3. Ὥσπερ οὖν περὶ τῶν ἄλλων τοῦ ζώου μορίων,
4. οὕτως καὶ ἐπὶ τῆς καρδίας διορίσασθαι χρὴ, τίνα μὲν
5. ἰδιοπαθούσης, ἢ πρωτοπαθούσης, ἢ ὅπως ἄν τις ὀνομάζειν
6. ἐθέλῃ, γίνεται συμπτώματα, τίνα δ’ ἑτέροις μέρεσι
7. συμπασχούσης. ἔστι δ’ ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις
8. ἐν ἑτέραις πραγματείαις, ἐν αἷς ἐδείχθη, τῆς μὲν ἐμφύτου θερμασίας
9. οἷον πηγή τις ὑπάρχειν ἡ καρδία, καὶ πάντως χρῆναι
10. παθεῖν αὐτὴν, εἰ μέλλοι τεθνήξεσθαι τὸ ζῶον. ἀρχῶν οὖν
11. οὐσῶν τριῶν, αἷς διοικεῖται τὸ ζῶον (πρὸς γὰρ τῇ τῆς
12. καρδίας ἀρχῇ ὁ μὲν ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως
13. ἐδείχθη χορηγὸς εἶναι πᾶσι τοῖς τοῦ ζώου μέρεσι, τὸ δ’ ἧπαρ
14. ἀρχὴ τῆς θρεπτικῆς εἶναι δυνάμεως), ὁ μὲν θάνατος ἀεὶ ταῖς
15. ἀμέτροις τῆς καρδίας ἕπεται δυσκρασίαις, ἅπαντα γὰρ αὐτῇ
16. συγκακοῦται τὰ μόρια· δεδειγμένου δ’ ἡμῖν, ἐνεργεῖν αὐτὰ
1. διὰ τὴν οἰκείαν καρδίας εὐκρασίαν, ἀναγκαῖόν ἐστιν ἀπολομένης
2. ταύτης συναπόλλυσθαι τὰς ἐνεργείας αὐτῶν, καὶ κατὰ
3. τοῦτο καὶ τὰς ἐγκεφάλου τε καὶ ἥπατος, οὔ μὴν ταῖς ἐκείνων
4. γε τὴν τῆς καρδίας. εἰ γὰρ μήτε τὰς αἰσθητικάς τε καὶ προαιρετικὰς
5. ἐνεργείας ἔτι διασώζοι τὸ ζῶον, ἀλλὰ μηδὲ τρέφοιτο,
6. καθάπερ οὐδὲ τὰ φωλεύοντα, δυνατὸν ἄν τις εἶναι νομίσειεν
7. ζῇν αὐτὸ, μέχρι περ ἂν ἡ καρδία μηδὲν ᾖ πεπονθυῖα· καὶ
8. μέντοι καὶ φαίνεται πολλάκις ἡμερῶν ἐφεξῆς πολλῶν οὔτε
9. φρονῶν τις οὔτ’ αἰσθανόμενος οὔτε κινούμενος, ὅμως ἔτι
10. ζῶν, ὥσπέρ γε καὶ δι’ ἀῤῥωστίαν τῆς ἐν ἥπατι δυνάμεως
11. ἀτροφῶν ἐξαρκεῖν εἰς μακρόν· εἰ δὲ τῆς ἀναπνοῆς στερήσειέ
12. τις τὴν καρδίαν, αὐτίκα διαφθείρεται. ὅσοις οὖν ὁ θώραξ
13. οὐδὲν ὅλως ἐδόκει συντελεῖν εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν,
14. ἀποροῦσι τὴν αἰτίαν εὑρεῖν, δι’ ἣν ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις
15. ἀποθνήσκουσιν εὐθέως οἱ κάμνοντες, ἐπὶ μόνῃ τῇ βλάβη
16. τῆς ἄνωθεν ἀρχῆς· ὑμεῖς δ’ οὐκ ἀπορήσετε, πεπεισμένοι βεβαίως,
17. ὑπὸ μυῶν διαστέλλεσθαι τὸν θώρακα, τὴν ἀρχὴν τῆς
18. κινήσεως ἐχόντων ἐκ τῶν εἰς αὐτοὺς φερομένων νεύρων ἀπὸ
1. τοῦ κατὰ τὸν αὐχένα νωτιαίου, στερουμένων τηνικαῦτα τῆς
2. ἐπιῤῥεούσης ἐξ ἐγκεφάλου δυνάμεως αὐτοῖς κινητικῆς τῶν
3. μυῶν· ὡς εἴγε μὴ συνήπτοντο διὰ τῆς ἀναπνοῆς αἱ δύο ἀρχαὶ,
4. δυνατὸν ἂν ἦν ἐστερημένους ἡμᾶς ἐνίοτε τῆς ἄνωθεν ἀρχῆς
5. ἔτι ζῇν. ἴσως οὖν τις ἐξ ὧν ἡμεῖς εὐπορήκαμεν αἰτίαν,
6. δι’ ἣν ἡ καρδία βλάπτεται παθόντος τοῦ ἐγκεφάλου κατὰ τὰς
7. μεγάλας ἀποπληξίας, ἐκ τούτων αὐτῶν εὐπορήσει καθ’ ἕτερον
8. τρόπον εὑρεῖν τὴν αἰτίαν, δι’ ἣν ἐν ταῖς μικροτέραις ἀποπληξίαις,
9. καταλήψεσί τε καὶ κάροις, ἐπιληψίαις τε καὶ ληθάργοις,
10. οὐκ ἀπόλλυται τὸ πάσχον οὕτως ζῶον· εὑρήσει δὲ
11. καὶ τοῦτο θεασάμενος, ὅπως ἀναπνέουσιν ἐν τοῖς εἰρημένοις
12. πάθεσιν οἱ πάσχοντες· ὄψεται γὰρ ὅτι βιαίως τε καὶ μόγις,
13. ὡς ὑπὸ δεσμοῦ τινος εἰργομένου διαστέλλεσθαι τοῦ θώρακος.
14. λέλεκται δ’ ἱκανῶς περὶ τούτου κατὰ τὰ περὶ μυῶν κινήσεως
15. ὑπομνήματα· κοινὸν γὰρ ἐστι τὸ ζήτημα τῷ γιγνομένῳ κατὰ
16. τοὺς ὕπνους, ἐν οἶς ἁπασῶν τῶν κατὰ τοὺς μῦς ἐνεργειῶν
17. ἐκλελυμένων, ἡ τῶν τὸν θώρακα κινούντων μόνη σώζεται·
18. νυνὶ δ’ ἀρκεῖ μέχρι τοσούτου προῆχθαι τὸν λόγον,
1. ὅσον αὐτοῦ χρήσιμον ἦν εἰς τὰ παρόντα. ᾧ γὰρ λόγῳ κατὰ
2. τοὺς ὕπνους ἀναπνέουσιν οἱ ἄνθρωποι, καίτοι τῶν ἄλλων
3. ἁπάντων μυῶν ἡσυχαζόντων, τούτῳ καὶ κατὰ τὰς ἀποπληξίας,
4. ὅσαι μὴ μέγισται, καὶ κατ’ ἄλλα πάθη τὰ ταύτῃ παρακείμενα·
5. μεγάλης δ’ οὕτως γεγενημένης τῆς ἀποπληξίας, ἢ
6. καὶ τινος ἑτέρου πάθους, ὡς τελέως ἀπολέσθαι τὴν ἐνέργειαν
7. τῶν κατὰ τὸν θώρακα μυῶν, ἀναγκαῖόν ἐστι συνδιαφθαρῆναι
8. τὴν ἀναπνοὴν, ἐφ’ ᾗ καὶ τὴν τῆς καρδίας εὐκρασίαν, ᾗ
9. καὶ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ ζῶον ὅλον ἀπόλλυσθαι. κατὰ
10. τοῦτον μὲν οὖν τὸν λόγον ἐν ταῖς τῆς ἄνωθεν ἀρχῆς βλάβαις
11. μεγάλαις ἀπόλλυται τὸ ζῶον· καθ’ ἕτερον δὲ τρόπον ἐφ’
12. ἥπατι πάσχοντι, διὰ γὰρ ἀτροφίαν νεκροῦται τηνικαῦτα, διὸ
13. καὶ χρόνῳ πλείονι διαρκεῖ τὰ ζῶα κατὰ τὰ τοιαῦτα παθήματα.
14. καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον, ἐπί τε στομαχικαῖς
15. συγκοπαῖς, ἀλγήμασίν τε σφοδροῖς, καὶ φόβοις ἰσχυροῖς,
16. ἡδοναῖς τε μεγίσταις, ἀποθνήσκουσί τινες· ὅσοις γὰρ
17. ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος, ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν
18. ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς
1. οὐσία· τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν
2. εὐθέως ὥσπερ ἐν τοῖς προειρημένοις· ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος
3. οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης
4. ἰσχυρότερα θανάτῳ περιέπεσον· ὅ τε γὰρ τόνος τῆς ψυχῆς
5. αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 5.1, ed. Kühn, 1824, vol. 8, p. 298-302. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.1
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩