13. Τὸν δὲ κάτω τοῦ θώρακος ὅρον οἱ μὲν
14. παλαιοὶ πάντες ὠνόμαζον φρένας, εἴθ’ ἁπλῶς ἐπελθὸν αὐτοῖς,
15. εἴθ’, ὥς τινες οἴονται, διότι φλεγμαίνοντος αὐτοῦ βλάπτονται
16. τὴν φρόνησιν οἱ κάμνοντες· ἀπὸ Πλάτωνος δ’ ἤρξατο
17. καλεῖσθαι διάφραγμα, προσαγορεύσαντος μὲν αὐτοῦ φρένας
18. ὁμοίως τοῖς ἄλλοις παλαιοῖς, ἡγουμένου δὲ τὴν τοῦ
1. διαφράγματος ἐν τοῖς ζώοις χρείαν ἔχειν, ἐπειδὴ τὸ θυμοειδὲς
2. τῆς ψυχῆς ἐν καρδίᾳ περιεχόμενον ἀπὸ τοῦ καθ’ ἧπαρ ἐπιθυμητικοῦ
3. διαφράττοι. τοὐντεῦθεν δὲ ἔθος ἔσχον οἱ ἰατροὶ
4. προσαγορεύειν αὐτὸ διάφραγμα, τῆς ἀρχαίας ἀμελήσαντες
5. προσηγορίας, ὅπερ ἐποίησαν ἀμέλει κᾀπὶ τοῦ νωτιαίου· καὶ
6. γὰρ καὶ τούτῳ τῆς οἰκείας οὐσίας ὄνομα μυελός ἐστιν, ὥσπερ
7. τοῦ νῦν προκειμένου κατὰ τὸν λόγον ὀργάνου φρένες· ἐκείνῳ
8. τε οὖν προσετέθη διορισμοῦ χάριν ὁ νωτιαῖος, ὥσπερ καὶ
9. διαυχένιος, καὶ ῥαχίτης, καὶ ψωΐτης, εἶτα μετὰ ταῦτα σχεδὸν
10. ἅπαντες εἴθισαν ὀνομάζειν ἁπλῶς νωτιαῖον· ἐνταῦθά τε
11. πάλιν ἐάσαντες τὸ τῶν φρενῶν ὄνομα, διάφραγμα καλοῦσιν.
12. Ἀριστοτέλης δὲ ὠνόμαζεν ὑπόζωμα τὸ μόριον τοῦτο
13. τοῦ ζώου, μὴ γινώσκων μηδ’ αὐτὸς ἐνέργειαν εἶναι μεγάλην
14. αὐτοῦ, χρησιμωτάτην τοῖς ζώοις· ἔστι γὰρ ἀναπνοῆς ὄργανον·
15. εἰκότως οὖν ἐμποδίζει ταύτην παθὸν, ὡς κᾀν τῷ περὶ
16. δυσπνοίας λόγῳ πρόσθεν εἴρηται, τοῖς κατὰ συμπάθειαν ἐπὶ
17. τῷ νωτιαίῳ καὶ τοῖς ἀπ’ αὐτοῦ νεύροις γινομένοις ἐν αὐτῷ
18. παθήμασι συναποδοθέντων καὶ τῶν ἰδίων αὐτοῦ. νυνὶ δὲ
1. καὶ τῶν ἄλλων αὐτοῦ παθημάτων, ὅσα κατὰ συμπάθειαν
2. τῆς ἄνωθεν ἀρχῆς ἐπιφέρει, μνημονεύσωμεν. πρὶν μὲν οὖν
3. παραφρονεῖν, πυκνὸν καὶ μικρὸν ἐργάζεται τὸ πνεῦμα· παραφρονούντων
4. δ’ ἤδη, ποικίλως ἀνώμαλον, ὡς ἐν τοῖς περὶ
5. δυσπνοίας ἐδείχθη. παραφροσύναι μὲν οὖν γίγνονται κᾀπὶ
6. τῷ τῆς γαστρὸς στόματι κακοπραγοῦντι καὶ διακαέσι πυρετοῖς
7. καὶ πλευρίτισιν καὶ περιπνευμονίαις· ἀλλ’ αἱ διὰ τὰς
8. φρένας ἐγγὺς τῶν φρενιτικῶν εἰσιν· ἐπὶ μὲν γὰρ τοῖς ἄλλοις
9. μορίοις πάσχουσι καὶ τοῖς διακαέσι πυρετοῖς ἐν ταῖς παρακμαῖς
10. αὐτῶν ἡ παραφροσύνη καθίσταται· ταῖς φρενίτισι δ’
11. ἴδιον ἐξαίρετον ὑπάρχει τὸ μηδ’ ἐν ταῖς παρακμαῖς τῶν πυρετῶν
12. παύεσθαι τὴν παραφροσύνην· οὐ γὰρ ἐπὶ συμπαθείᾳ
13. κατ’ ἐκείνην τὴν νόσον ὁ ἐγκέφαλος πάσχει, ἀλλὰ κατ’ ἰδιοπάθειάν
14. τε καὶ πρωτοπάθειαν κάμνει, καὶ διὰ τοῦτο κατὰ βραχύ
15. τε συνίσταται τοῦτο τὸ πάθος καὶ οὐκ ἐξαίφνης παρακόπτουσιν
16. ἢ ἀθρόως, ὡς ἐπὶ τοῖς ἄλλοις μορίοις, ὅσα
17. προεῖπον ἀρτίως· οὐκ ὀλίγα τε συμπτώματα προηγεῖται τῆς
18. κατασκευῆς αὐτοῦ, καὶ καλεῖταί γε πάντα ταῦτα φρενιτικὰ
19. σημεῖα, καὶ γεγράφασιν αὐτὰ πάντες οἱ πρὸ ἐμοῦ.
1. τοῦτο μὲν γὰρ ἀγρυπνίας ἢ καί τινας ὕπνους θορυβώδεις ἐπὶ
2. φαντάσμασιν ἐναργέσιν, ὡς καὶ κράξαι ποτὲ καὶ ἀναπηδῆσαι,
3. προηγουμένους ἔστιν ἰδεῖν, τοῦτο δ’ ἀλόγους ἐπιλησμοσύνας,
4. ὡς αἰτήσαντας ἀμίδα τοὺς κάμνοντας οὐκέτ’ οὐρεῖν,
5. ἢ οὐρήσαντας ἐπιλαθέσθαι προδοῦναι τὸ σκεῦος, ἢ θορυβωδέστερον
6. ἢ ὅλως θρασύτερον ἀποκρίνασθαι, καὶ μάλισθ’ ὅταν
7. ἔμπροσθεν ᾖ κόσμιος. ἀλλὰ καὶ βραχυπόται πάντες εἰσὶν
8. οὗτοι, καὶ μέγα καὶ ἀραιὸν ἀναπνέουσι, καὶ τοὺς σφυγμοὺς
9. μικροτέρους τε καὶ νευρωδεστέρους ἔχουσι, καί ποτε καὶ τὰ
10. κατ’ ἰνίον ὀδυνῶνται. πλησίον δὲ ἤδη τοῦ φρενιτίζειν ὄντες
11. αὐχμηροὺς ἱκανῶς ἴσχουσι τοὺς ὀφθαλμοὺς, ἤ τι κατὰ τὸν
12. ἕτερον αὐτῶν δάκρυον ἐκχεόμενον δριμὺ, καὶ μετὰ ταῦτα καὶ
13. λήμας καὶ φλέβας τὰς ἐν αὐτοῖς μεστὰς αἵματος, ἐκ ῥινῶν
14. τε στάξεις αἵματος, ἡνίκ’ ἤδη μηδὲ τὰς ἀποκρίσεις ἔμφρονας
15. ἀκριβῶς ποιοῦνται, κροκυδίζουσί τε καὶ καρφολογοῦσι, καὶ
16. πυρετὸν ἴσχουσιν αὐχμωδέστερον οὐ μεγάλας ἐφ’ ἑκάτερα μεταβολὰς
17. ποιούμενον, ὥσπερ ἄλλοι τινὲς, ἀκμὰς μὲν σφοδροτάτας
1. ἴσχοντες, ἐπιεικεῖς δὲ τὰς παρακμάς. τί δεῖ λέγειν περὶ
2. γλώττης ἱκανῶς τραχείας, ἢ τοῦ παρακούειν ἐνίοτε, καί ποτε
3. καὶ κατακεῖσθαι σκυθρωποὺς ἀποκρινομένους μόγις, ἢ μέρους
4. τινὸς ὀδυνηρὰν ἔχοντος διάθεσιν οὐδ’ ὅλως αἰσθάνεσθαι,
5. κᾂν σφοδρότερόν τις αὐτοῦ θίγῃ; κατὰ βραχὺ γὰρ οὕτως ἐπ’
6. ἐγκεφάλῳ πάσχοντι φρενιτίζουσιν, ἐπ’ ἄλλῳ δ’ οὐδενὶ μορίῳ
7. τὸ διηνεκές ἐστι τῆς παραφροσύνης, ὅτι μὴ διαφράγματι
8. μόνῳ· πλησίον γάρ πως ἥκει τοῦ διηνεκοῦς, ὡς δι’ αὐτὸ
9. τοῦτο δοξασθῆναι τοῖς παλαιοῖς, ἐπὶ τῷ μορίῳ τούτῳ φλεγμαίνοντι
10. γίγνεσθαι φρενιτικοὺς, ὀνομάσαι τε φρένας αὐτὸ διὰ
11. τὴν αὐτὴν ὑπόνοιαν, ὡς καὶ τῷ φρονοῦντι μορίῳ συμβαλλόμενόν
12. τι. διορίζεται δ’ ἡ ἀπὸ τούτου παραφροσύνη τῆς φρενιτικῆς
13. τοῖς τε κατὰ τοὺς ὀφθαλμοὺς συμπτώμασι
14. καὶ ταῖς ἐκ τῶν ῥινῶν αἵματος στάξεσιν, καὶ τῷ τῆς ἀναπνοῆς
15. εἴδει· μέγα μὲν γὰρ καὶ διὰ πολλοῦ χρόνου τὸ πνεῦμα
16. τοῖς ἐπ’ ἐγκεφάλῳ φρενιτικοῖς ἐφεξῆς ἐστιν ἀεί· τοῖς δ’ ἐπὶ
17. ταῖς φρεσὶν ἀνώμαλον, ὡς καὶ μικρόν ποτε γενέσθαι, καὶ
18. πυκνὸν, αὖθίς τέ ποτε μέγα καὶ στεναγματῶδες. ἀρχομένης
1. μέντοι τῆς κατὰ τὸ διάφραγμα φλεγμονῆς, πρὶν παραφρονῆσαι,
2. μικρὸν καὶ πυκνὸν ἀναπνέουσιν, ἔμπαλιν τοῖς ἐπ’ ἐγκεφάλῳ,
3. προηγεῖται γὰρ ἐκείνοις μέγα καὶ ἀραιὸν πνεῦμα· καὶ
4. συνελόντι φάναι, τῶν εἰρημένων ἀρτίως προηγεῖσθαι φρενίτιδος
5. ἤτοι γ’ οὐδὲν ἢ μικρὰ συμβαίνει τοῖς ἀρχομένοις φλεγμαίνειν
6. τὸ διάφραγμα· καθάπερ γε πάλιν ἀνασπᾶσθαι μὲν
7. ὑποχόνδριον ἴδιον αὐτῶν τῶν φρενῶν πασχουσῶν εὐθὺς ἐξ
8. ἀρχῆς, ἐπ’ ἐγκεφάλου δὲ ἕν τι τῶν ὕστερον ἐπιγενομένων,
9. ἤδη κατασκευαζομένου τοῦ πάθους καὶ οὐκ ἀρχομένου·
10. καὶ ἡ θερμασία δὲ πλείων ἐστὶ κατά τε τὴν κεφαλὴν καὶ
11. τὸ πρόσωπον ἐπὶ τῶν ἐν αὐτῇ τῇ κεφαλῇ τὴν κατασκευὴν
12. ἐχόντων τῆς παραφροσύνης. τὰ δ’ ἄλλα τοῦ διαφράγματος
13. πάθη, τά τε κατὰ πρωτοπάθειαν αὐτοῦ γιγνόμενα
14. καὶ τὰ κατὰ συμπάθειαν, τὰ μὲν οὐκ ἔστι τῆς προκειμένης
15. πραγματείας, ὅσα προδήλως πάσχει κατά τε τἄλλα συμπτώματα
16. καὶ τὰς ἐν αὐτῷ γιγνομένας ἀποστάσεις, τὰ
17. δὲ ἐν τῷ πρόσθεν εἴρηται λόγῳ.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 5.4, ed. Kühn, 1824, vol. 8, p. 327-332. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩