4. Ἤδη μέν πως ὡμολόγηται τοῖς ἰατροῖς, ἐκ
5. μὲν τοῦ στομάχου καὶ τῆς γαστρὸς ἐμεῖσθαι τὸ αἷμα, μετὰ
6. δὲ βηχὸς ἐκ τῶν ἀναπνευστικῶν ἀνάγεσθαι μορίων· ἐκ δὲ τῶν
7. κατὰ φάρυγγα καὶ γαργαρεῶνα χρεμπτομένοις, ὥσπερ
8. ἐκ τοῦ στόματος, ἁπλῶς ἀποπτύεσθαι· τεθεάμεθα δὲ πολλάκις,
9. ὅτ’ ἂν ἀθροώτερον ἐκ τῆς κεφαλῆς καταφέρηται, καὶ
10. μάλιστα τοῦ γαργαρεῶνος ἔνδον ὡς πρὸς τὴν φάρυγγα, μετὰ
11. βηχὸς αὐτὸ ἀναπτυόμενον· ἐμπῖπτον γὰρ αὐτίκα τῷ λάρυγγι
12. βῆχα κινεῖ. προσέχειν οὖν δεῖ τούτῳ μάλιστα, μήποτε δόξωμεν
13. ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναφέρεσθαι τὸ αἷμα,
14. καθάπερ ἤδη τινὰς ἔγνων ἰατροὺς ὑπολαβόντας ψευδῶς, ἐξ
15. ὧν ἐσφάλησαν αὐτοὶ νομίσαντες οὐκ ὀρθῶς ἀποφήνασθαι
16. πολλοὺς τῶν ἀρίστων ἰατρῶν, χαλεπωτάτην εἷναι τὴν τοιαύτην
17. αἱμοῤῥαγίαν, ὡς ἂν τοῦ πνεύμονος ἰσχυρῶς πεπονθότος·
18. οὐδὲ γὰρ μικροῦ τινος ἀγγείου ῥῆξιν εἰκὸς γίνεσθαι κατ’ αὐτόν.
1. ἐγχωρεῖ δὲ καὶ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις
2. ὀνομάζειν ἐθέλῃ, γίνεσθαι πολλάκις αἵματος ἀναφορὰς ἀθρόας
3. μετὰ βηχός. ὅτ’ ἂν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐκ διαλειμμάτων
4. ὀλίγον ἑκάστοτε μετὰ βηχὸς ἀνεπτυκώς τις αἷμα φαίνηται,
5. μετὰ ταῦτα δὲ ὕστερον αὐτῷ μήτε καταπτώσεως ἐξ
6. ὑφηλοῦ συμπεσούσης μήτ’ ἐν ἀγῶσιν ἢ παλαίστραις σφο
7. δρᾶς πτώσεως, ἀλλὰ μηδ’ ἐπιπεσόντος τινὸς τῷ θώρακι
8. βάρους, ἅμα βηχὶ πολλὴν αἱμοῤῥαγίαν γενέσθαι συμβῇ,
9. κατάλοιπον ἂν εἴη διὰ τὴν ἀνάβρωσιν ἀξιόλογον γενομένην
10. ἀναβηχθῆναι πλεῖον αἷμα. πολλοὶ δὲ τῶν οὕτως παθόντων
11. μόρια ἄττα τοῦ πνεύμονος ἅμα τῷ αἵματι συνανήνεγκαν· καὶ
12. διὰ τοῦτο προσήκει παρακολουθεῖν ἐπιμελῶς, εἰ ἀφρῶδές τι
13. συνανεπτύσθη· καὶ γὰρ καὶ τοῦτο βεβαιότατόν ἐστι γνώρισμα
14. τῆς ἐκ τοῦ πνεύμονος ἀναγωγῆς, ὥσπερ ὅταν ἤτοι βρογχίου
15. τι μέρος, ἢ ἀρτηρίας χιτῶνος, ἢ φλεβὸς, ἢ καὶ τῆς σαρκὸς
16. αὐτῆς τοῦ πνεύμονος ἀναφέρηται. τούτων δ’ οὐδὲν ἐπιφαίνεται
17. τοῖς ἐκ τοῦ θώρακος ἀναβήττουσιν αἷμα, καθάπερ οὐδὲ
18. ὀδύνη τις τοῖς ἐκ τοῦ πνεύμονος, ὡς ἂν ἐλάχιστα δύο νεῦρα
1. παρὰ τῆς ἕκτης συζυγίας τῶν ἀπ’ ἐγκεφάλου λαμβάνοντος,
2. τῷ μὲν ἔξωθεν αὐτὸν ὑμένι περιέχοντι διανεμόμενα, τῷ βάθει
3. δὲ οὐκ ἐπεκτεινόμενα τοῦ σπλάγχνου· τῷ θώρακι δ’, ὡς ἴστε,
4. πολλὰ μὲν ἐκ τῶν ἔνδον μερῶν ἐστι νεῦρα, πολλὰ δὲ ἔξωθεν,
5. ἐξ ὧν αἰσθάνεται τάχιστα τῶν ὀδυνηρῶν διαθέσεων. ἀλλὰ
6. καὶ διότι μυώδης μὲν ὁ θώραξ ἐστὶ καὶ ὀστώδης, ὁ πνεύμων
7. δ’ ἄθλιπτός τε καὶ χαῦνος, ἐπιτείνεται μὲν ἡ τοῦ θώρακος,
8. ἀνίεται δ’ ἡ τοῦ πνεύμονος ὀδύνη. ὅτ’ ἂν οὖν ἀλγήσειέ τις
9. ἓν ὁτιοῦν μέρος ἐκ τοῦ θώρακος, ἀναβήττῃ τε μὴ πολὺ, μηδ’
10. ἐρυθρὸν, ἀλλ’ ἤδη μελαινόμενόν τε καὶ θρομβούμενον αἷμα,
11. τούτῳ πρωτοπαθεῖ μὲν ὁ θώραξ, ἀνάγεται δὲ διὰ τοῦ πνεύμονος
12. οὕτως τὸ αἷμα, καθάπερ καὶ τὸ πῦον ἐν τοῖς ἐμπυϊκοῖς
13. πάθεσιν, ἐφ’ ὧν μεταξὺ θώρακός τε καὶ πνεύμονος αἰσθητῶς
14. περιέχεται. οὕτως δὲ καὶ τὸ κεχρωσμένον ὁπωσοῦν πτύελον
15. ἐν πλευρίτισιν ἐπιφαίνεται, καὶ κατὰ τὸ μετὰ τοῦτο ὑπόμνημα
16. τὸ πέμπτον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν ἐπιγιγνομένων ἑλκώσεων
17. ταῖς τοῦ αἵματος ἀναφοραῖς ἀκόλουθον εἰπεῖν. ἐν μὲν
18. γὰρ τῷ πνεύμονι καὶ μᾶλλον γίγνεται, καὶ τισὶ μὲν ἀθεράπευτα
1. παντάπασιν ἔδοξεν, ἐνίοις δὲ δυσθεράπευτα· κατὰ δὲ τὸν θώρακα
2. καὶ κολλᾶται τὰ πλεῖστα τῶν ῥαγέντων ἀγγείων, ἐφ’ οἷς
3. ἔπτυσεν αἷμα, καὶ εἰ παραμείνειεν μέχρι πλείονος ἡ ἕλκωσις, ἀλλ’
4. οὔτι γε τελέως ἀνίατος γίνεται· τὰ δὲ ἐν τῷ πνεύμονι χρονίσαντα,
5. κᾂν θεραπευθῇ ποτε, καταλείπει τι λείψανον ἐν αὐτῷ τυλῶδές
6. τε καὶ συριγγῶδες, ὃ τοῦ χρόνου προϊόντος ἀναδέρεται
7. ῥᾳδίως ἐπὶ βραχείαις προφάσεσιν, συναναφέρεται δὲ τοῖς πτυομένοις
8. ἐντεῦθεν ἐνίοτε καὶ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἐφελκὶς,
9. καί τις αἵματος βραχὺς σταλαγμός. ἔστι δὲ ταῦτα κοινὰ
10. καὶ τῶν ἐν ἑτέρῳ τόπῳ γενομένων ἑλκῶν, ἀλλὰ τὰ μὲν ἐκ στομάχου
11. καὶ γαστρὸς ἐμεῖται, τὰ δ’ ἐκ νεφρῶν καὶ κύστεως οὐρεῖται,
12. τὰ δ’ ἐκ τῶν ἐντέρων διαχωρεῖται, τοῖς δ’ ἐκ τῶν
13. ἀναπνευστικῶν ὀργάνων ἀδύνατόν ἐστι χωρὶς βηχὸς ἀναπτυσθῆναι.
14. ἐὰν δέ τις ἀναχρέμπτηταί τε καὶ ἀπομύττηταί ποθ’
15. αἷμα πλέοσιν ἐφεξῆς ἡμέραις, μήτε κεφαλῆς ὀδύνης ἢ βάρους,
16. ἤτοι συμπαρόντος, ἢ προηγησαμένου, μήτε πληγῆς αὐτόθι
17. γεγενημένης, ἐπισκέψασθαι χρὴ τούτου τόν τε τῆς ῥινὸς πόρον
18. ἀκριβῶς ὅλον, ἐκεῖνόν τε τοῦ στόματος τὸν τόπον, ἔνθα
1. συντέτρηται πρὸς τὴν ῥῖνα· γίνεται γάρ ποτε τοιοῦτο σύμπτωμα,
2. βδέλλης ἐν τῷ χωρίῳ τούτῳ προσπεφυκυίας, ἥτις
3. αὐξάνεται καὶ καθ’ ἑκάστην ἡμέραν, ὥστ’ εἰ καὶ ταῖς πρώταις
4. ἡμέραις ἐλάνθανε διὰ σμικρότητα, μετὰ τρεῖς γε ἢ τέτταρας
5. ἑτοίμως ὁρᾶσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῆς γαστρὸς
6. ἐμεῖταί ποθ’ αἷμα, βδέλλης καταποθείσης. ἔστι γε μὴν τὸ
7. τοιοῦτον αἷμα λεπτὸν καὶ ἰχωρῶδες, ἐάν τ’ ἐκ γαστρὸς,
8. ἐάν τ’ ἐκ ῥινὸς, ἐάν τ’ ἐκ τοῦ στόματος φαίνηται φερόμενον,
9. ὥστε τινα θεασάμενον αὐτὸ, καὶ προσέτι τὴν ἕξιν τοῦ ἀνθρώπου
10. κατασκεψάμενον, ἐρωτήσαντά τε περὶ τῶν προηγησαμένων,
11. ἐξ ἁπάντων αὐτῶν στοχάσασθαι τῆς τοῦ πράγματος
12. ἀληθείας. ὑγιαίνοντος γοῦν ποτε ἀμέμπτως ἀνθρώπου, τοιοῦτον
13. αἷμα θεασάμενος ἐμούμενον, ἠξίωσα διηγήσασθαί μοι
14. τὴν δίαιταν ἣν διῄτητο ταῖς ἔμπροσθεν ἡμέραις. σὺν τοῖς ἄλλοις
15. οὖν οἷς διηγεῖτο, καὶ τοῦτο κατέλεξεν, ὡς ἔκ τινος κρήνης
16. οὐ πάνυ τι καθαρὸν ὕδωρ ἐχούσης ἔπιεν ὕδωρ διψήσας
17. νύκτωρ, οἰκέτου τινὸς αὐτῷ κομίσαντος. ὡς δ’ ἤκουσα τοῦτο,
18. προσανηρόμην αὐτὸν, εἰ καὶ βδέλλαι ποτ’ ὤφθησαν ἐν
1. τῷ κατὰ τὴν κρήνην ὕδατι· καὶ φάντος ἑωρακέναι, δοὺς ἐπιτήδειον
2. φάρμακον, ἐμεθῆναι τὴν βδέλλαν ἐποίησα. ἑτέρου
3. δ’ ἀπομυττομένου καὶ πτύοντος αἷμα τοιοῦτο, πυθόμενος
4. ἐν τῇ διηγήσει διατρῖψαι τὸν ἄνθρωπον ἐν λίμνῃ τινὶ κατ’
5. ἀγρὸν ὥρᾳ θέρους, μετά τινων ἑτέρων παίζοντα γυμναστικὰς
6. παιδιὰς, ὁποίας εἰώθασιν οἱ νέοι παίζειν ἐν ὕδατι, καὶ γινώσκων
7. ἐν ἐκείνῳ τῷ ὕδατι βδέλλας γενομένας, ἐξαγαγὼν εἰς
8. αὐγὴν τὸν πάσχοντα, καὶ στρέψας τὸν πόρον τῆς ῥινὸς εὐθὺ
9. τῶν ἡλιακῶν ἀκτίνων, ἐθεασάμην κατ’ ἐκεῖνον τὸν τόπον, ἐν
10. ᾧ συντέτρηται πρὸς τὴν ἐν τῷ στόματι χώραν ἡ ῥὶς, οὖσαν
11. βδέλλης οὐρὰν, ἐγκατακεκρυμμένην τῷ πόρῳ. βέλτιον οὖν
12. ἔδοξέ μοι καὶ ταῦθ’ ὑμῖν ἱστορῆσαι.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 4.8, ed. Kühn, 1824, vol. 8, p. 261-266. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩