Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 4.7, ed. Kühn, 1824, vol. 8, p. 250-261. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.7

11. Ἔνθα δ’ ἡ βλάβη μιᾶς ἐνεργείας ἐστὶν,
12. οἱ πεπονθότες δὲ τόποι πλείους, τῇ ποικιλίᾳ τῶν ἄλλων συμπτωμάτων
13. διοριζομένοις τούτους ἡμῖν εὑρίσκειν πρόκειται νῦν.
14. ἄνευ μὲν γὰρ τοῦ παθεῖν τι τῶν ἀναπνευστικῶν ὀργάνων
15. ὁτιοῦν, εἴτε κατὰ πρωτοπάθειαν, εἴτε κατὰ συμπάθειαν,
16. ἀδύνατόν ἐστι βλαβῆναι τὴν ἀναπνοήν· ἐπεὶ δ’ αὐτά τε τὰ
17. ἀναπνευστικὰ πλείω τετύχηκεν ὄντα, πρὸς δ’ αὐτοῖς ἕτερος
18. ἀριθμὸς οὐκ ὀλίγος ἐστὶ μορίων, οἷς συμπάσχειν πέφυκεν, 
1. εἰκότως οἱ διορισμοὶ πολλοὶ γεγόνασιν, οἷς χρώμενος ἄν τις
2. εὑρίσκοι τούς τ’ ἰδιοπαθοῦντας ἑκάστοτε καὶ τοὺς συμπάσχοντας
3. αὐτοῖς τόπους. εὐθὺς οὖν ἐξ αὐτοῦ μόνου τοῦ τῆς
4. ἀναπνοῆς εἴδους ἔνεστι τεκμήρασθαί τι περί τε τοῦ πάσχοντος
5. τόπου καὶ τῆς διαθέσεως αὐτοῦ. φαινέσθω γὰρ ὁ
6. κάμνων ὅλον τὸν θώρακα κινῶν κατὰ τὴν ἀναπνοὴν, ὡς ἔμπροσθεν
7. μὲν ἄχρι τῶν κλειδῶν ἀνήκειν αὐτοῦ τὴν κίνησιν,
8. ἑκατέρωθεν δὲ ἄχρι τῶν ἐπωμίδων, ὀπίσω δὲ ἄχρι τῶν ὠμοπλατῶν·
9. ἐκ ταύτης τῆς ἀναπνοῆς ἔνδειξις γίνεται τριῶν διαθέσεων·
10. μιᾶς μὲν, θερμασίας φλογώδους κατά τε τὸν πνεύμονα
11. καὶ τὴν καρδίαν· ἑτέρας δὲ, στενοχωρίας κατά τι τῶν
12. ἀναπνευστικῶν ὀργάνων· ἐφ’ αἷς τρίτης, ἀῤῥωστίας τῆς κινούσης
13. δυνάμεως τοὺς μῦς τοῦ θώρακος. ἐπισκέψασθαι τοιγαροῦν
14. χρὴ τοιαύτην ἀναπνοὴν θεασάμενόν τινα πρῶτον μὲν
15. τοὺς σφυγμούς· ἐνδείξονται γὰρ οὗτοι τὸ πλῆθος τῆς θερμασίας,
16. ὡς ἐν τῇ δι’ αὐτῶν προγνώσει γέγραπται· δεύτερον δὲ
17. τὴν ἐκπνοὴν, εἰ πολλὴ καὶ ἀθρόα καὶ μετὰ ἐκφυσήσεως γίγνεται·
18. καὶ τρίτον ἐπὶ τούτοις ἅψασθαι τοῦ θώρακος κατὰ
19. τὸ στέρνον· διακαιόμενον γὰρ εὑρών τις αὐτὸ, οὕτως ἂν ἔχοι
1. πάντα τὰ γνωρίσματα τοῦ πλήθους τῆς θερμασίας, ἐξ ἐπιμέτρου
2. προσερχομένων αὐτοῖς ἐρεύθους προσώπου τε καὶ
3. ὀφθαλμῶν, καὶ κεφαλῆς διακαοῦς, καὶ δίψους ἰσχυροῦ, καὶ
4. γλώσσης ξηρᾶς τε καὶ τραχείας, αὐτοῦ τε τοῦ κάμνοντος καίεσθαι
5. λέγοντος. εἰ δὲ τῶν τῆς φλογώσεως σημείων μετρίων
6. ὑπαρχόντων, ὁ θώραξ ἐπὶ πλέον διαστέλλοιτο, στενοχωρία
7. τίς ἐστιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὥστε ἤτοι τῶν
8. περὶ τὸν λάρυγγά τι πέπονθεν, ἢ πλήθους ὑγρῶν ὁ πνεύμων
9. ἢ ὁ θώραξ ἐμπέπλησται, ἢ φῦμά τι φύεται κατ’ αὐτοὺς, ἐξ
10. οὗ γένους ἐστὶ τὸ καλούμενον ἀπόστημα. τὰ μὲν οὖν κατὰ
11. τὸν λάρυγγα διήλθομεν, ὅσα κατὰ συμπάθειάν τε καὶ πρωτοπάθειαν
12. πάσχει· τὰ δὲ κατὰ πνεύμονα καὶ θώρακα μικρὸν
13. ὕστερον ἀκριβέστερον διορισθήσεται, πρόκειται γὰρ ἐν
14. τῷ παρόντι τὰ τοῦ νωτιαίου διελθεῖν πάθη, τά τ’ ἄλλα καὶ
15. ὅσα κατὰ τὴν καλουμένην ἀτονίαν πάσχει. γίνεται δὲ ἀτονία
16. ποτὲ μὲν διὰ τὸν ἐγκέφαλον, ὡς ἂν παρ’ ἐκείνου τὰς δυνάμεις
17. ἀμφοτέρας ἔχοντος αὐτοῦ, τήν τε αἰσθητικὴν καὶ τὴν
18. κινητικήν· ἐνίοτε καὶ κατ’ αὐτὸν μόνον τὸν νωτιαῖον πρωτοπαθοῦντα
19. διά τινα δυσκρασίαν οἰκείαν, ἤτοι καθ’ ὅλον
1. αὐτὸν, ἢ κατὰ διαφέροντα μόρια γεγονυῖαν, ἧς οὐδ’ εἰς ἔννοιαν
2. οἱ πολλοὶ τῶν ἰατρῶν ἀφικνοῦνται, καίτοι θεώμενοι
3. πολλάκις ἐν νόσοις ἐκλύτους τινὰς αὐτῶν οὕτως ὄντας, ὡς
4. μόγις κινεῖν τοὺς τῆς χειρὸς δακτύλους, ὅμως δ’ ἀναπνέοντας
5. ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν, μηδ’ οὖν μηδὲ διακαοῦς
6. θερμασίας ἀναγκαζούσης αὐτοὺς ἐπὶ μεγάλην ἀναπνοὴν ἀφικνεῖσθαι.
7. συμβαίνει δὲ αὐτοῖς τοῦτο διὰ τοιαύτην αἰτίαν.
8. τὴν ἀβίαστον ἐκπνοὴν αἱ φρένες ἐργάζονται μόναι κατ’
9. ἐκείνους τοὺς καιροὺς, ἐν οἷς ἡσυχάζει τὸ ζῶον, ἐῤῥωμέναι·
10. ὁπότ’ ἂν δ’ ἀῤῥωστῶσιν αὗται, μόναι μὲν πληροῦν τὴν
11. χρείαν τῆς ἀναπνοῆς οὐ δύνανται, βοηθοῦσι δ’ οἱ μεσοπλεύριοι
12. μύες αὐταῖς τηνικαῦτα, κᾀπειδὰν ἔτι πλέονος εἰσπνοῆς
13. δέηται τὸ ζῶον, οὕτως ἤδη καὶ οἱ ὑψηλοὶ πάντες, ὧν οἱ
14. μέγιστοι τὰς ὠμοπλάτας ἑαυτοῖς συγκινοῦσιν ἐναργῶς. ὅτ’
15. ἂν οὖν ἴδῃς ἄνθρωπον ἅπασι τοῖς τοῦ θώρακος μέρεσιν ἐνεργοῦντα,
16. μὴ μέντοι πυκνὸν εἰσπνέοντα, προσεπισκέψαι τηνικαῦτα
17. τήν τε πηλικότητα τῆς διαστολῆς τοῦ θώρακος, καὶ
18. τὰ τῆς ῥινὸς πτερύγια· ταῦτά τε γὰρ αὐτὸν εὑρήσεις προστέλλοντα,
19. καὶ μικρὰν τὴν διαστολὴν τοῦ θώρακος ἐργαζόμενον,
1. οὐχ ὥσπερ οἱ διὰ πλῆθος θερμασίας ἐν πυρετοῖς καυσώδεσιν
2. ἐῤῥωμένοι τὴν δύναμιν, ἐπὶ πλεῖστον γὰρ αὐτοὶ τὸν θώρακα
3. διαστέλλουσιν ὅλον· ἀλλ’ οὐδ’ ὡς οἱ διὰ στενοχωρίαν τινὰ
4. τῶν ἀναπνευστικῶν ὀργάνων, ὡς ἐν κυνάγχαις τε καὶ ταῖς ἐκ
5. πολλοῦ καὶ ἀθρόου κατάῤῥου δυσπνοίαις· ἢ καὶ δι’ ἀμφότερα,
6. καθάπερ ἐν περιπνευμονίαις, οὗτοι γάρ εἰσιν οἱ μέγιστόν
7. τε καὶ πυκνότατον ἀναπνέοντες. ὥσπερ δὲ δι’ ἀῤῥωστίαν
8. δυνάμεως ἅπαντα τὰ μέρη τοῦ θώρακος ἀναγκάζονται
9. διαστέλλειν, οὕτω καὶ διὰ μερικὴν ἀτονίαν ἑνὸς ἐξ αὐτῶν
10. μέρους. ὁ γοῦν γυμναστὴς Σεκοῦνδος, ὡς ἂν οἷς ἔπασχεν
11. παρακολουθεῖν δυνάμενος, αἰσθάνεσθαι σαφῶς ἔφη τῆς
12. κατὰ τὰς φρένας ἀτονίας, δι’ ἣν ἠναγκάζετο καὶ τοὺς μεσοπλευρίους
13. μῦς ἀεὶ κινεῖν, καί ποτε καὶ τοὺς ὑψηλούς· καί
14. ποτε καὶ περιβαλὼν ζώνην τοῖς κατ’ ὑποχόνδρια χωρίοις,
15. ἠρκεῖτο μόνῃ τῇ διὰ τῶν φρενῶν ἀναπνοῇ, καθ’ ὃν ἡσύχαζε
16. δηλονότι χρόνον. εἴτε δὲ αὐτοῦ τοῦ κατὰ τὸ διάφραγμα μυὸς,
17. εἴτε τῶν ἡκόντων εἰς αὐτὸ νεύρων, εἴτ’ ἀμφοτέρων ἦν ἀτονία,
1. δύσκολον ἐφαίνετό μοι διορισθῆναι· τὴν δ’ αὐτὴν ἀναπνοὴν
2. ἐθεασάμην τινὰ καὶ ἄλλον ἔχοντα, λακτισθέντα μὲν ὑφ’ ἵππου
3. ποτὲ κατὰ τῶν ὑποχονδρίων ἰσχυρῶς, ὡς ἀποθανεῖν
4. κινδυνεῦσαι, φλεγμήναντος αὐτῷ τοῦ διαφράγματος· ὡς δ’
5. ἐκ τοῦ κινδύνου τούτου διεσώθη, παραμεινάσης ἀεὶ τῆς
6. ἀτονίας αὐτῷ. ἑτέρῳ δὲ ἐκ περιπνευμονίας ἰσχυρᾶς
7. ἀνακομιζομένῳ δυσαίσθητος ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν
8. ὁ βραχίων ἐγένετο, καὶ τοῦ πήχεως ὁμοίως τὰ πλεῖστα
9. μέχρι δακτύλων ἄκρων, ὀλίγον δέ τι καὶ πρὸς τὴν κίνησιν
10. ἐβλάβησαν ἔνιοι. τούτῳ τὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον
11. μεσοπλεύριον νεῦρα βλαβῆναι συνέβη· φέρεται δ’ αὐτῶν τὸ
12. μὲν πρῶτον ἀξιόλογον ὑπάρχον τῷ μεγέθει, διὰ βάθους,
13. ἀναμιγνύμενον τῷ μὲν πρὸ αὐτοῦ, κατασχιζόμενον δὲ εἰς
14. μοίρας πολλὰς, ἃς ἐν ταῖς ἀνατομαῖς ἐθεασάμεθα, καί τινας
15. αὐτῶν ἄχρι δακτύλων ἄκρων διὰ τῆς ἔνδον χώρας τοῦ πήχεως
16. ἀφικνουμένας· τὸ δὲ δεύτερον νεῦρον λεπτὸν ὂν, οὐδενὶ μιγνύμενον
17. ἑτέρῳ, διὰ τῆς μασχάλης ὑπὸ τῷ δέρματι πρὸς
18. τὸν βραχίονα φέρεται, κατασχιζόμενον εἰς τὸ δέρμα τῆς 
1. ἔνδον τε καὶ ὀπίσω χώρας αὐτοῦ. ταχέως ὁ ἄνθρωπος οὗτος
2. ἐθεραπεύθη, φαρμάκου τεθέντος ἐπὶ τῆς ἐκφύσεως τῶν νεύρων
3. κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον· ὥσπερ
4. ἄλλοι τινὲς ἅμα ἄμφω τὰ σκέλη κατὰ βραχὺ παραλυόμενοι,
5. διὰ τῶν κατ’ ὀσφῦν ἐπιτεθέντων φαρμάκων ἐκείνῳ τῷ χωρίῳ,
6. καθ’ ὃ τὰ τῶν σκελῶν ἀποφύεται νεῦρα τοῦ νωτιαίου μυελοῦ,
7. μηδὲν ἡμῶν ἐπιτεθέντων αὐτοῖς τοῖς παραλελυμένοις σκέλεσι
8. φάρμακον· οὐδὲ γὰρ αὐτῶν ἴδιον ἦν τὸ πάθος, ἀλλὰ
9. τοῦ μυελοῦ. ἑτέρῳ δὲ μεγάλης ἐκπυήσεως γενομένης
10. ἔν τε τῷ κατὰ τὴν ἑτέραν τῶν πυγῶν χωρίῳ καὶ τοῖς πρώτοις
11. μέρεσι τοῦ κατ’ αὐτὸν σκέλους ἐγυμνώθη μὲν ἐν τῇ χειρουργίᾳ
12. τὰ τοῦ σκέλους ἐκείνου νεῦρα, θεραπευθέντος δὲ τοῦ
13. χωρίου, δυσκίνητον ἦν ὅλον τὸ κῶλον· ἐφ’ οὗ στοχασάμενος
14. τῆς γενομένης φλεγμονῆς ὑπολελεῖφθαί τι σκιῤῥῶδες ἔν τινι
15. τῶν νεύρων, ὡς πρὸς τοιαύτην διάθεσιν ἁρμοσάμενος, ἐπὶ
16. τοῦ πεπονθότος μόνου χωρίου ἐπιτιθεὶς ἐπιτήδεια φάρμακα
17. τελέως τὸν ἄνθρωπον ἐξιασάμην. ὥσπερ δὲ ἐπὶ τῶν κατὰ
18. τὸ πρόσωπον εἴρηται μερῶν, οὕτω κᾀπὶ τῶν ἄλλων ἁπάντων,
19. ὅτ’ ἂν ἀπόλλυται μία τίς ἐνέργεια, τὸν ποιητικὸν αὐτῆς μῦν
1. μόνον, ἢ τὸ νεῦρον αὐτοῦ πεπονθέναι νομιστέον· εἰ δὲ
2. πλείους ἐνέργειαι βλαβεῖεν, εἰ μὲν καθ’ ἓν χωρίον, ἐγχωρεῖ
3. καὶ τοὺς μῦς αὐτοὺς πάντας ἔκ τινος αἰτίας βεβλάφθαι κοινῆς,
4. ἐνδέχεται δὲ καὶ κοινόν τι τῶν μυῶν ἐκείνων νεῦρον εἶναι
5. τὸ πεπονθός. ἰχθῦς γοῦν τις ἐν ποταμῷ θηρεύων, καὶ
6. καταψυχθεὶς τὰ περὶ τὴν ἕδραν τε καὶ κύστιν, ὡς χωρὶς
7. προαιρέσεως ἐκρεῖν αὐτοῦ τό τ’ ἀποπάτημα καὶ τὸ οὖρον,
8. ἐθεραπεύθη ταχέως ὑπὸ τῶν θερμαινόντων φαρμάκων ἐπιτεθέντων
9. τοῖς πεπονθόσι μυσίν· ἕτερος δὲ ἄνευ φανερᾶς αἰτίας
10. τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν ἐν πολλῷ χρόνῳ διὰ
11. πολλῶν βοηθημάτων μόγις ὑγιάσθη, τῶν καθ’ ἱερὸν ὀστοῦν
12. αὐτῷ παθόντων νεύρων. ὅπερ οὖν ἔφην εὐθέως ἐν ἀρχῇ,
13. τοῦτο καὶ νῦν εἰπὼν ἐφ’ ἕτερόν τι μεταβήσομαι· γινώσκων
14. τις ἐξ ἀνατομῆς ἕκαστον τῶν ἀπὸ τοῦ νωτιαίου νεύρων, εἰς
15. ὅ τι παραγίνεται μόριον, ἀκριβῶς διαγνώσεται τοὺς πεπονθότας
16. τόπους. ἔργῳ δ’ ὑμεῖς τὴν βάσανον τούτων ἐπὶ τῶν
17. ἔργων τῆς τέχνης εἰλήφατε, πολλάκις ἑωρακότες ὠφέλειαν
18. ἐναργῆ γιγνομένην τοῖς κάμνουσιν ἐκ τῆς τοιαύτης διαγνώσεως.
1. οὐ μόνον γὰρ σκέλη καὶ χεῖρας εἰκῆ καὶ μάτην οἱ πολλοὶ τῶν
2. ἰατρῶν ἀνατρίβουσι φαρμάκοις θερμαίνουσι δι’ ὅλης ἡμέρας
3. τε καὶ νυκτὸς, ἀμελήσαντες τοῦ τόπου, καθ’ ὃν ὁ νωτιαῖος
4. ἤ τι τῶν ἀπ’ αὐτοῦ βλάπτεται νεύρων, ἀλλὰ καὶ τὴν κεφαλὴν
5. οὐ πρὸ πολλοῦ τινος ἥλκωσαν, ἐπιτιθέντες φάρμακα τῶν
6. πάνυ θερμαινόντων, ἡγούμενοι δι’ αὐτῶν ἀνακαλέσασθαι τὴν
7. αἴσθησιν αὐτῆς ἰσχυρῶς βεβλαμμένην· ὅν τινα καὶ αὐτὸν
8. ἡμεῖς ἰασάμεθα, τὸν πεπονθότα τόπον εὑρόντες ἔκ τε τῶν
9. ἄλλων συμπτωμάτων καὶ τῶν προκαταρκτικῶν αἰτίων, ἕκαστον
10. ἀνερωτήσαντες, ὧν ἓν ἦν καὶ τόδε· πάμπολυν ὑετὸν
11. ἔφη σὺν ἀνέμῳ σφοδροτάτῳ γενόμενον, ὁδοιποροῦντος πότ’
12. αὐτοῦ, διαβρέξαι τὴν ἐφεστρίδα κατὰ τὸν τράχηλον, ὡς αἰσθέσθαι
13. σαφῶς ψύξεως ἐν αὐτῷ γενομένης ἰσχυρᾶς. ἐπιστάμενος
14. οὖν τις ἐκ τῶν πρώτων τοῦ νωτιαίου σπονδύλων ἐπὶ
15. τὴν κεφαλὴν ἀναφερόμενα νεῦρα τέτταρα, δι’ ὧν τὴν αἴσθησιν
16. ἔχει τὸ περὶ αὐτὴν δέρμα, ῥᾳδίως ἂν ἔγνω τὸν πεπονθότα
17. τόπον, οὗ θεραπευθέντος τὸ τῆς κεφαλῆς συνεθεραπεύθη
18. δέρμα, μηδὲν αὐτὸ κατὰ πρωτοπάθειαν πεπονθός. ἀλλ’ οὔτε
1. ταῦτα τὰ νεῦρα γιγνώσκοντες οὔτε τὰ καθ’ ἕκαστον μέρος
2. ὅλου τοῦ δέρματος οἱ ἰατροὶ, παρὸν αὐτοῖς ἐλαχίστῳ μορίῳ
3. τῷ κατὰ τὴν ἀρχὴν τοῦ νεύρου προσφέρειν τὰ βοηθήματα,
4. τοῖς οὐδὲν πεπονθόσιν ἐνοχλοῦσιν. ἐγὼ δὲ ὑμῖν ἔδειξα πολλάκις
5. ἔνια μὲν ἐν αὐτῷ τῷ νωτιαίῳ τὴν οἷον ῥῖζαν ἔχοντα,
6. τινὰ δ’ οἷον ἐκ κλάδων μεγάλων ἀποσχιζόμενα, πεφυκότων
7. ἐκ τοῦ νωτιαίου, καὶ πάλιν αὐτὰ ταῦτα, σχιζόμενά τε καὶ
8. διανεμόμενα, τὰ μὲν εἰς πολὺ πάνυ μέρος τοῦ δέρματος,
9. ἔνια δὲ εἰς ἔλαττον· ὥστε με θαυμάσαι τῶν ἀνατομικῶν
10. ἀνδρῶν ἀγνοησάντων αὐτὰ καὶ ζητούντων ἐν ταῖς
11. παραλύσεσι τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀεὶ κίνησίς τε καὶ αἴσθησις
12. ἀπόλλυται τῶν παραλελυμένων μορίων, ἀλλ’ ἐνίοτε μὲν ἡ
13. κίνησις, ἐνίοτε δὲ ἡ αἴσθησις, ἐνίοτε δὲ ἥ τε κίνησις καὶ ἡ αἴσθησις.
14. οἴονται γὰρ τῶν εἰς τοὺς μῦς διανεμομένων νεύρων
15. τὰ λείψανα διεκπίπτειν ἐπὶ τὸ δέρμα, καὶ διὰ τοῦτο ἐπειδὰν
16. πάθῃ τὸ κατασχιζόμενον εἰς τὸν μῦν νεῦρον, ἐπὶ μὲν ταῖς
17. μεγάλαις αὐτοῦ διαθέσεσιν ἀμφότερα βλάπτεσθαι, τήν τε
18. αἴσθησιν ἅμα καὶ τὴν κίνησιν· ἐπὶ δὲ ταῖς ἐλάττοσιν διασώζεσθαι
19. μὲν ἔτι τὴν αἴσθησιν, ὡς ἂν οὐκ ἰσχυρᾶς δεομένην δυνάμεως,
1. ἀπόλλυσθαι δὲ τὴν κίνησιν, οὐ δυναμένην γίνεσθαι
2. χωρὶς ῥώμης δυνάμεως. εἷς γάρ τις μῦς ἐνίοτε κινῶν ὅλον
3. τὸ σκέλος, ἢ καὶ τὴν χεῖρα, καὶ διὰ τοῦτο ῥώμης δεόμενος,
4. ἐπειδὰν πάθῃ μηκέτ’ ἐνεργεῖν δυνάμενος, ἀκίνητον μὲν ἐργάζεται
5. τὸ κῶλον, ἡ δὲ αἰσθητικὴ δύναμις, διαγνωστικὴ τῶν
6. κατὰ τὸ μόριον οὖσα παθῶν, ἀβλαβὴς αὐτῷ διαμένει, μὴ
7. δεομένη μεγάλης ἰσχύος· τό τε γὰρ πάσχειν οὐδὲν ἧττον,
8. ἀλλὰ καὶ μᾶλλον ὑπάρχει τοῖς ἀσθενέσιν, ἥ τε διάγνωσις τοῦ
9. πάθους αὐτάρκως γίνεται καὶ δι’ ἀῤῥώστου δυνάμεως. ἐπὶ
10. μὲν οὖν τῆς τοιαύτης παραλύσεως ὁ λόγος αὐτῶν πιθανός
11. ἐστιν· ἐφ’ ἧς δ’ ἡ μὲν αἴσθησις ἀπόλωλεν, ἡ δὲ κίνησις σώζεται,
12. τινὲς μὲν οὕτω ματαίους εἰρήκασι λόγους, ὡς ἄμεινον
13. εἶναι σιωπᾷν αὐτούς· ἔνιοι δ’ αἰσθανόμενοι τῆς τοῦ ζητήματος
14. ἀπορίας, οὐκ ὤκνησαν εἰπεῖν οὐδέποτ’ ὦφθαι τοιοῦτο
15. παραλύσεως εἶδος, ἐν ᾧ τῆς αἰσθήσεως ἀπολωλυίας ἡ κίνησις
16. σώζεται. τοῖς γὰρ ἀποστᾶσι μὲν τῶν ἔργων τῆς τέχνης,
17. ἀναγορεύσασι δὲ ἑαυτοὺς προστάτας αἱρέσεως, οὐδὲν ἀτόλμητόν
18. ἐστιν, ἀλλ’ ἅπαν ἑτοίμως ψεύδονται, καὶ γράφουσιν 
1. ἔνια μὲν ὡς πολλάκις ἑωρακότες, ὧν οὐδ’ ὄναρ οὐδὲν
2. εἶδόν ποτε, πολλὰ δ’ οὐδεπώποτ’ ὦφθαί φασι τῶν συνεχῶς
3. αὐτοῖς ὁρωμένων.

Cliquer un n° de page pour en afficher l’image