως ὀξεῖαν οὖσαν τῇ κατὰ τὸν δεύτερον
8. γινομένῃ· πρόδηλον γὰρ ὅτι τὰ ὑψηλότερα τοῦ νωτιαίου
9. μέρη κυριώτερα τῶν ταπεινοτέρων ἐστί· ἐὰν μὲν οὖν πολὺ
10. κατωτέρω γένηται τῶν πρώτων δύο σπονδύλων ἡ αὐτὴ διάθεσις,
11. ἔτι καὶ μᾶλλον ἥττων ἀκολουθήσει ἡ βλάβη. μεμαθήκαμεν
12. γὰρ ἡμεῖς ἐκ τῆς ἀνατομῆς, τὰ τοῦ διαφράγματος
13. νεῦρα μετὰ τὸν τέταρτον καὶ πέμπτον σπόνδυλον ἐκφύεσθαι·
14. ἐμάθομεν δὲ κᾀν τῇ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων πραγματείᾳ,
15. τὴν ἀβίαστον ἀναπνοὴν ὑπὸ τοῦ διαφράγματος μόνον
16. γίνεσθαι, προσέρχεσθαι δὲ αὐτῇ τὴν τῶν μεσοπλευρίων μυῶν
17. ἐνέργειαν, ὅταν μείζονος εἰσπνοῆς δεηθῶμεν, ὥσπέρ γε καὶ
18. τὴν τῶν ὑψηλῶν, ὅταν μεγίστης· οὐ μὴν διὰ μεγάλην ἢ
19. μεγίστην ἀναπνοὴν μόνον ἐνεργεῖν ἡμᾶς τούτοις τοῖς μυσὶν,
1. ἀλλὰ καὶ δι’ ἄλλας αἰτίας, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς περὶ
2. δυσπνοίας εἴρηται. νυνὶ δ’ ὅσον εἰς τὴν τῶν πεπονθότων
3. τόπων γνῶσιν ἀναγκαῖον ἐπίστασθαι, παρὰ τῆς προγεγραμμένης
4. ῥήσεως ἀρκέσει λαβεῖν, ἐκείνου πρότερον ἀναμνησθέντας,
5. ὃ διήλθομεν ἐν τῷ περὶ ἄρθρων, ἐξηγούμενοι τὴν λέξιν,
6. ἔνθα φησίν· σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὁκόσοι μὲν ὑπὸ
7. νοσημάτων ἐς τὸ κυφὸν ἕλκονται. βούλεται δὲ οὐ μόνον τὴν
8. ἔσω μετάστασιν τῶν σπονδύλων, ἥ τις ὀνομάζεται λόρδωσις,
9. ἀλλὰ καὶ τὴν εἰς τοὐπίσω ταῖς εἰς τὴν ἔξω χώραν τάσεσιν
10. ἕπεσθαι, ἑλκομένων τῶν νευρωδῶν σωμάτων ὑπὸ τῶν ἐνταῦθα
11. συνισταμένων παρὰ φύσιν ὄγκων. ὅτ’ ἂν μὲν οὖν
12. καθ’ ἕνα μόνον σπόνδυλον ἡ ὁλκὴ γένηται, λορδοῦσθαι συμβαίνει
13. κατ’ ἐκεῖνο τὸ μέρος τὴν ῥάχιν, ὡσαύτως δὲ κᾂν ἐφεξῆς
14. ἀλλήλων ἐπὶ δυοῖν ἢ τριῶν σπονδύλων· ὅτ’ ἂν οὖν μεταξὺ
15. τῶν ἑλκομένων σπονδύλων εἷς ἢ καὶ πλείους ἀπαθεῖς διαμένωσι,
16. κυρτοῦσθαι συμβαίνει τούτους. ἐπειδὰν μέντοι κατὰ
17. θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ἡ ὁλκὴ
18. γένηται, πρὸς ἐκεῖνον συμβαίνει σκολιοῦσθαι τὴν ῥάχιν.
1. ἀμφοτέρων οὖν ἐμνημόνευσε κατὰ τὴν προγεγραμμένην ῥῆσιν
2. ὁ Ἱπποκράτης, ἐν μὲν τῷ φάναι, οἷς μὲν οὖν ἦν ὀρθὸν ἐξόγκωμα,
3. τῆς λορδώσεως· ἐν δὲ τῷ, οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες,
4. τῆς σκολιώσεως. ἀκριβῶς δὲ πάνυ καὶ ὠφελίμως ἡμῖν τοῖς
5. ἀναγνωσομένοις αὐτὰ προσέγραψεν, ἐπὶ μὲν τῆς λορδώσεως
6. οὐδένα γενέσθαι παραπληκτικὸν, ὅπερ ἐστι, μορίῳ τινὶ παρετόν·
7. ἐπὶ δὲ τῆς σκολιώσεως γενέσθαι φάσκων ἄχρι χειρὸς,
8. ὅπερ ἐστιν οὐ κατωτέρω κατὰ τὰς πλευρὰς ἢ ὀσφῦν ἢ τὰ
9. σκέλη. πρῶτον οὖν ἡμᾶς χρὴ τοῦτο γινώσκειν, ὡς ἕτερα μὲν
10. συμπτώματα ἕπεται τοῦ νωτιαίου μυελοῦ παθόντος ἴδιόν τι
11. πάθος, ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ μετὰ χυμοῦ τινος ἐπιῤῥυέντος,
12. ὡς ἐν ἐρυσιπέλασι καὶ φλεγμοναῖς καὶ σηπεδόσι·
13. ἕτερα δὲ θλιβέντος, ἀπὸ μεταστάσεως ἑνὸς ἢ πλειόνων σπονδύλων.
14. ἔνθα μὲν γὰρ αὐτὸς ὁ νωτιαῖος ἔπαθεν ἴδιόν τι πάθος,
15. ἤτοι κατὰ τὸ ἀριστερὸν ἢ δεξιὸν μέρος, ἄνευ μεταστάσεως
16. σπονδύλων, κατὰ μὲν τὸ ἕτερον αὐτοῦ μέρος μόνον γενομένου
17. τοῦ πάθους, ἅπαντα τὰ κάτω μέρη τοῦ σώματος, ὅσα κατ’
18. εὐθὺ τῆς βλάβης, εἰς αἴσθησίν τε καὶ κίνησιν βλάπτεται·
1. ἔνθα δ’ ὅλος ἔπαθεν, ἅπανθ’ ὁμοίως, τά τε δεξιὰ καὶ τὰ
2. ἀριστερὰ, τὰ κάτω τοῦ βλαβέντος μέρους παραλύεται. κινηθέντος
3. δὲ σπονδύλου πρὸς μὲν τὸ κυφὸν ἢ λορδὸν, ἐγχωρεῖ
4. μὲν καὶ μηδ’ ὅλως βλαβῆναι τῶν ὑποκάτω μερῶν μηδὲν εἰς
5. αἴσθησιν ἢ κίνησιν, ἐγχωρεῖ δὲ καὶ βλαβῆναι κατὰ τὸν ἐν τῷ
6. περὶ ἄρθρων εἰρημένον ὑπ’ αὐτοῦ διορισμόν. ὅταν μὲν γὰρ,
7. ὡς αὐτὸς ὠνόμασεν, γωνιώδης ἡ διαστροφὴ γένηται τοῦ νωτιαίου,
8. τουτέστιν μὴ κατὰ βραχὺ καμφθέντος, ἀλλ’ ἀθρόως
9. καθ’ ἓν μόριον, οἷον κλάσιν τινὰ λαβόντος, ἀνάγκη βλαβῆναι
10. τὰ κάτω μόρια πάντα· κατὰ βραχὺ δὲ τῆς διαστροφῆς
11. γεγενημένης κυκλοτερῶς, οὐδὲν ἀξιόλογον πάσχει τὰ κάτω
12. τοῦ κινηθέντος σπονδύλου. ἡ δ’ εἰς τὸ πλάγιον ἐκτροπὴ
13. βλάπτει πάντως ἐκεῖνα τῶν μορίων, εἰς ἃ παραγίνεται τὰ διὰ
14. τῶν μεταστάντων σπονδύλων ἐκφυόμενα νεῦρα· καὶ μᾶλλον
15. μὲν γίνεται τοῦτο κατὰ τὸν τράχηλον, ἧττον δὲ κατὰ τὸν
16. θώρακα, πολὺ δ’ ἧττον ἔτι κατὰ τὴν ὀσφῦν. ἐπὶ μὲν γὰρ
17. τοῦ τραχήλου τῶν συνταττομένων ἀλλήλοις σπονδύλων ἑκάτερος
18. ἶσον συντελεῖ τῷ πόρῳ, δι’ οὗ τὸ νεῦρον ἐκφύεται·
1. κατὰ δὲ τοὺς τοῦ θώρακος πλέον μὲν ὁ ὑψηλότερος, ἧττον
2. δὲ ὁ ταπεινότερος· ἐπὶ δὲ τῆς ὀσφύος ὅλον τὸ νεῦρον ἐκπίπτει
3. κατὰ τὸν ὑψηλότερον σπόνδυλον. ὥστε ἐνταῦθα μὲν
4. ἡ εἰς τὰ πλάγια ῥοπὴ τῶν σπονδύλων, ἑαυτῇ συναπάγουσα
5. τόν τε νωτιαῖον αὐτὸν καὶ τὸ νεῦρον, ἄθλιπτον ἐργάζεται
6. τὴν κατὰ φύσιν ἔκπτωσιν αὐτοῦ· κατὰ δὲ τὸν τράχηλον ἐκ
7. τῆς μεταξὺ χώρας τῶν δύο σπονδύλων ἐκφυόμενα τὰ νεῦρα,
8. κατὰ τὰς σκολιώσεις θλίβεται μὲν ἐν ἐκείνοις τοῖς μέρεσι τῆς
9. ἐκφύσεως, εἰς ἃ τὴν διαστροφὴν ἔσχεν ἡ ῥάχις, τείνεται δὲ
10. κατὰ θάτερα. ταῖς μὲν οὖν τάσεσιν, ὅταν ἐπιγένηται φλεγμονὴ
11. μεγάλη, σπασμὸς ἐπακολουθεῖ· ταῖς δὲ θλίψεσι παράλυσις
12. τῶν μορίων, εἰς ἃ τὸ θλιβόμενον ἀφικνεῖται νεῦρον.
13. εἰκότως οὖν ἐπὶ ταῖς ἱστορηθείσαις κατὰ τὴν προγεγραμμένην
14. ῥῆσιν κυνάγχαις ἄχρι χειρῶν αἱ παραπληγίαι συνέπεσον, ὡς
15. ἂν ἐκ τοῦ πέρατος τοῦ τραχήλου λαμβανουσῶν τὰ νεῦρα τῶν
16. χειρῶν, μετὰ γὰρ τὸν τράχηλον ὁ θώραξ ἐστὶν, οὐκ εἰς τὰς
17. χεῖρας, ἀλλὰ τὰ μεσοπλεύρια τῶν κατ’ αὐτὸν σπονδύλων
18. ἀποφυομένων νεύρων, πλὴν βραχέων τινῶν ἐκ τῶν πρώτων.
19. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὸ πρόσωπον μόρια παντάπασιν
1. ἀβλαβῆ διαμένει, μήτ’ εἰς αἴσθησιν ἐμποδιζόμενα μήτε
2. εἰς κινήσιν, ἐπὶ ταῖς εἰρημέναις ἀρτίως τῶν σπονδύλων μεταστάσεσιν·
3. αἱ γνάθοι δὲ μόναι, χωρὶς τῆς γένυος, ὡς ἂν ὑπὸ
4. τοῦ μυώδους πλατύσματος κινούμεναι, βλάπτονται. δῆλον
5. οὖν ὅτι καὶ τῶν μυῶν ὅσοι τὴν ἀρχὴν τῶν εἰς αὐτοὺς διανεμομένων
6. νεύρων ἔχουσιν ἐκ τοῦ κατὰ τὸν τράχηλον νωτιαίου,
7. βλάπτονται καὶ αὐτοὶ κατά τε τὰ τοῦ νωτιαίου πάθη καὶ τῶν
8. ἀπ’ αὐτοῦ πεφυκότων νεύρων. ὁπόσοι δ’ εἰσὶ καὶ τίνες οἱ μύες
9. οὗτοι, μεμαθήκατε κατὰ τὴν τῶν ἀπὸ νωτιαίου νεύρων ἀνατομὴν,
10. ὥσπέρ γε καὶ τἄλλα ὅσα χρὴ γιγνώσκειν ἡμᾶς ἑπόμενα
11. συμπτώματα ταῖς τῶν κατὰ ῥάχιν σπονδύλων ἐγκυφώσεσίν τε
12. καὶ λορδώσεσιν καὶ σκολιώσεσιν, ἐν τῷ τρίτῳ τῶν εἰς τὸ
13. περὶ ἄρθρων ὑπομνήματι γεγραμμένα πάντ’ ἀκριβῶς ἔχετε σὺν
14. ταῖς οἰκείαις ἀποδείξεσιν, ὧν ἐγὼ τὰ κεφάλαια νῦν ὑμᾶς ὑπομιμνήσκω,
15. ὧν ἔνια μὲν ἤδη διῆλθον, ὅσα δ’ οὔπω λέλεκται,
16. νῦν ἐρῶ, πρὸς τὸ μηδ’ ἐνταῦθά τι λείπειν τῷ λόγῳ. χρὴ
17. γὰρ ὑμᾶς ἐπίστασθαι τοὺς σπονδύλους ἐξίστασθαί ποτε τῆς
18. οἰκείας θέσεως, ἤτοι γ’ ἐκ πτώσεως, ἢ πληγῆς, ἤ τινος ὄγκου
1. παρὰ φύσιν, ἐπισπωμένου τὰ συμφυῆ τοῖς σπονδύλοις αὐτοῖς
2. καὶ τῷ νωτιαίῳ νευρώδη σώματα. διττὰ δέ ἐστιν τῷ γένει
3. ταῦτα, τὰ μὲν ἕτερα τῶν κατὰ φύσιν μορίων, τὰ δὲ ἕτερα
4. τῶν παρὰ φύσιν ὄγκοι τινὲς, οὓς Ἱπποκράτης ἑνὶ περιλαβὼν
5. ὀνόματι κέκληκεν ἄπεπτα φύματα. δῆλον οὖν ὅτι ἐπὶ τῆς
6. προγεγραμμένης καταστάσεως, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν
7. ἔγραψεν, οἵ τε ἐπικείμενοι τοῖς τοῦ τραχήλου σπονδύλοις
8. ἔπαθον μύες, ἴσως δὲ καὶ φυματώδης τις ὄγκος ἐγένετό
9. που, δι’ ὃν καὶ πτύσαι φησὶν αὐτοὺς πέπονα, πεφθέντων
10. δηλονότι τῶν φυμάτων. διὰ τί τοίνυν αὐτοὺς ὠνόμασεν καὶ
11. κυναγχικούς; ἢ ὅτι δύσπνοιά τις αὐτοῖς ἦν, ἄνευ τοῦ πεπονθέναι
12. τι τῶν κατὰ τὸν θώρακα καὶ πνεύμονα; ταύτῃ γὰρ
13. διήνεγκεν ἡ κυναγχικὴ συνδρομὴ τῆς περιπνευμονικῆς καὶ
14. πλευριτικῆς, καὶ πρὸς τούτῳ γ’ ἔτι τῷ τῆς στενοχωρίας αἰσθάνεσθαι
15. κατὰ τὸν λάρυγγα. φαίνεται γοῦν κᾀν τῷ προγνωστικῷ
16. καὶ κυνάγχας ὀνομάζων ἅπαντα τὰ κατὰ τοῦτο τὸ
17. χωρίον γιγνόμενα πάθη δυσκολίαν τῆς ἀναπνοῆς ἐργαζόμενα·
18. φησὶν γὰρ οὕτως· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ
1. τάχιστα ἀναιροῦσιν, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι ἔκδηλόν τι
2. ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστόν τε πόνον παρέχουσι
3. καὶ ὀρθοπνοίην· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσιν καὶ
4. δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι. ὁκόσαι δὲ τὰ μὲν
5. ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐρυθήματα
6. ἐν τῇ φάρυγγι ποιέουσιν, αὗται ὀλέθριαι μὲν κάρτα,
7. χρονιώτεραι δὲ ὀλίγον τῶν πρόσθεν. οἷσι δὲ συνεξερευθείη ἡ
8. φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων
9. περιγίνονται, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρυθήματα
10. ἔχῃ καὶ μὴ παλινδρομήσῃ τὸ ἐρυσίπελας ἔσω. ἐκ τούτων μὲν
11. ἄν τις ἐτεκμήρατο μιᾷ προσηγορίᾳ πάντα κατὰ τοῦτο τὸ
12. χωρίον πάθη τὴν ἀναπνοὴν ὁπωσοῦν βλάπτοντα κυνάγχας
13. ὀνομάζειν αὐτὸν, οὔπω τῶν ἰατρῶν εἰθισμένων τὸ μέν τι
14. κυνάγχην ὀνομάζειν διὰ τοῦ κ, τὸ δὲ συνάγχην διὰ τοῦ σ,
15. πολὺ δὴ μᾶλλον οὐδὲ παρασυνάγχην τι καλούντων, οὐδὲ παρακυνάγχην·
16. ἡ γὰρ τῶν ὀνομάτων περιεργία μετὰ τῆς τῶν
17. πραγμάτων ἀμελείας ἤρξατο, καὶ διὰ τοῦτο τέτταρα μὲν ὀνόματα
18. πεποιήκασι, δηλοῦσθαι δ’ ὑπ’ αὐτῶν εἰπόντες πάθη
1. τέτταρα καὶ γράψαντες, αὐτῶν τὰ γνωρίσματα παραλελοίπασιν.
2. τοῦτο τοίνυν ἐμοὶ προχειρισθὲν ἅμα τῇ κατὰ
3. τὸ δεύτερον ἐπιδημιῶν ῥήσει, τίνα οὖν ἐστι τὰ τέτταρα
4. πάθη· τὸ μὲν ἓν καὶ πρῶτον αὐτῶν, ὅτ’ ἂν ἡ φάρυγξ φλεγμαίνῃ,
5. φάρυγγα δ’ ὀνομάζω τὴν ἔνδον τοῦ στόματος χώραν,
6. εἰς ἣν ἀνήκει τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος πέρας·
7. ἕτερον δὲ δεύτερον, ὅτ’ ἂν μήτ’ ἄλλό τι τῶν κατὰ στόμα
8. μήθ’ ἡ φάρυγξ, ἀλλὰ μηδὲ τῶν ἔξωθέν τι φαίνηται φλεγμαῖνον,
9. αἴσθησις δὲ πνίξεως εἴη τῷ κάμνοντι κατὰ τὸν λάρυγγα·
10. τρίτον δ’ ἐπὶ τούτοις, ὅτ’ ἂν ἡ ἐκτὸς χώρα τῆς φάρυγγος
11. φλεγμαίνῃ· καὶ τέταρτον, ὅτ’ ἂν ἡ τοῦ λάρυγγος ἐκτὸς ὁμοίως
12. διατεθῇ τῇ ἐντός. ἀλλ’ ἐπὶ τούτοις γε κατὰ τὸν αὐχένα γίνεταί
13. τι πάθος, ὃ παραλελοίπασιν, εἰς τὴν πρόσω χώραν μεθισταμένων
14. τῶν σπονδύλων, ποτὲ μὲν αὐτῶν μόνων τῶν κοινωνούντων
15. αὐτοῖς μυῶν εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντων,
16. ἤ τινος φύματος συστάντος· ἐνίοτε δὲ καὶ τοῦ στομάχου
17. συγκακωθέντος αὐτοῖς· ἔστι δ’ ὅτε καὶ τῶν συναπτόντων
18. αὐτὸν μυῶν τῷ λάρυγγι, καὶ πρὸς τούτοις γ’ ἔτι τῶν ἰδίων
1. αὐτοῦ τοῦ λάρυγγος μυῶν, ὑφ’ ὧν ἀνοίγνυται. ταῦτ’ οὖν
2. ἅπαντα τὰ πάθη δυσχέρειαν μέν τινα ἐργάζεται κατὰ τὴν ἀναπνοὴν,
3. οὐ μὴν τὸν τοῦ πνιγῆναι κίνδυνον ἐπιφέρει· δυσκόλως
4. δὲ καταπίνουσι, καὶ μέντοι καὶ ἀλγοῦσιν, ὁπότε μᾶλλον ἀνακόπτεται
5. τὸ ποτὸν αὐτοῖς εἰς τὰς ῥῖνας. ἐνίοτε δὲ τῆς φλεγμονῆς
6. αὐτῆς ἐπιβαινούσης, καὶ τὰ περὶ φάρυγγά τε καὶ γλῶτταν
7. αὐτοῖς συνεξαίρεται, καθάπερ αὐτὸς ἔγραψεν· ἀλλ’ οὐ
8. δεῖται νῦν ὁ προκείμενος λόγος τῶν τοιούτων συμπαθειῶν τῆς
9. διηγήσεως, ἑτέρων γὰρ ἐνεργειῶν ἀπώλεια γίνεται, τῆς γλώττης
10. παθούσης.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 4.6, ed. Kühn, 1824, vol. 8, p. 237-250. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩