6. Ἴδιον δὲ πάθος ἐν καρδίᾳ γίνεται κατὰ
7. μὲν ἁπλῆν δυσκρασίαν πολλάκις, εἴτ’ ἀνώμαλος εἴθ’ ὁμαλὴς
8. εἴη, κατὰ τε φλεγμονὴν ἢ ἐρυσίπελας ἀρχόμενον γίγνεσθαι·
9. διαφθείρεται γὰρ παραυτίκα πρὶν αὐξηθῆναι τὰ πάθη τάδε
10. τὸ ζῶον. ἕπονται δὲ πάλιν ταῖς τοιαύταις διαθέσεσιν αἱ
11. καρδιακαὶ συγκοπαὶ, καθάπερ αἱ στομαχικαὶ ταῖς κατὰ τὸ
12. τῆς κοιλίας στόμα, καλοῦσι δ’ ἔνιοι καὶ τοῦτο στόμαχον·
13. ἀλλὰ καὶ αὗται γίγνονται δηλονότι συμπασχούσης τῆς καρδίας.
14. αἱ διαθέσεις δ’ ἀμφοτέρων τῶν μορίων, τοῦ τε στόματος
15. τῆς κοιλίας καὶ τῆς καρδίας, ἤτοι διὰ δυσκρασίαν μόνην
16. ἰσχυρὰν, ἢ δι’ ὑγρότητα φαρμακώδη, καί ποτε καὶ δι’ ἐρυσίπελας
17. εἰώθασι γίγνεσθαι, καὶ διὰ φλεγμονὴν, ἤ τινα παρὰ
18. φύσιν ὄγκον ἕτερον τοιοῦτον. αἱ μὲν οὖν μικραὶ τῆς καρδίας
1. δυσκρασίαι τοὺς σφυγμοὺς ἀλλοιοῦσιν κατὰ τὴν αὐτῶν ἑκάστη
2. φύσιν· εἴρηνται δ’ αὐτῶν αἱ διαγνώσεις ἐν τῇ περὶ σφυγμῶν
3. πραγματείᾳ· ταῖς μεγάλαις δὲ, κατὰ μὲν τὰς ἰδίας τῶν
4. ὁμοιομερῶν δυσκρασίας οὐκ ὀξὺς ὁ θάνατος ἕπεται, κατὰ δὲ
5. τὰς ὀργανικὰς ἐξαιφνίδιος, ἀλλ’ ἐπὶ προηγουμένοις σημείοις,
6. ὧν ἓν μέν ἐστι καὶ τὸ πρὸς Ἱπποκράτους εἰρημένον, οἷον
7. οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσεως,
8. ἐξαπίνης τελευτῶσιν· ἕτερον δὲ παλμὸς τῆς καρδίας, ἤτοι
9. μόνος γιγνόμενος, ἢ μετά τινος ἐμφάσεως ἐν ὑγρῷ κινουμένης
10. αὐτῆς· καὶ θαυμαστὸν οὐδὲν ἀθροίζεσθαί ποτε πλῆθος ὑγροῦ
11. τοσοῦτον ἐν τῷ περιέχοντι χιτῶνι τὴν καρδίαν, ὡς ἐμποδίζειν
12. αὐτῇ διαστελλομένῃ· καὶ γὰρ ἐπὶ τῶν ἀνατεμνομένων ζώων
13. ἐθεασάμεθα πολλάκις ὑγρὸν οὔρῳ παραπλήσιον ἐν τῷ περικαρδίῳ
14. δαψιλές. εἷς δέ ποτέ τις πίθηκος ἰσχνότερος ἑαυτοῦ
15. γιγνόμενος οὐκ ἔφθασεν ἀνατμηθῆναι δι’ ἀσχολίας ἡμῶν
16. ἀναγκαίας· ἀποθανόντος δ’ αὐτοῦ τὰ μὲν ἄλλα πάντα
17. μόρια τοῦ σώματος ἦν ἀπαθῆ, ἐπέκειτο δὲ τῷ περικαρδίῳ
18. χιτῶνι παρὰ φύσιν ὄγκος, ὑγρὸν ἐν ἑαυτῷ περιέχων
1. ὅμοιον τῷ κατὰ τὰς ὑδατίδας· ἐπ’ ἀλεκτρυόνος δέ ποτε χωρὶς
2. ὑγροῦ τοιοῦτος σκιῤῥώδης ὄγκος ἐπέκειτο τῷ περικαρδίῳ,
3. παραπλήσιος ὑμέσι παχέσι πολλοῖς κατ’ ἀλλήλων ἐπιβεβλημένοις.
4. εἰκὸς οὖν ἐστι καὶ τοῖς ἀνθρώποις γίγνεσθαί
5. τινα τοιαῦτα. φλεγμηνάσης δὲ φανερῶς καρδίας ἐπὶ μονομάχων,
6. ἐθεασάμεθα θάνατον ὁμοιότατον ἀκολουθήσαντα
7. τοῖς συγκοπτομένοις καρδιακῶς. ἐὰν μὲν οὖν ἄχρι κοιλίας
8. τινὸς τῶν ἐν αὐτῇ τὸ τρῶσαν ἀφίκηται, παραχρῆμα
9. τελευτῶσιν αἱμοῤῥαγικῶς, καὶ μᾶλλον, ὅταν ἡ ἀριστερὰ κοιλία
10. τύχῃ τρωθεῖσα· μὴ διασχόντος δὲ τοῦ τρώσαντος εἰς κοιλίαν,
11. ἀλλ’ ἐν τῷ σώματι τῆς καρδίας στηριχθέντος, οὐ μόνον
12. αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τρωθέντες ἔτυχον, ἔνιοι διέζησαν,
13. ἀλλὰ καὶ τὴν ἐπιοῦσαν νύκτα, φλεγμονῆς δηλονότι
14. λόγῳ τοῦ θανάτου γενομένου· φρονοῦσί γε μὴν ἅπαντες
15. οὗτοι, μέχρι περ ἂν ζῶσιν, μαρτυροῦντος καὶ τούτου τοῦ
16. φαινομένου τῷ παλαιῷ δόγματι περὶ τοῦ τὸ λογιζόμενον
17. τῆς ψυχῆς οὐκ εἶναι κατὰ τὴν καρδίαν. ὁ δὲ παλμὸς τοῦ
18. σπλάγχνου τούτου πολλοῖς ὑγιαίνουσιν ἀμέμπτως νεανίσκοις
1. τι καὶ παρακμάζουσιν ὤφθη γενόμενος ἐξαίφνης, ἄνευ
2. φανεροῦ συμπτώματος ἑτέρου, καὶ πάντες οὗτοι φλεβοτομηθέντες
3. ὤνηντο, καὶ τελέως αὐτῶν ἔνιοι τοῦ συμπτώματος
4. ἀπηλλάγησαν, ἐπὶ τῇ φλεβοτομίᾳ λεπτυνούσῃ διαίτῃ μετὰ
5. φαρμάκων ὁμοίων θεραπευθέντες· ἔνιοι δὲ αὐτῶν αὖθίς ποτε
6. τοῦ συμπτώματος ἐπιφανέντος ὁμοίως ἐθεραπεύθησαν. οἶδα
7. δέ τινα καὶ κατ’ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ
8. σύμπτωμα· καὶ ἐπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη τῆς φλεβοτομίας
9. ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς
10. ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς
11. ἐτῶν πλειόνων, μετὰ τοῦ καὶ τἄλλα ποιεῖν ἐπὶ τῇ φλεβοτομίᾳ
12. προσηκόντως· ἀλλ’ ὅμως καὶ οὗτος ἀπέθανε πρὶν γηρᾶσαι,
13. καθάπερ καὶ οἱ ἄλλοι πάντες, ἔνιοι μὲν ἐν πυρετοῖς ὀξέσιν
14. ἀθρόως συγκοπέντες, ἔνιοι δὲ καὶ κατὰ τὸν τῆς ὑγείας χρόνον,
15. εἷς δέ πού τις ἢ δύο καθ’ ἕτερον τρόπον ἀπέθανον
16. χωρὶς συγκοπῆς. οἱ πλείους δὲ τῶν οὕτω παθόντων. ἡλικίαν
17. εἶχον ἐτῶν ἐλαττόνων μὲν ἢ πεντήκοντα, πλεόνων
1. δὲ ἢ τεσσαράκοντα. τὸ μέντοι περικάρδιον σκέπασμα τῶν
2. ἀκύρων ἐστὶ μορίων, ὅπως ἂν πάθῃ, πλὴν εἰ φλεγμήναντος
3. αὐτοῦ διαδοθείη κατὰ συμπάθειαν ἡ διάθεσις ἐπὶ τὴν καρδίαν·
4. ἀλλ’ ὅταν γε πάσχῃ μόνον, ὁμοίως τοῖς ἄλλοις ἅπασι
5. μορίοις, ὅσα φρουρᾶς ἕνεκα καὶ σκέπης ἑτέρων κυριωτέρων
6. ἐγένετο, κίνδυνον οὐδένα φέρει. δύσπνοιαν δ’ οὐδεμίαν ἐργάζετ’
7. ἄλλην καρδία παρὰ τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου
8. γράμματι κατὰ τὸν περὶ τῆς δυσπνοίας λόγον· ἐπὶ μὲν τὸ
9. μέγα καὶ πυκνὸν ὑπερθερμανθεῖσα, μετὰ τοῦ καὶ θᾶττον
10. γίνεσθαι τὴν ἀναπνοὴν ἐκφυσᾶσθαί τε θερμὸν πνεῦμα· τὴν
11. δὲ ἐναντίαν αὐτῇ διὰ ψύξιν, ἐφ’ ᾗ μικρὸν καὶ ἀραιὸν γίνεται
12. τὸ πνεῦμα.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 5.2, ed. Kühn, 1824, vol. 8, p. 302-306. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩