Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 5.6, ed. Kühn, 1824, vol. 8, p. 338-345. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.6

13. Τὸ στόμα τῆς κοιλίας οἱ παλαιοὶ καρδίαν
14. ὠνόμαζον, ἀφ’ ὧν ἐπιφέρει συμπτωμάτων, ὥς φασιν, οὕτω
15. προσαγορεύσαντες· οὐ γὰρ μόνον ὡς καρδιακαῖς συγκοπαῖς,
16. οὕτω καὶ στομαχικαῖς ἁλίσκονταί τινες, ἀλλὰ καὶ σπασμοῖς
17. καὶ κάροις ἐπιληψίαις τε καὶ μελαγχολίαις, ἤδη δὲ καὶ τοῖς
18. τῶν ὑποχεομένων συμπτώμασιν, ὡς ἐν τῷ περὶ τῶν ὀφθαλμῶν
1. λόγῳ πρόσθεν εἴρηται. καὶ ταῦτα πάντα συμπασχόντων
2. αὐτῷ γίγνεται μορίων ἑτέρων· ἐπεί τοι κατὰ τὸν ἴδιον
3. λόγον ἀνορεξίας τε καὶ διαφθορὰς τῶν ἐπιπολαζόντων ἐργάζεται
4. σιτίων, ὡς τά γ’ ἐν τῷ πυθμένι τῆς κοιλίας στηρίζεσθαι
5. πεφυκότα, καὶ μάλιστα ὅτ’ ἂν ᾖ δυσδιάφθαρτα, τοιούτων
6. οὐδὲν πάσχει. προσέχειν οὖν ἀκριβῶς χρὴ τοῖς κατὰ συμπάθειαν
7. ἐπ’ αὐτῷ γινομένοις παθήμασι, καὶ χωρίζειν αὐτὰ τῶν
8. κατὰ πρωτοπάθειαν ἐκείνοις τοῖς μορίοις γιγνομένων, ὧν ταῖς
9. ἐνεργείαις λυμαίνεται τὸ τῆς γαστρὸς στόμα πάσχον, ὅπερ ὡς
10. οἱ παλαιοὶ πάντες ὠνόμαζον καρδίαν, οὕτως οἱ νῦν ὀνομάζουσι
11. στόμαχον. ὁ διορισμὸς δὲ ἐκ τῶν προηγησαμένων μάλιστα
12. γίγνεται κατάδηλος ἀνδρὶ τετριμμένῳ περὶ τὰς διαγνώσεις.
13. ἰδιότητες γάρ τινες ἄῤῥητοι προσέρχονται τοῖς ῥητοῖς
14. συμπτώμασιν, αἱ βεβαιοῦσαι τὰς διαγνώσεις τῶν πεπονθότων
15. μορίων· ἐκείνας μὲν οὖν ἕκαστος ἑαυτῷ προσεξευρήσει, τὰ δ’
16. οἷον θεμέλια τῆς ὅλης διαγνώσεως, ἐξ ὧν οἱ φιλόπονοι καὶ
17. τὰς ἀδυνάτους ῥηθῆναι τῶν συμπτωμάτων ἰδιότητας αὑτοὺς
1. διδάξουσιν, ἐγὼ διηγήσομαι. νεανίσκος τις ἡλίσκετο τῷ τῆς
2. ἐπιληψίας πάθει γραμματικὸς, ἡνίκα μάλιστα σφοδρότερον
3. ἐδίδασκεν, ἢ ἐφρόντισεν, ἢ ἐπιπλέον ἠσίτησεν, ἢ ἐθυμώθη.
4. τούτῳ τὸ στόμα τῆς κοιλίας ὑπενόησα πάσχειν, εὐαίσθητον
5. ὑπάρχον, ἐφ’ ᾧ κατὰ συμπάθειαν τὸν ἐγκέφαλον ὅλον τὸ
6. σῶμα κραδαίνειν σπασμωδῶς. ἐκέλευσα τοιγαροῦν εὐπεψίας
7. μόνης αὐτὸν ἀκριβοῦς προνοεῖσθαι, τρίτης δ’ ὥρας ἢ τετάρτης
8. ἄρτον ἐπιμελῶς ἐσκευασμένον προσφέρεσθαι, μόνον
9. μὲν, εἰ ἄδιψος εἴη, δίψης δ’ αἰσθανόμενον, ἐξ οἴνου κεκραμένου
10. τῶν ἠρέμα στυφόντων καὶ λευκῶν· οὗτοι γὰρ καὶ τονοῦσι
11. τὴν γαστέρα καὶ τὴν κεφαλὴν οὐ πλήττουσιν, ὥσπερ
12. οἱ σφοδροί. ὡς δὲ τοῦτ’ αὐτῷ πράττοντι συνέβαινε μηδὲν
13. πάσχειν, ἀκριβῆ τε γνῶσιν εἶχον ὧν ἐστοχαζόμην ἔμπροσθεν,
14. ἐδίδουν τ’ αὐτῷ τοῦ διὰ τῆς ἀλόης πικροῦ φαρμάκου δίς που
15. καὶ τρὶς ἑκάστου ἔτους, ἐπειδὴ καθαίρει τε τῶν περιττωμάτων
16. ὅλην τὴν γαστέρα καὶ ῥώννυσι πρὸς τὰς οἰκείας ἐνεργείας,
17. ἔτεσιν οὗτος ὁ ἀνὴρ οἷς ἐπεβίω πλέοσι τῶν εἴκοσι, ὑγιαίνων
1. ἀμέμπτως διετέλεσεν· εἰ δέ που σπανίως ὑπὸ περιστάσεως
2. πραγμάτων ἄσιτος ἠναγκάσθη διατεθῆναι, συνέβαινεν ἁλίσκεσθαι
3. βραχυτάτοις αὐτὸν σπασμοῖς. ἐθεασάμην δὲ καὶ
4. ἄλλους ἀπὸ τοῦ στόματος κοιλίας ἐπιληπτικῶς σπωμένους,
5. ὁπότε σφοδρῶς ἠπέπτησαν, ἢ οἴνου πλέονος ἀκρατεστέρου
6. πίνοιεν, ἢ ἀφροδισίοις ἀκαιρότερον χρήσοιντο· τινὰς δ’ ὲν
7. πυρετοῖς ἐθεασάμην σπασθέντας ἐξαίφνης οὐδενὶ προηγησαμένῳ
8. σημείῳ τῶν προδηλούντων σπασμὸν, οἷς ἐπιγενομένου
9. χολώδους ἐμέτου παραχρῆμα συνέβη πάντων ἀπαλλαγῆναι
10. τῶν ὀχληρῶν. ἔνιοι δὲ τῶν οὕτω παθόντων ἤμεσαν φαιὰ,
11. καί τινες ὅμοια πράσου χυλῷ, τινὲς δ’ ὑπὸ πλήθους ἐδεσμάτων
12. μοχθηρῶν βαρυνόμενοι καρώδεις ἐγίνοντο, μέχρι τοῦ
13. τὰ θλίβοντα τὸ στόμα τῆς κοιλίας ἐξεμέσαι πάντα. τούτων
14. οὐδὲν ἤλπισεν ἄν τις ἐπὶ στόματι κοιλίας γενέσθαι, καθάπερ
15. οὐδὲ τὰς συγκοπὰς, εἰ μὴ πολλάκις ἑωρᾶτο γιγνόμενα· νεύρων
16. γὰρ ἔχει πλῆθος ἐξ ἐγκεφάλου καθηκόντων, οὐ μὴν ὥστε
17. προσδοκῆσαι δι’ αὐτῶν εἰς τοσοῦτον συμπαθείας ἀφικέσθαι 
1. τὴν ἀρχὴν, ὡς σπασμοὺς ἐπιφέρειν· ἔτι δὲ μᾶλλον οὐδὲ τὴν
2. καρδίαν εἰς τηλικαύτην ἔρχεσθαι συμπάθειαν πάσχοντι τῷ
3. στόματι τῆς κοιλίας, ὡς ὀξεῖαν ἀκολουθῆσαι συγκοπήν. ἐγένοντο
4. δὲ πολλοῖς οὐ μόνως ὀνείρατα καὶ ὕπνοι θορυβώδεις,
5. ἀλλὰ καὶ παράνοιαι, διὰ χυμὸν μοχθηρὸν ἐν τῷ στόματι τῆς
6. κοιλίας ἀθροισθέντα. περὶ δὲ τοῦ φυσώδους τε καὶ
7. ὑποχονδριακοῦ καλουμένου νοσήματος οὐδείς ἐστιν ὃς οὐκ
8. εἴρηκεν, ὅπως δυσθύμους καὶ δυσέλπιδας καὶ σκυθρωποὺς
9. ἀπεργάζεται, καὶ τὸ σύμπαν φάναι μηδὲν ἀπολειπομένους
10. τῶν μελαγχολικῶν. φαίνονται δὲ καὶ οὗτοι μετὰ τὰς ἀπεψίας
11. σφοδρότερον ἁλισκόμενοι τοῖς εἰρημένοις συμπτώμασιν· οἱ
12. πλείους δ’ αὐτῶν καὶ σπληνώδεις εἰσὶν, ὡς λογίσασθαί τινα,
13. κᾀκ τούτου τοῦ σπλάγχνου συῤῥεῖν εἰς τὴν γαστέρα μοχθηρὸν
14. ἰχῶρα. ὅσα μὲν οὖν κατὰ τὸν ἐγκέφαλον ἢ τοὺς ὀφθαλμοὺς
15. γίγνεται συμπτώματα, μοχθηρῶν ἀναθυμιάσεσιν ἕπεται
16. χυμῶν· αἱ στομαχικαὶ δὲ συγκοπαὶ διὰ τὴν ἰδιότητα τῶν
17. κατ’ αὐτὸν ἀλγημάτων ἔκλυσιν ἐπιφέρουσιν, ἴσως δὲ καὶ τῆς
18. δυσκρασίας αὐτοῦ διϊκνουμένης εἰς τὴν καρδίαν, ὡς κᾀκείνης
1. ἐν δυσκρασίᾳ μεγάλῃ γινομένης ἀθρόαν κατάπτωσιν ἀκολουθῆσαι
2. τῆς δυνάμεως. εὔδηλον δ’ ὅτι καὶ ταῖς γυναιξὶν αἱ
3. καλούμεναι κίτται γίγνονται τοῦ μορίου τούτου πάσχοντος·
4. ὅσα γὰρ ὀρεγομέναις κυνωδῶς ἢ μηδ’ ὅλως ὀρεγομέναις ἢ
5. μοχθηρῶν ἐδεσμάτων ὀρεγομέναις γίγνεται, ταῦτα πάντα
6. τοῦ τῆς ὀρέξεως ὀργάνου παθήματά ἐστι, ὃ ἐδείχθη τὸ στόμα
7. τῆς γαστρός. ὡσαύτως δὲ καὶ αἱ καλούμεναι ναυτίαι τούτου
8. τοῦ μέρους εἰσὶ παθήματα, καθάπερ γε καὶ καρδιαλγίαι
9. καὶ λύγγες. τὰς δ’ αἰτίας ἁπάντων τῶν τοιούτων παθημάτων
10. ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις εἴπομεν, ὥστ’
11. οὐδὲν ἔτι δεῖ διατρίβειν ἐν τῷδε. καὶ γὰρ ὅσαι κατὰ δυσκρασίαν
12. αὐτῷ γίγνονται διαφοραὶ νοσημάτων, ὡς ὁμοιομερεῖ σώματι
13. συμβαίνουσαι, διήλθομεν ἐν ἐκείνοις· ὅσα δ’ αὐτῷ συμπίπτειν
14. εἴωθεν ὀργανικὰ νοσήματα, σαφῆ τὴν διάγνωσιν ἔχει,
15. καὶ λαθεῖν ὑμᾶς οὐκ ἂν οὐδὲν αὐτῶν δύναται μεμνημένους
16. τῶν κοινῶν ἐπ’ αὐτοῖς σημείων, ἔμπροσθέν τε λελεγμένων ἐν
17. τοῖσδε τοῖς ὑπομνήμασιν ἐν ἑτέροις τέ τισιν εἰρησομένων.
18. οὔτε γὰρ ἀποστήματα γιγνόμενα κατὰ τὸν τόπον τοῦτον
19. οὔτε φλεγμονώδεις ἢ ἐρυσιπελατώδεις ὄγκοι λάθοιεν ἂν ἡμᾶς,
1. ὥστ’ οὐδ’ ἕλκη· διάγνωσις μὲν γὰρ αὐτῶν κοινὴ τοῖς ἐπὶ
2. τοῦ στομάχου προειρημένοις, ἐναργεστέρα δὲ τοσοῦτον, ὅσον
3. αἰσθητηκώτερόν ἐστι τὸ μόριον τοῦτο καὶ πρόχειρον καὶ
4. σαφῆ τὴν διάγνωσιν ἔχον. ὡσαύτως δὲ καὶ περὶ τῆς τοῦ
5. αἵματος ἐξ αὐτοῦ πτύσεως ἡ μὲν τῶν σημείων ἰδέα κοινὴ
6. τοῖς ἐπὶ στομάχου προειρημένοις, ἡ διάγνωσις δ’ ἐναργεστέρα.
7. εἰκὸς μὲν δήπου καὶ τὸ κύτος ὅλον τῆς κοιλίας ἐν ὁμοίᾳ διαθέσει
8. ταῖς ἐπὶ τοῦ στόματος αὐτῆς εἰρημέναις γίγνεσθαι, καὶ
9. τὰ συμπτώματα φέρειν ὅμοια, τῷ δ’ εἶναι πολὺ βιαιότερα
10. τὰ κατὰ στόμα, παρορᾶσθαί τε καὶ καταφρονεῖσθαι πρὸς
11. τῶν ἰατρῶν, ὡς οὐδ’ ὅλως γιγνόμενα, τὰ κατὰ τὸ κάτω μέρος
12. τῆς γαστρός. ἀλλὰ τό γε τῆς πέψεως ἔργον ἐν τοῖς μετὰ
13. τὸ στόμα μέρεσι γίγνεσθαι πάντες ὡμολογήκασιν, ὥστε καὶ
14. τῶν ἀπεψιῶν αἴτιον γίγνεται τοῦτο μὴ καλῶς διακείμενον, ὅτ’
15. ἄν δηλονότι μὴ διὰ τῶν ἐδεσμάτων ἀταξίαν ἢ τὸ πλῆθος ἢ
16. τὴν ποιότητα συμβῇ τὸν ἄνθρωπον ἀπεπτῆσαι. ὅσα δ’
17. ἄλλα νοσήματα κοινὰ πάντων ἐστὶ τῶν μορίων, ὀργανικά τε
18. καὶ κατὰ μόνην δυσκρασίαν, εὔδηλον ἔχοντα τὸν πεπονθότα
1. τόπον, οὐκ ἔστιν ἴδια τῆς ἐνεστώσης πραγματείας· ἐν αὐτῇ
2. γὰρ ὅσα διαφεύγει μόρια τὴν αἰσθητικὴν γνῶσιν, ὑπέκειτο
3. σκοπεῖσθαι. περὶ δὲ τῶν ἐμούντων ἐξ αὐτῆς αἷμα διαπεφώνηταί
4. πως, οἰομένων τινῶν ἀδύνατον εἶναι δι’ αὐτῆς γενέσθαι
5. κένωσιν αἵματος ἐξ ἥπατος ἢ σπληνὸς ὁρμηθέντος,
6. ὥσπερ οὐδὲ πύου συῤῥαγέντος ἐξ αὐτῶν· ἐμοὶ δ’ ἐπὶ τῶν
7. ἔργων ἐξετάσαντι τὴν ἑκατέρων δόξαν ἐφαίνετο γίγνεσθαί
8. ποτε δι’ αὐτῆς κένωσις ἐκ τῶν εἰρημένων σπλάγχνων· ἀλλ’ εἰς
9. τὸν περὶ ἐκείνων λόγον ἡ τῶν τοιούτων ἀναβεβλήσθω διδασκαλία,
10. καὶ γὰρ ἐφεξῆς τοῖς εἰρημένοις ἔγνωκα περὶ τῶν
11. καθ’ ἧπάρ τε καὶ σπλῆνα διελθεῖν παθῶν.

Cliquer un n° de page pour en afficher l’image