13. Ὅτι μὲν γὰρ ἐν τοῖς τοιούτοις λόγοις ἀκουστέον
14. ἐστὶ τὴν βλάβην, εἰ καὶ μὴ παντελῶς ἀπολωλὸς εἴη τὸ
15. κατὰ φύσιν ἔργον ἅπαν τοῦ μορίου, πολλάκις εἴρηταί μοι,
16. χεῖρον δ’ οὐδὲν ἀναμνησθῆναι καὶ νῦν. ὅτι δ’ οὐ ταὐτόν
17. ἐστι φωνὴ καὶ διάλεκτος, ἀλλ’ ἡ μὲν φωνὴ τῶν φωνητικῶν
18. ὀργάνων ἔργον, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν
1. κυριώτατόν ἐστιν ἡ γλῶττα, συντελεῖ δ’ οὐ σμικρὸν ἥ τε ῥὶς
2. καὶ τὰ χείλη καὶ οἱ ὀδόντες, ἐπισταμένους ὑμᾶς ἀναμιμνήσκω·
3. καθάπερ γε καὶ περὶ τῶν φωνητικῶν ὀργάνων, ὅτι λάρυγξ
4. ἐστὶ καὶ οἱ κινοῦντες αὐτὸν μύες, ὅσα τε τούτοις νεῦρα τὴν
5. ἐξ ἐγκεφάλου παρακομίζει δύναμιν. ἐὰν μὲν οὖν οἱ κλείοντες
6. ἢ οἱ ἀνοίγοντες τὸν λάρυγγα μύες ἀκίνητοι γενηθῶσιν, ἀφωνία
7. παντελὴς καταλήψεται τὸν οὕτω παθόντα· καθάπερ γε
8. κᾂν δυσκίνητοί πως, ἤ τινα παλμώδη κίνησιν ἢ τρομώδη λάβωσι,
9. κατὰ τὸ τοῦ πάθους εἶδος ἡ φωνὴ βλαβήσεται· παραπλησίως
10. δὲ κᾂν σπασμωδῶς ἢ κλονωδῶς κινῶνται· καὶ
11. μέντοι κᾂν ἀῤῥωστήσῃ ποθ’ ἡ δύναμις αὐτῶν, ἤτοι δι’
12. οἰκεῖόν τι πάθος, ἢ διά τι τῶν κινούντων αὐτοὺς νεύρων,
13. ἀμυδρὰν καὶ μικρὰν ἐργάσεται τὴν φωνήν. ἐὰν δ’ ἄλλός τις
14. τῶν κινούντων τὸν λάρυγγα μυῶν ὁτιοῦν πάθῃ, βλαβήσεται
15. μέν πως ἡ φωνὴ βλάβην μικρὰν, οὔτε δὲ ἄφωνος ὁ οὕτως
16. παθὼν ἔσται παντάπασιν, οὔτε σμικρόφωνος ἱκανῶς. ὥσπερ
17. δ’ οἱ κυριώτατοι μύες τῶν τὸν λάρυγγα κινούντων εἰσὶν οἵ τ’
18. ἀνοιγνύντες αὐτὸν καὶ οἱ κλείοντες, οὕτω καὶ τῶν φωνητικῶν
19. νεύρων τὰ παλινδρομοῦντα, μορία μὲν ὄντα καὶ αὐτὰ τῆς
1. ἕκτης συζυγίας τῶν ἐξ ἐγκεφάλου πεφυκότων νεύρων, ὥσπερ
2. καὶ τἄλλα τὰ εἰς αὐτὸν ἐμφυόμενα, διαφέροντα δ’ αὐτῶν
3. τοσοῦτον, ὡς μὴ κατὰ τὸν τράχηλον ἀποσχίζεσθαι τῶν ἐκ
4. τῆς ἕκτης συζυγίας, ἀλλ’ ὅταν εἰς τὴν τοῦ θώρακος ἀφικνῆται
5. χώραν. αὐτὴν μὲν οὖν τὴν ἕκτην συζυγίαν ὅλην
6. οὐδεὶς οὕτως ἀφυής ἐστι χειρουργὸς ὡς ἄκων τέμνειν, τὰ παλινδρομοῦντα
7. δ’ ἐνίοτε διασπῶσιν ὑπ’ ἀγνοίας· ἔστι δ’ ὅτε
8. καὶ τέμνεται μετὰ τῆς τραχείας ἀρτηρίας ἢ τὸ ἕτερον αὐτῶν,
9. ἢ ἀμφότερον, κατὰ τὰς μεγάλας τρώσεις αὐτῆς· καὶ ψυχθέντα
10. δ’ ἐν χειρουργίαις ἐμποδίζει τῷ φωνήματι, μέχρις ἂν ἐκθερμανθέντα
11. τὴν φυσικὴν εὐκρασίαν ἀνακτήσηται. βλάπτεσθαι
12. δ’ ἔτι συμβαίνει τὴν φωνὴν εἰς ὀξύτητά τε καὶ μέγεθος
13. οὐκ ἀφανῶς, κᾀπειδὰν οἱ τῆς φάρυγγος μύες ἀδυνατῶσι συντείνειν
14. αὐτήν· καὶ μέντοι καὶ διάβροχος ὑγρότητι πολλῇ γενόμενος
15. ὁ κοινὸς χιτὼν τῆς φάρυγγος καὶ τοῦ λάρυγγος,
16. ἰσχυρῶς βλάπτει τὴν φωνήν. ὅτι δὲ καὶ οἱ κατάῤῥοι κατὰ
17. τὸν αὐτὸν λόγον βραγχώδη τὴν φωνὴν ἐργάζονται, τῶν πᾶσι
18. γινωσκομένων ἐστί· καθάπερ γε καὶ τὸ πολλὰ βοῆσαι, καὶ
1. γὰρ καὶ τοῦτο φλεγμονῇ τι παραπλήσιον ἐργάζεται πάθημα
2. κατά τε τὸν εἰρημένον χιτῶνα καὶ τοὺς μῦς τοῦ λάρυγγος,
3. (εὔδηλον δ’ ὅτι καὶ τῶν ἔνδον τοῦ λάρυγγος μυῶν φλεγμαινόντων,
4. ἡ κυνάγχη τὸ πάθημα γίνεται, τήν τε φωνὴν ἅμα καὶ
5. τὴν ἀναπνοὴν βλάπτουσα) καὶ ὅλως ἅπαντες οἱ παρὰ φύσιν
6. ὄγκοι κατά τε τὰς ὁδοὺς τοῦ πνεύματος γενόμενοι καὶ θλίβοντες
7. ἔξωθεν αὐτάς. οὕτω γοῦν καὶ ὁ στόμαχος φλεγμήνας,
8. εἶτα θλίβων τὸν χιτῶνα τῆς τραχείας ἀρτηρίας, ᾧ συνάπτεται
9. τὰ σιγμοειδῆ πέρατα τῶν κατ’ αὐτὴν χόνδρων, εἰς ἀναπνοήν
10. τε καὶ φωνὴν βλάπτει· καὶ ἡ τῶν κατ’ αὐχένα σπονδύλων
11. εἰς τὸ πρόσω μετακίνησις, ὑπὲρ ὧν ἔμπροσθεν εἴρηται.
12. ταῦτα μὲν ἅπαντα τὰ πάθη γίνεται τῇ φωνῇ, τῶν ἰδίων αὐτῆς
13. ὀργάνων οἰκείαν τινὰ βλάβην ἐχόντων, εἴτε κατὰ πρωτοπάθειαν,
14. εἴτε κατὰ συμπάθειαν, οὐδὲν γὰρ διαφέρει πρὸς
15. τὸν ἐνεστῶτα λόγον· ἕτερα δὲ πάσχει, τῷ τῆς οἰκείας ὕλης
16. στερίσκεσθαι· δέδεικται δ’ ἐν τοῖς περὶ φωνῆς οἰκεία τῆς
17. ἐνεργείας ταύτης ὕλη γενικῶς μὲν εἰπεῖν ἡ ἐκπνοὴ, κατ’
1. εἶδος δὲ καὶ τὴν οἰκείαν διαφορὰν ἡ ἐκφύσησις, ἥτις ἐστιν
2. ἀθρόα τοῦ πνεύματος ἔξω φορὰ κατὰ τὴν μεσοπλευρίων μυῶν
3. ἐνέργειαν γιγνομένη. οὕτω δὲ καὶ αἱ μεγάλαι τοῦ θώρακος
4. τρώσεις, ἢ ὅλως αἱ παραλύσεις θατέρου μέρους αὐτοῦ, πρώτως
5. μὲν ἡμίπνουν, κατὰ συμβεβηκὸς δὲ καὶ ἡμίφωνον ἐργάζεται
6. τὸ ζῶον. ὅσα δ’ ἐν ἀποπληξίαις καὶ κάροις ἐπιληψίαις
7. τε καὶ κατοχαῖς ἡ φωνὴ βλάπτεται, ταῦτα τῷ κοινῷ
8. λόγῳ γίνεται τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, ἤτοι τῶν πρώτων
9. μερῶν τοῦ νωτιαίου παθόντων, ἢ καὶ σὺν αὐτοῖς τοῦ ἐγκεφάλου.
10. συνημμένων δ’ ἀλλήλαις τῶν πέντε τούτων ἐνεργειῶν,
11. ἐκπνοῆς, ἐκφυσήσεως ἀψόφου, ψοφώδους΄ ἐκφυσήσεως,
12. φωνῆς, διαλέκτου, τῇ πρώτῃ μὲν εἰρημένῃ συμβλάπτονται
13. πᾶσαι, τῇ δ’ ὑστάτῃ τῶν ἄλλων οὐδεμία· τῇ δευτέρᾳ δὲ αἱ
14. μετ’ αὐτὴν τρεῖς, τῇ τρίτῃ δ’ ἔσχατα δύο, τῇ τετάρτῃ δὲ ἡ
15. τελευταία μία μόνη. εἰ μὲν γὰρ οὐδ’ ὅλως ἐκπνεῖ τὸ ζῶον,
16. ἤτοι κατ’ ἄμφω τὰ μέρη τοῦ θώρακος, ἢ κατὰ θάτερον μόνον·
17. εἰ μὲν κατ’ ἄμφω, πνιγήσεται διὰ ταχέων· εἰ δὲ κατὰ
1. θάτερον, ἡμίπνουν καὶ ἡμίφωνον ἔσται μετὰ τοῦ καὶ τῶν
2. ἐφεξῆς ἐνεργειῶν αὐτῆς δυοῖν ἀπολωλέναι τὸ ἥμισυ μέρος, ὧν
3. τὴν μὲν ἑτέραν ἄψοφον ἐκφύσησιν ὀνομάζειν εἴωθα, τὴν δὲ
4. ἑτέραν ψοφώδη. εἰ δ’ ἡ μὲν ἐκπνοὴ σώζοιτο, διαφθαρείη
5. δὲ ἡ ἐκφύσησις, αἱ λοιπαὶ τρεῖς ἐνέργειαι διαφθείρονται,
6. ψοφώδης ἐκφύσησις καὶ φωνὴ καὶ διάλεκτος· ἀπολομένης δὲ
7. τῆς ψοφώδους ἐκφυσήσεως, καὶ φωνὴ καὶ διάλεκτος συναπόλλυται·
8. καθάπερ γε καὶ φωνῆς ἀπολομένης ἡ διάλεκτος.
9. ἐπισταμένοις οὖν ἡμῖν τοὺς τῶν εἰρημένων ἐνεργειῶν δημιουργοὺς
10. μῦς ὑπάρξει συλλογίζεσθαι, τίνες μὲν ἔπαθον ἐξ αὐτῶν
11. ἴδιόν τι πάθημα, τίνων δὲ τοὔργον ἐβλάβη κατὰ συμβεβηκός.
12. εἰ δέ τι τῶν ἐν ταῖς ἀνατομαῖς ὀφθέντων ἐπελάθεσθε, τά τε
13. περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ὑπομνήματα καὶ τὰ περὶ φωνῆς
14. ὑμᾶς ἀναμνήσει· λέλεκται δὲ περὶ αὐτῶν κᾀν τῷ δευτέρῳ
15. περὶ τῆς ἐπὶ τῶν ζώντων ἀνατομῆς. ἐκπνοὴν μὲν γὰρ ἅπαντες
16. οἱ συστέλλοντες τὸν θώρακα μύες· ἐκφύσησιν δὲ, οὖσαν
17. ἐκπνοὴν σφοδρὰν, οἱ μεσοπλεύριοι μάλιστα· τὴν ψοφώδη δὲ
18. οἱ τῆς φάρυγγος· αὐτὴν δὲ τὴν φωνὴν οἱ τοῦ λάρυγγος
1. ἐργάζονται μύες· ἡ δὲ γλῶττα, διαρθροῦσα τὴν φωνὴν, εἰς
2. τὸ διαλέγεσθαι χρήσιμος ὑπάρχει, συντελούντων δ’ εἰς τοῦτο
3. καὶ τῶν ὀδόντων καὶ τῶν χειλῶν, ἔτι τε τῶν κατὰ τὴν ῥῖνα
4. συντρήσεων, οὐρανίσκου τε καὶ γαργαρεῶνος, ἐπὶ τούτοις τε
5. τοῦ συμμέτρου δεσμοῦ τῆς γλώττης αὐτῆς. οἱ μὲν οὖν τραυλοὶ,
6. καὶ ψελλοὶ, καί τι τοιοῦτον κατὰ τὸ διαλέγεσθαι σφαλλόμενοι,
7. τῶν διαλεκτικῶν ὀργάνων ἔχουσί τι βεβλαμμένον, ἢ
8. κατὰ τὴν φυσικὴν διάπλασιν, ἢ μετὰ ταῦθ’ ὕστερον· ὥσπερ
9. οἱ τὸν τῆς ῥινὸς πόρον ὑπὸ πολύποδος, ἢ καὶ ἄλλως φραχθέντες,
10. ἤ τινα τῶν προσθίων ὀδόντων ἀπολέσαντες, ἢ χεῖλος
11. κολοβωθέντες· οἱ δ’ ἰσχνόφωνοι καλούμενοι ὅπως γίνονται,
12. καὶ τἄλλα ὅσα φωνῆς ἐστι εἴδη τε καὶ πάθη, βραγχώδους
13. τε καὶ κλαγγώδους, καὶ λεπτῆς, καὶ τραχείας, καὶ μελαίνης,
14. ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασιν αὐτάρκως εἴρηται.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 4.9, ed. Kühn, 1824, vol. 8, p. 266-272. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩