Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 5.5, ed. Kühn, 1824, vol. 8, p. 332-338. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.5

18. Τὸ μεταξὺ τῆς τε φάρυγγος καὶ τοῦ στόματος
19. τῆς κοιλίας, ὅπερ οἰσοφάγον ὠνόμαζον οἱ παλαιοὶ,
1. στόμαχον εἰώθασιν οἱ μετ’ Ἀριστοτέλη προσαγορεύειν, αὐτοῦ
2. τοῦ Ἀριστοτέλους οὐκ ἀεὶ τῷ παλαιῷ καλοῦντος ὀνόματι τὸ
3. μόριον τοῦτο τοῦ ζώου. χρεία δ’ αὐτοῦ διττή· μία μὲν ὡς
4. ὁδοῦ τῶν καταπινομένων καὶ τῶν ἐμουμένων, ἑτέρα δὲ, καθ’
5. ἣν ἐνεργεῖ τι πρὸς ἀμφοτέρας τὰς ὁδοὺς, τῶν τ’ ἐκ τοῦ στόματος
6. εἰς τὴν γαστέρα καταφερομένων καὶ τῶν ἐξ ἐκείνης
7. ἀναφερομένων εἰς τὸ στόμα· δύο γὰρ ἔχων ἑαυτοῦ μόρια,
8. τοὺς ὀνομαζομένους ὑπὸ τῶν ἀνατομικῶν χιτῶνας, ἕλκει μὲν
9. θατέρῳ τά τε ποτὰ καὶ τὴν τροφὴν εἰς τὴν κοιλίαν, ἐκπέμπει
10. δὲ θατέρῳ κατὰ τοὺς ἐμέτους. εἰκότως οὖν ἐστι δύο
11. γένη τῶν παθῶν αὐτοῦ, τὸ μὲν ἕτερον ὡς ὁδοῦ τῶν καταπινομένων,
12. τὸ δ’ ἕτερον ὡς ὀργάνου τῶν ἐμουμένων τε καὶ
13. καταπινομένων. ὅτι δ’ αὐτῶν τούτων τῶν δύο χρειῶν ἡ
14. ἑτέρα μὲν ἀναγκαία διαπαντός ἐστιν, ἡ δὲ ἑτέρα κατά τινας
15. καιροὺς, εὔδηλον παντί. τὸ μὲν οὖν ὡς ὁδοῦ σιτίων γένος
16. ἐν αὐτῷ τῶν συμπτωμάτων ἐστὶ, ὅταν ὑπό τινος τῶν παρὰ
17. φύσιν ὄγκων στενοχωρία τοῦ κατ’ αὐτὸν γένηται πόρου· τὸ
18. δ’ ἕτερον, ὅτ’ ἂν αὐτὸς ἀδυνατῇ τὰς ἰδίας ἐνεργείας ἐπιτελεῖν.
1. εἴρηται μὲν οὖν καὶ πρόσθεν, ἡνίκα περὶ κυνάγχης ὁ λόγος
2. ἐγένετο τῆς ἑπομένης τῇ μεταστάσει τῶν ἐν τῷ τραχήλῳ σπονδύλων,
3. ὡς ἐπίκτητος αὐτῷ στενοχωρία συμπίπτει ὑπ’ αὐτῶν
4. θλιβομένῳ· καὶ νῦν δ’ ἀναμνησθῶμεν καὶ αὐτὸ τοῦτο, συναναμεμνήσθωσαν
5. δὲ καὶ οἱ τῶν ὑποβεβλημένων αὐτῷ μυῶν
6. ὄγκοι, καθ’ ὁντιναοῦν τρόπον γιγνόμενοι, δεδήλωνται γὰρ
7. ἅπαντες ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ἐφ’ ἁπάντων δὲ
8. τούτων κοινὸν ἡ ἐν τῷ καταπίνειν στενοχωρία, τοσαύτη γιγνομένη
9. πολλάκις, ὡς ἀναπέμπεσθαι τὸ ποτὸν εἰς τὰς ῥῖνας.
10. ὅταν μέντοι φλεγμήνας αὐτὸς οἴκοθεν σχῇ τὴν στενοχωρίαν,
11. οὐκ ἐκ τῶν γειτνιώντων ἐπίκτητον, ὀδύνη σφοδρὰ γίγνεται
12. καταπινόντων, ἅμα τῇ δυσχερείᾳ τῆς διεξόδου, καὶ
13. μάλιστα ὅταν ὁ κάμνων ὕπτιος κατακείμενος ἐπιχειρῇ καταπίνειν·
14. διὸ καὶ μετασχηματίζεσθαι προθυμοῦνται καὶ ἀνακαθίζειν,
15. αὐτῷ τῷ συμβαίνοντι διδασκόμενοι, ῥᾷον ἐν τούτῳ
16. τῷ σχήματι καταπίνοντες, ὡς ἂν οὐ μικρὰ συντελούσης τῆς
17. εἰς τὸ κάταντες φορᾶς τῶν σιτίων, καὶ δυναμένης γε πολλάκις
18. καὶ μόνης γίγνεσθαι, μετὰ τὴν ἐκ τοῦ στόματος ἔκθλιψιν
1. εἰς τὴν ἀρχὴν τοῦ στομάχου· κατὰ δὲ τὴν ὑπτίαν κατάκλισιν
2. οὐδεμία βοήθεια πρὸς τῆς κατάντους γίνεται φορᾶς, ἀλλ’ ὑπὸ
3. μόνης τῆς κατὰ τὸν στόμαχον ἐνεργείας ἐπιτελεῖται τὸ τῆς καταπόσεως
4. ἔργον· ἅπαντα δ’ ἴστε τὰ φλεγμαίνοντα μόρια
5. κατὰ μὲν τὰς ἐνεργείας ὀδυνώμενα, παρηγορούμενα δ’ ἐν ταῖς
6. ἡσυχίαις. αἰσθητικοῦ δ’ ὄντος τοῦ στομάχου, συγχρῆσθαι
7. πάρεστι καὶ τούτῳ τῷ πλεονεκτήματι τοῦ μορίου πρὸς τὴν
8. διάγνωσιν τῶν ἐν αὐτῷ παθῶν, ἐκ τῆς τοῦ κάμνοντος ἀνακρίσεως,
9. ὅταν γε μὴ παντάπασιν ἠλίθιος ὑπάρχων ἀδυνατῇ
10. σαφῶς ἑρμηνεύειν ἃ πάσχει· ὡς ἐάν γε δυνατὸς ἑρμηνεύειν
11. ᾖ, μέγιστον πλεονέκτημα πρὸς τὴν διάγνωσιν αὐτοῦ
12. τῶν παθῶν ἐστιν ἡ γιγνομένη κατὰ τὸν στόμαχον αἴσθησις.
13. ἐνίοτε μὲν γὰρ ἀτονίας αἰσθάνεσθαί φασιν, ἐν πολλῷ
14. χρόνῳ μόγις διεξερχομένων τοῦ στομάχου τῶν δι’ αὐτοῦ
15. φερομένων· ἐνίοτε δὲ κατὰ μὲν τὴν πρώτην ὁρμὴν
16. ἑτοίμως κατιόντων, ἰσχομένων δ’ αὖθις, ὡς ἐσφηνῶσθαι
17. δοκεῖν, εἶτα τὸ ὑπόλοιπον τῆς φορᾶς ἀλύπως τε καὶ
18. ῥᾷστα διεξερχομένων. ὁ μὲν οὖν πρότερος τρόπος ἀτονίαν
1. ἐνδείκνυται τῆς ἐνεργείας, ὁ δὲ δεύτερος στενοχωρίαν
2. καθ’ ἕν τι μόριον· ἑκατέρου δ’ αὐτῶν τὰς διαφορὰς ἐκ τῶν
3. ἄλλων συμπτωμάτων ἔνεστι γνωρίζειν. ἐπὶ μὲν γὰρ τῆς
4. ἀτονίας, ὅταν κατὰ δυσκρασίαν μόνην γίγνηται χωρὶς ὄγκου
5. παρὰ φύσιν, ἡ κατὰ τὴν διέξοδον ὧν καταπίνουσι βραδύτης
6. ὁμαλὴ καὶ χωρὶς ὀδύνης, ἐπιτεινομένη μὲν ἐν ταῖς
7. ὑπτίαις κατακλίσεσιν, πραϋνομένη δ’ ἐν τοῖς ὀρθίοις τοῦ
8. τραχήλου σχήμασιν, ἄνευ τῆς κατὰ τὴν στενοχωρίαν αἰσθήσεως,
9. εἴωθε συμβαίνειν· ἡ δὲ σὺν ὄγκῳ τινὶ στενοχωρίαν τε
10. φέρει καθ’ ἕν τι μόριον ὑπὲρ τἄλλα, καθ’ ὃ καὶ χρόνιος ἡ
11. διέξοδος γίνεται· κᾀπειδὰν ἤτοι φλεγμονώδης, ἢ ἐρυσιπελατώδης
12. ὄγκος ᾗ, καὶ σὺν ὀδύνῃ καὶ δίψει καὶ θερμασίας πολλῆς
13. αἰσθήσει, μετὰ πυρετῶν οὐ πάνυ τι θερμῶν οὐδὲ κατὰ
14. τὴν ἀναλογίαν τοῦ δίψους· ἐὰν δέ τις τῶν μὴ πάνυ θερμῶν
15. ὄγκων ᾖ, χωρίς γε πυρετοῦ καὶ θερμασίας καὶ δίψης, τὸ
16. τῆς καταπόσεως ἀνώμαλον γίνεται, καθ’ ἕν τι μέρος ἰσχομένων
17. τῶν σιτίων, καὶ μᾶλλον ὅταν ἁδρομερέστερά τε
18. καὶ σκληρότερα καταπίνηται, καὶ σὺν ὀδύνῃ τινὶ βραχείᾳ.
19. τοιούτων συμπτωμάτων ἐν χρόνῳ πολλῷ γιγνομένων, καί 
1. ποτε καὶ πυρετῶν ἐφημέρων συμπιπτόντων, καὶ φρίκης ἔστιν
2. ὅτε, στοχαζομένοις ἡμῖν ἀπόστημα δύσπεπτον ἐν τῷ στομάχῳ
3. γίγνεσθαι, συνέβη τοῦ χρόνου προϊόντος αἴσθησιν αὐτῷ τῷ
4. κάμνοντι γενέσθαι ῥήξεως, ἐφ’ ᾖ πῦον ἤμεσεν ἔν τε τῷ παραχρῆμα
5. καὶ κατὰ τὴν ὑστεραίαν καὶ τρίτην ἡμέραν, εἶτ’
6. ἠκολούθησεν αὐτῷ τἄλλα πάντα ἐφεξῆς ἡλκωμένου στομάχου
7. σημεῖα. καὶ γὰρ ἐπὶ τοῖς δριμέσι καὶ ὀξέσι καὶ ἁλυκοῖς καὶ
8. στρυφνοῖς καταπινομένοις ᾐσθάνετο δήξεως ἢ στύψεως, ἤλγει
9. τε κατ’ ἐκεῖνο τὸ μέρος, εἰ καὶ μηδὲν κατέπινεν, ἀλλὰ μετρίως·
10. ἰσχυροτέραν γὰρ τὰ δάκνοντα καὶ στύφοντα τὴν τῆς ὀδύνης
11. αἴσθησιν εἰργάζετο. οὗτος μὲν οὖν ἐν πολλῷ χρόνῳ μόγις
12. ἐσώθη, συμβαλλούσης αὐτῷ καὶ τῆς ἡλικίας· ὅσοι δὲ
13. πρεσβύτεροι αὐτοῦ, διεφθάρησαν. ἥ γε μὴν ὀδύνη πᾶσι
14. τοῖς ἐν στομάχῳ τι πάθος ἀλγεινὸν ἔχουσι κατὰ τὸ μετάφρενον
15. διασημαίνει· καὶ ἡ αἰτία πρόδηλος ἑωρακόσιν ὑμῖν
16. ἐπιτεταμένον τῆ ῥάχει τὸν στόμαχον. ὅτι δὲ κατὰ τοὺς αὐτοὺς
17. τρόπους κᾀκ τῶν κατὰ τὸν στόμαχον ἀγγείων ἐμοῦσιν αἷμα,
18. καθ’ ὃν κᾀκ τῶν ἄλλων ἁπάντων, εὔδηλόν ἐστιν. ἀλλ’ αἱ μὲν
1. κατὰ ῥῆξιν αἵματος ἀναφοραὶ σὺν ἀλγήμασι γίγνονται διασημαίνουσαι
2. τὸν τόπον ἐν ᾧ γέγονεν ἡ ῥῆξις· ὁμοίως δ’
3. αὐταῖς καὶ αἱ κατὰ διάβρωσιν, ἢ ἀνάβρωσιν, ἢ ὅπως ἄν τις
4. ὀνομάζειν ἐθέλῃ· αἱ δὲ κατ’ ἀναστόμωσιν ἀνώδυνοι τελέως
5. εἰσὶν, αὐτῷ τε οὖν τούτῳ διορίζονται τῶν ἑτέρων καὶ τῷ
6. μήτ’ ἐπὶ πληγῇ σφοδρᾷ μήτ’ ἐπὶ καταπτώσεσι γεγονέναι, καθάπερ
7. αἱ ῥήξεις εἰώθασι γίγνεσθαι. συμβαίνουσι δὲ καὶ χωρὶς
8. προφάσεως τῆς ἔξωθεν ἐνίοτε ῥήξεις ἀγγείων ὑπὸ πλήθους
9. αἵματος· αἱ δὲ κατὰ διάβρωσιν ἑλκώσεως προηγησαμένης
10. γίγνονται· τὴν δ’ ἕλκωσιν αἵ τε ῥήξεις τῶν ἀγγείων
11. ποιοῦσιν καὶ αἱ τῶν κακοηθῶν χυμῶν ἐπιῤῥοαί· καθάπερ
12. ὁρῶνται κᾀπὶ τοῦ δέρματος συμβαίνουσαι πολλάκις.

Cliquer un n° de page pour en afficher l’image