Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 5.8, ed. Kühn, 1824, vol. 8, p. 354-376. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:5.8

15. Πότερον δὲ διαπαντὸς ἐν τοῖς ἰκτέροις ὁ πεπονθὼς
16. τόπος ἧπάρ ἐστιν, ἢ καί τις ἄλλη διάθεσις ἐργάζεται
17. τὸ πάθος τοῦτο, μεταβάντες ἤδη σκοπῶμεν. ὁρᾶται
1. γάρ ποτε, μηδὲν ὅλως πεπονθότος τοῦ σπλάγχνου τούτου,
2. χολῆς ὠχρᾶς ἀνάχυσις εἰς τὸ δέρμα γιγνομένη κριτικῶς, ὥσπερ
3. ἄλλα τινὰ τῶν ἀποσκημμάτων· ὁρᾶται δὲ καὶ χωρὶς κρίσεως
4. ἐκχολούμενον ἐνίοτε τὸ αἷμα κατά τινα διαφθορὰν ἀλλόκοτον,
5. ὁποία καὶ θηρίων δακνόντων γίγνεται. δηχθεὶς γοῦν
6. τις τῶν αὐτοκρατορικῶν οἰκετῶν, οἷς ἔργον ἐστὶν ἐχίδνας θηρεύειν,
7. ἄχρι μέν τινος χρόνου τῶν συνηθῶν ἑαυτῷ φαρμάκων
8. ἔπινέν τι, μεταβαλλούσης δ’ αὐτῷ τῆς χροιᾶς ὅλης, ὡς γενέσθαι
9. πρασοειδῆ, προσελθὼν ἡμῖν ἕκαστά τε διηγήσατο, καὶ
10. πίνων τῆς θηριακῆς ἀντιδότου τάχιστα τὴν κατὰ φύσιν ἀνεκτήσατο
11. χροιάν. ἐζητημένου δὲ τοῖς ἰατροῖς, εἰ φαρμακείας
12. ἐστὶν ἴδια σημεῖα, διὰ τὸ πολλάκις ἑωρᾶσθαι χωρὶς τῶν θανασίμων
13. φαρμάκων εἰς διαφθορὰν χυμῶν ἀφικνούμενον τὸ
14. σῶμα παραπλησίαν τῇ διὰ τῶν φαρμάκων γιγνομένῃ, θαυμαστὸν
15. οὐδέν ἐστι καὶ τοιαύτην ποτὲ συμβῆναι τροπὴν τῶν χυμῶν,
16. ὡς ἰκτεριωθῆναι τὸ πᾶν σῶμα. δυνατὸν δὲ καὶ διὰ
17. τὴν αὐτοῦ τοῦ ἥπατος ἀλλοίωσιν τῆς κατὰ φύσιν κράσεως,
18. ἡ τοιαύτη γενέσθαι κακοχυμία, χωρὶς ἐμφράξεως ἢ φλεγμονῆς
1. ἢ σκιῤῥου· καὶ γὰρ οὖν καὶ φαίνεταί γε σαφῶς, ἐνίοτε μὲν
2. ὅμοιον ὠχρολεύκοις πόαις ὅλον τὸ σῶμα γιγνόμενον, ἐνίοτε
3. δὲ μολίβδῳ παραπλήσιον ἔχον τὴν χρόαν, ἢ καὶ φαιοτέραν
4. τῆσδε, καί τινας ἄλλας ἀῤῥήτους ἰδιότητας χρωμάτων, ἐπὶ
5. κακοπραγίαις ἥπατος, ἄνευ τῶν παρὰ φύσιν ὄγκων· ὥσπέρ
6. γε καὶ διὰ σπλῆνα τοιαῦται γίγνονται, πολλῷ μελάντεραι τῶν
7. ἐφ’ ἥπατι, χαλεπαὶ μὲν ἑρμηνευθῆναι, γνωρισθῆναι δὲ ῥᾷσται
8. τοῖς πολλάκις ἑωρακόσιν. Στησιανὸν γοῦν, ὁπότ’ ἐπὶ
9. τῶν διαγνώσεων ἦν, οὐκ οἶδ’ ὅπως ἐδόκουν οἱ πλείους τῶν
10. ἐπισκεπτομένων ἰατρῶν ἀπόστασιν ἔχειν ἐν ἥπατι· κᾀπειδὴ
11. πλείονι χρόνῳ μηδὲν ἐπεδίδου πρὸς τὸ βέλτιον, ἐκάλεσεν κᾀμέ.
12. θεασάμενος οὖν αὐτὸν ἅμα τῷ πρῶτον εἰσελθεῖν εἰς τὸν οἶκον,
13. ἔνθα κατέκειτο, τοῦτο μὲν, ἔφην, ἤδη γίνωσκε, μηδὲν ἐν
14. τῷ σπλάγχνῳ σοι κακὸν εἶναι, τὰ δ’ ἄλλα γυμνώσας τὸ ὑποχόνδριον
15. εἴσομαι. καὶ ἦν τούτῳ τῶν ἐν τῷ βάθει μυῶν ἀπόστημα,
16. καὶ συνείλεκτο πῦον ἤδη μεταξὺ τῶν τ’ ἐγκαρσίων καὶ 
1. τῶν κάτωθεν ἄνω φερομένων λοξῶν, οὓς μέσους ἴστε κειμένους
2. τῶν τε τοῦ περιτοναίου ψαυόντων ἐγκαρσίων καὶ τῶν
3. ἐπιπολῆς ἐπὶ τῷ δέρματι λοξῶν ἄνωθεν κάτω φερομένων.
4. οὕτω δὲ καὶ ἄλλους πολλοὺς ἴστε με σημειωσάμενον, ὡς ἐκ
5. τῆς χροιᾶς ἀποφήνασθαι, ποτὲ μὲν ἧπαρ εἶναι τὸ πάσχον αὐτοῖς,
6. ποτὲ δὲ σπλῆνα, μήτε τῶν προγεγονότων ἀκηκοότα τι
7. μήτε διὰ τῆς ἁφῆς γνωρίσαντα τὸ πάθημα τῶν σπλάγχνων·
8. διὸ καὶ πολλάκις ἀκούετέ μου καταρωμένου τοῖς πρώτοις τολμήσασιν
9. ἑαυτοὺς προστάτας μὲν ἰατρικῆς θεωρίας ἀποφῆναι,
10. θεραπεύειν δὲ τοὺς νοσοῦντας οὐ βουληθέντας. οἱ πλεῖστοι
11. δὲ τούτων ἐμπειρικοί τε καὶ μεθοδικοὶ γεγόνασιν, οἷς ἄν τις
12. λέγῃ δυνατὸν εἶναι, διὰ μόνης τῆς χρόας ἐνίοτε διαγνῶναι τὸν
13. πεπονθότα τόπον, ἀνοίξαντες τὸ στόμα, τὴν ἀναίσχυντον
14. αὐτῶν γλῶτταν, ὥσπέρ τινα κύνα λυττῶντα, τοῖς διαλεγομένοις
15. ἀφιᾶσιν. ἀλλ’ οὐ πρὸς ἐκείνους ὁ νῦν ἐνεστηκὼς λόγος,
16. ὡς ἤδη καιρὸς ἐφ’ ἕτερον ἰέναι γένος συμπτωμάτων,
17. ἐνδεικνύμενον ἥπατος ἀτονίαν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ
18. φλεγμονῆς, ὥσπέρ γε καὶ μικρὸν ἔμπροσθεν ὁ περὶ τῆς
19. φλεγμονῆς αὐτοῦ λόγος ἐλέχθη μόνος, ἄνευ τῆς κατὰ τὴν
1. οἰκείαν δύναμιν ἀῤῥωστίας. ἐπεὶ τοίνυν ἔργον ἥπατος
2. ἴσμεν αἵματος γένεσιν, ἥτις ἂν αἰτία τοῦτο ποιεῖν πέφυκεν,
3. δύναμιν ἥπατος αὐτὴν ἐροῦμεν ὑπάρχειν ἰδίαν· πρόσκειται δὲ
4. τῷ λόγῳ τὸ ἰδίαν, διὰ τὰς κοινὰς ἁπάντων τῶν ἐν ἡμῖν μορίων,
5. ἃς ἐν τῇ περὶ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ διῆλθον,
6. ἑλκτικήν τε λέγω καὶ καθεκτικὴν καὶ ἀποκριτικήν·
7. ἡ γὰρ τετάρτη ἡ κατὰ τὸ γένος ἀλλοιωτικὴ κατ’ εἶδός ἐστιν
8. ἡ αἱματοποιητική. πασῶν δὲ τῶν δυνάμεων τὰς οὐσίας ἐν
9. ταῖς τῶν μορίων οἰκείαις κράσεσιν ἐμάθετε ὑπάρχειν· συμβήσεται
10. τοιγαροῦν καὶ κατὰ τὸ ἧπαρ, ὅταν εἴς τινα τῶν ὀκτὼ
11. δυσκρασιῶν ἀφίκηται, βλάπτεσθαι τὰς δυνάμεις αὐτοῦ βλάβας
12. οἰκείας τῇ δυσκρασίᾳ, περὶ ὧν εἴρηται μὲν ὁ κοινὸς λόγος
13. ἐν τῷ τρίτῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὁ δ’ ἴδιος
14. ἑκάστου μορίου κατ’ εἶδος, ἀνάλογον τῷ κοινῷ. κατὰ γοῦν
15. τὸ ἧπαρ αἱ μὲν θερμαὶ δυσκρασίαι κατοπτῶσιν καὶ συγκαίουσιν
16. τούς τε προϋπάρχοντας ἐν αὐτῷ χυμοὺς καὶ τοὺς διὰ
17. τῶν ἐν μεσεντερίῳ φλεβῶν ἀναφερομένους· αἱ δὲ ψυχραὶ
18. παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη
1. περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον
2. τὸ ἀναφερόμενον· οὕτως δὲ καὶ τῶν ἄλλων δυοῖν
3. ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται
4. τοὺς χυμοὺς, ἡ δ’ ὑγρὰ λεπτομερεστέρους καὶ ὑδαρεστέρους.
5. ὅτ’ ἂν οὖν ποτ’ ἴδητε διαχωρήματα, οἷον νεοσφαγῶν κρεῶν
6. πλύμασιν ἐοικότα, βεβαιότατον γνώρισμα τοῦθ’ ὑμῖν ἔστω
7. πάθους ἡπατικοῦ. καλεῖται δ’ ἐξαιρέτως ἡπατικὰ τὰ διὰ τὴν
8. ἀῤῥωστίαν αὐτοῦ τῆς δυνάμεως· τῆς γάρτοι τοῦ ἥπατος οὐσίας
9. ἐστὶ ταῦτ’ ἴδια παθήματα· μεμαθήκατε δ’ ὡς ἑκάστου
10. τῶν πρώτων σωμάτων ἡ οὐσία κατὰ τὴν κρᾶσίν ἐστι τῶν
11. τεττάρων ποιοτήτων. ὁμοίως δὲ ἂν οἷον αἵματος τρύγα
12. θεάσησθε δι’ ἕδρας ἐκκριθεῖσαν, ἡπατικὸν ἴστε καὶ τοῦτ’ εἶναι
13. γνώρισμα. τὸ μὲν οὖν λεπτὸν καὶ ἰχωροειδὲς ἀῤῥωστοῦντος
14. ἐξαιματοῦν ἐστι τοῦ σπλάγχνου γνώρισμα· τὸ δ’ οἷον
15. τρὺξ ὑπεροπτῶντος τὸ αἷμα. καὶ μὲν καὶ τοῦτο πολλάκις
16. ἑωρακότες μέμνησθε, κατ’ ἀρχὰς μὲν ἰχῶρας αἱματώδεις ἐκκρινομένους,
17. ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ τὸ παχὺ καὶ μελαγχολικὸν
18. αἷμα, τὰ τελευταῖα δὲ καὶ μέλαιναν ἀκριβῶς χολήν·
1. ἄρχεται μὲν γὰρ ἐνίοτε καὶ χωρὶς πυρετοῦ τὸ κατὰ τὴν ψυχρὰν
2. δυσκρασίαν πάθος, ἡνίκα λεπτὸς ἰχὼρ αἵματος ἐκκρίνεται·
3. προϊόντος δὲ τοῦ χρόνου καὶ διαφθειρομένου τοῦ κατὰ τὸ
4. σπλάγχνον αἵματος, ἐπιγίγνονται πυρετοί. καὶ λίαν γε καταφρονοῦσιν
5. αὐτῶν οἱ ἄπειροι, καί ποτε καὶ τελέως ἀπύρετος
6. αὐτοῖς ἔδοξεν ὁ κάμνων εἶναι, καὶ γεγονέναι τοῦτο λογίζονται
7. διὰ τὰς ἀσιτίας, ἃς διὰ τὴν ἀνορεξίαν μᾶλλον ἢ τὴν τῶν
8. ἰατρῶν πρόσταξιν οἱ πάσχοντες οὕτω ποιοῦνται. κατὰ γαστέρα
9. τε οὖν οὐδενὸς ἐκκριθέντος ἐν τῷ μεταξὺ καὶ τοῦ πυρετοῦ
10. δόξαντος οὐδ’ ὅλως εἶναι, λούουσίν τε καὶ συγχωροῦσιν
11. ἀμελέστερον διαιτηθῆναι. οὕτως αὖ πάλιν ἥ τε γαστὴρ
12. ἐκκρίνει διεφθαρμένα τὰ σιτία, καί τι καὶ τῶν ἡπατικῶν ἠκολούθει
13. διαχωρημάτων. ἐνίοις δὲ τῶν κατὰ ψυχρὰν δυσκρασίαν
14. ἀρξαμένων νοσεῖν οὐ μόνον οὐδὲν ἐκλύεται τὰ τῶν
15. ὀρέξεων, ἀλλὰ καὶ πεινῇν ἐνίοτέ φασι νῦν μᾶλλον ἤ
16. πρόσθεν. οὐ μὴν ταῖς γε θερμαῖς δυσκρασίαις ἕπεταί ποτ’
17. ὄρεξις σιτίων, ἀλλ’ ἀνορεξία τε δεινὴ καὶ δίψος καρτερὸν
18. καὶ πυρετὸς οὐκ ἀγεννὴς καὶ μοχθηρῶν χυμῶν ἔμετος.
1. ταῦτα μὲν οὖν ἴδια συμπτώματα τῶν ἡπατικῶν ἐστιν· ὀνομάζεσθαι
2. δ’ οὕτως ἔφην ἐκείνους, οἷς ἄῤῥωστος ἡ τοῦ σπλάγχνου
3. δύναμίς ἐστιν, ἐφ’ ὧν οἱ πλείους τῶν ἰατρῶν ἐξαπατώμενοι
4. δυσεντερίαν εἶναι νομίζουσι τὸ πάθος· ἕτερα δ’ ἐστὶν,
5. ὡς εἴρηται, τὰ τῆς φλεγμονῆς συμπτώματα. καί ποτε συνελθόντων
6. ἀμφοτέρων τῶν παθῶν, ἑκάτερα φαίνεται, καὶ χρὴ
7. πρόχειρον αὐτῶν ἔχειν τὴν μνήμην· οὕτως γὰρ οὐ μόνον ἐπαινεῖσθαι
8. πρὸς τῶν χρωμένων ἡμῖν, ἀλλὰ καὶ θαυμάζεσθαι γενήσεται,
9. προσεπιθεωροῦσι καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη,
10. καθάπερ τὸ διήκειν εἰς νόθας πλευρὰς τὸ ἄλγημα, καὶ
11. συγκατεσπάσθαι δοκεῖν τὴν κλεῖν, ἀναπνεῖν τε μικρὸν καὶ
12. πυκνόν. ἐγὼ γοῦν, ὁπότε πρῶτον εἰς Ῥώμην ἀνῆλθον, ὑπὸ
13. Γλαύκωνος τοῦ φιλοσόφου μεγάλως ἐθαυμάσθην ἐπὶ τοιᾷδέ
14. τινι διαγνώσει. συντυχὼν γάρ μοι καθ’ ὁδὸν ἔφασκεν ἐν
15. καιρῷ φανῆναι· καὶ οὕτως ἐμβαλὼν τῇ χειρὶ τὴν χεῖρα, πλησίον,
16. ἔφη, τοῦ κάμνοντός ἐσμεν, ὃν ἥκω τε θεασάμενος ἄρτι
17. καὶ παρακαλῶ μετ’ ἐμοῦ παραγενέσθαι σὲ πρὸς αὐτόν· ἔστι
18. δὲ ὁ ἀπὸ τῆς Σικελίας ἰατρὸς, ὃν πρὸ ἡμερῶν ὀλίγων ἐθεάσω 
1. περιπατοῦντα σὺν ἐμοί· τί δὲ καὶ τὸ λυποῦν, ἔφην, αὐτόν
2. ἐστιν; ὁ δὲ καὶ μάλα παρατεταγμένος ὡμολόγησεν ἐκ φανερωτάτου,
3. καὶ γὰρ ἦν οἷος μηδὲ κρυψίνους εἶναι, μηδὲ πανοῦργος·
4. ἐπεί μοί, φησιν, ἀπήγγειλαν χθὲς οἱ περὶ Γοργίαν
5. καὶ Ἀπελὰν διαγνώσεις τε καὶ προγνώσεις πεποιῆσθαί σε
6. μαντικῆς μᾶλλον ἢ ἰατρικῆς ἐχομένας, ἐπιθυμῶ πεῖραν αὐτὸς
7. σχεῖν, οὐ σοῦ τοσοῦτον, ὅσον τοῦ κατ’ ἰατρικὴν τέχνην, εἰ
8. καὶ τοιαῦτα διαγινώσκειν τε καὶ προγινώσκειν δύναται. ταῦτά
9. τε οὖν ἔλεγεν καὶ ἦμεν ἐπὶ τῇ θύρᾳ τοῦ κάμνοντος, ὡς
10. μηδ’ ἀμείψασθαί με τῷ λόγῳ δυνηθῆναι τὴν πρόκλησιν αὐτοῦ,
11. μηδ’ εἰπεῖν ἅπερ ἴστε λέγοντά με πολλάκις, ὡς ἐνίοτε μὲν
12. ἡμῖν εὐτυχῶς φαίνεταί τινα τῶν βεβαίων σημείων, ἐνίοτε δ’
13. ἀμφίβολα πάντ’ ἐστὶ, καὶ διὰ τοῦτο δευτέραν καὶ τρίτην ἐπίσκεψιν
14. ἀναμένομεν. ἀλλά τοι μετὰ τὴν πρώτην εἴσοδον
15. ἀπήντησέ τις ἡμῖν λεκάνην ἐκ τοῦ κοιτῶνος ἐκκομίζων εἰς τὸν
16. κοπρῶνα, ἔχουσαν οἷον κρεῶν νεοσφαγῶν πλύμα, λεπτὸν
17. αἵματος ἰχῶρα, βεβαιότατον σημεῖον ἥπατος πάσχοντος. ὡς
18. οὖν μηδ’ ὅλως ἑωρακὼς αὐτὸ εἰσῆλθον ἅμα τῷ Γλαύκωνι
1. πρὸς τὸν ἰατρὸν, ἐπέβαλόν τε τὴν χεῖρα τῷ καρπῷ, βουλόμενος
2. γνῶναι, πότερον καὶ φλεγμονή τις εἴη κατὰ τὸ σπλάγχνον,
3. ἢ μόνον ἀτονία. ἰατρὸς δ’ ὢν, ὡς ἔφην, ὁ κατακείμενος,
4. ἀρτίως ἔφη κατακεκλίσθαι μετὰ τὸ διαχωρῆσαι, ὥστε
5. προσλογίζου τι τῇ πυκνότητι τῶν σφυγμῶν καὶ διὰ τὴν ἐξανάστασιν
6. προσγεγονέναι. ὁ μὲν οὖν ταῦτ’ ἔλεγεν, ἐγὼ δ’
7. εὗρον φλεγμονῆς ἔμφασιν· εἶτα καὶ θεασάμενος ἐπικείμενον
8. τῇ θυρίδι χυτρίδιον μικρὸν, ὕσσωπον ἔχον ἐν μελικράτῳ παρεσκευασμένον,
9. ἐλογισάμην οἴεσθαι τὸν ἰατρὸν ἑαυτὸν εἶναι
10. πλευριτικὸν, ἀλγήματος αὐτῷ κατὰ τὰς νόθας πλευρὰς ὑπάρχοντος,
11. ὃ κᾀν ταῖς κατὰ τὸ ἧπαρ φλεγμοναῖς ἐπιγίγνεταί
12. ποτε· τούτου τοίνυν αἰσθανόμενον αὐτὸν, ἀναπνέοντά τε
13. πυκνὸν καὶ μικρὸν, ἐρεθιζόμενόν τε βηχίοις μικροῖς, ἐνενόησα
14. νομίζειν ἑαυτὸν εἶναι πλευριτικὸν, καὶ διὰ τοῦτο παρεσκευακέναι
15. τὸ ὕσσωπον ἐν τῷ μελικράτῳ. παρέχουσαν οὖν μοι
16. καὶ τὴν τύχην ὁδὸν, ὡς εὐδοκιμῆσαι παρὰ τῷ Γλαύκωνι,
17. συνιδὼν, ἐπήνεγκα τὴν ἑαυτοῦ χεῖρα κατὰ τῶν τοῦ κάμνοντος
18. ἐν τῷ δεξιῷ μέρει νόθων πλευρῶν, καὶ δεικνὺς ἅμα
19. τὸν τόπον, ἔφην ἀλγεῖν αὐτὸν ἐνταῦθα· τοῦ δ’ ὁμολογήσαντος,
1. ὁ Γλαύκων ἐκ τοῦ σφυγμοῦ μόνου τὴν διάγνωσιν
2. τοῦ πεπονθότος τόπου νομίσας γεγονέναι, καταφανὴς ἦν μοι
3. θαυμάζων. ὅπως οὖν αὐτὸν μᾶλλον ἐκπλήξαιμι, προσετίθην
4. καὶ ταῦτα· καθάπερ, ἔφην, ὡμολόγηκας ἐνταυθοῖ ἀλγεῖν,
5. προσομολόγησον ὅτι καὶ τοῦ βῆξαι γίγνεταί σοι προθυμία,
6. καὶ βήττεις ἐκ διαστημάτων μειζόνων βηχία σμικρὰ ξηρὰ, μηδενὸς
7. ἀναπτυομένου. ταῦτα λέγοντος ἐμοῦ, κατὰ τύχην
8. ἔβηξε τοιοῦτον εἶδος βηχὸς, ὁποῖον ἔλεγον· ὥστε τὸν Γλαύκωνα
9. μεγάλως θαυμάσαντα μὴ κατέχειν ἑαυτὸν, ἀλλ’ ἐπαινεῖν
10. κεκραγότα μεγάλῃ τῇ φωνῇ. μὴ τοίνυν, ἔφην ἐγὼ,
11. ταῦτα μόνα δόκει τὴν τέχνην ἱκανὴν εἶναι μαντεύεσθαι περὶ
12. τοὺς κάμνοντας, ἀλλὰ καὶ πρὸς αὐτοῖς ἔτι ταυτὶ τὰ νῦν ἐμοὶ
13. λεχθησόμενα· μαρτυρήσει δ’ αὐτοῖς ὁ κάμνων αὐτός. ἐντεῦθεν
14. δὲ πάλιν ἀρξάμενος ἔφην πρὸς αὐτόν· ὅτ’ ἂν ἀναπνεύσῃς
15. μεῖζον, αἰσθάνῃ μὲν δήπου καὶ τῆς κατὰ τὸ χωρίον ὀδύνης,
16. ὃ ἔδειξά σοι, σφοδροτέρας γιγνομένης, αἰσθάνῃ δὲ καὶ
17. βάρους ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπὶ τούτοις
18. οὐδ’ αὐτὸς ὁ νοσῶν ἔτι ἡσύχαζεν, ἀλλὰ θαυμάζων ἐκεκράγει
1. μετὰ τοῦ Γλαύκωνος. αἰσθανόμενος οὖν ἐγὼ τῆς κατὰ τὸν
2. καιρὸν ἐκεῖνον εὐτυχίας, ἐτόλμων μὲν εἰπεῖν τι καὶ περὶ τῆς
3. κλειδὸς, ὡς κατασπωμένης· εἰδὼς δὲ ταῖς μεγάλαις αὐτοῦ
4. φλεγμοναῖς ἑπόμενον, ὥσπερ οὖν καὶ τοῖς σκίῤῥοις, οὐκ ἐθάῤῥουν
5. εἰπεῖν, εὐλαβούμενος ἀποθραῦσαί τι τῶν ἔμπροσθεν
6. ἐπαίνων. ἐπῆλθεν οὖν μοι μετ’ ἀσφαλείας ἀποφήνασθαι, καὶ
7. προσβλέψας τῷ κάμνοντι, τῆς κλειδὸς, ἔφην, ὑποκατασπωμένης
8. αἰσθήσῃ διὰ ταχέος, εἰ μὴ τυγχάνει σοι γεγονὸς ἤδη
9. που τοῦτο. συνομολογήσαντος δ’ αὐτοῦ, θεασάμενος ἐγὼ
10. τὸν κάμνοντα θαυμαστῶς ἐκπεπληγότα, μίαν, εἶπον, ἔτι
11. προσθήσω τοῖς εἰρημένοις μαντείαν· ἐρῶ γὰρ καὶ τὴν τοῦ
12. κάμνοντος ὑπόληψιν, ἣν ἔχει περὶ ὧν πάσχει παθημάτων.
13. ὁ μὲν οὖν Γλαύκων οὐκ ἀπελπίζειν οὐδὲ ταύτης ἔφη τῆς μαντείας,
14. αὐτὸς δ’ ὁ νοσῶν ἐπὶ τῷ παραδόξῳ τῆς ὑποσχέσεως
15. ἐκπεπληγὼς ἐνέβλεπέν μοι δριμὺ, προσέχων τὸν νοῦν τῷ
16. ῥηθησομένῳ. καὶ δὴ καὶ φάντος μου, πλευρῖτιν αὐτὸν οἴεσθαι
17. τὴν ἐνοχλοῦσαν εἶναι νόσον, ὁ μὲν ἐμαρτύρησεν θαυμάζων,
18. οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ παρεστὼς αὐτῷ, καὶ ὁ
1. κατηντληκὼς ὡς πλευριτικὸν ἐλαίῳ πρὸ βραχέος. ὁ δὲ Γλαύκων
2. ἐξ ἐκείνου περί τε ἡμῶν καὶ ὅλης τῆς ἰατρικῆς ἔσχεν ἀξιόλογον
3. ὑπόληψιν, ἔμπροσθεν οὐδὲν μέγα τὴν τέχνην ἔχειν
4. οἰόμενος, ἐκ τοῦ μηδέποτε συντετυχηκέναι παρεσκευασμένοις
5. κατ’ αὐτὴν ἀξιολόγοις ἀνδράσιν. εἴρηταί μοι ταῦτα πρὸς
6. ὑμᾶς, ὅπως εἰδότες τά τ’ ἴδια πάθους ἑκάστου συμπτώματα
7. καὶ τὰ κοινὰ πρὸς ἕτερα πάθη, καὶ σὺν αὐτοῖς ἔτι τὰ μὲν
8. ἑκατέρου γένους ἀχώριστα, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’
9. ἀμφιδόξως ἢ σπανίως γιγνόμενα, παρεχούσης τε τῆς τύχης
10. ὑμῖν ἀφορμὴν τοιαύτην, οἵαν ἔφην ἐμαυτῷ γεγενῆσθαί ποτε,
11. δεξιῶς αὐτῇ χρῆσθαι δύνησθε. πολλάκις γὰρ ἡ μὲν τύχη μεγάλας
12. εὐδοκιμήσεως ἀφορμὰς ὑποβάλλει, χρῆσθαι δ’ αὐταῖς
13. οἱ πολλοὶ δι’ ἀμαθίαν οὐκ ἴσασιν· ἀλλ’ ὁ τεχνίτης ὅτ’ ἂν ἕν
14. τι θεάσηται σύμπτωμα τῶν ἐνδεικνυμένων τό τε πάθος ἅμα
15. καὶ τὸν πεπονθότα τόπον, ἑτέρων εὐπορεῖν εἰς πρόῤῥησιν
16. οὐκ ὀλίγων ἱκανὸς ἔσται, τῶν μὲν ἐξ ἀνάγκης ἑπομένων, τῶν
17. δὲ ὡς τὸ πολὺ, τῷ πεπονθότι τόπῳ καὶ τῷ κατ’
18. αὐτὸν πάθει. μεμνῆσθαι δ’ ὑμᾶς μάλιστα χρὴ τῶν 
1. γενικῶν θεωρημάτων, ἃ δὴ καὶ καθόλου προσαγορεύεται,
2. κοινὰ πολλῶν ὄντα τῶν κατὰ μέρος, ἵν’ ἐπὶ πάσης ὕλης τῶν
3. κατὰ μέρος πραγμάτων γυμνάζησθε διαγινώσκειν αὐτὰ ταχέως.
4. ἔστι δὲ ὁ κοινὸς λόγος, ὃν ἐρεῖν μέλλω, περὶ τῶν
5. φυσικῶν δυνάμεων, ἃς ἐν ἑκάστῳ μορίῳ προμεμαθήκατε τέτταρας
6. εἶναι κατὰ γένος· ὧν πρώτην μὲν τὴν ἑλκτικὴν ὀνομάζω,
7. τῶν οἰκείων τῷ μορίῳ χυμῶν εἰς θρέψιν ὀρεκτικήν τε
8. ἅμα καὶ ἐπισπαστικὴν οὖσαν· ἐφεξῆς δ’ αὐτῇ δευτέραν, τῶν
9. ἑλχθέντων ἀλλοιωτικὴν, καθ’ ἣν ὁ ἑλχθεὶς χυμὸς ὁμοιοῦται
10. τῷ τρεφομένῳ· καὶ ταύτης ὑπηρέτιδες ἕτεραι δύο, καθεκτικὴ
11. μὲν, ἡνίκα πέττει τὸν ἑλχθέντα χυμὸν, εἰς τὴν ἑαυτοῦ φύσιν
12. ἀλλοιοῦν, τὸ μόριον· ἀποκριτικὴ δ’, ἡνίκα μετὰ τὴν πέψιν
13. ἐκκρίνει τὸ ἄχρηστον, ὃ καλεῖται περίττωμα. ταύτας τὰς
14. δυνάμεις ἐφ’ ἑκάστου μορίου πάσχοντος ἀεὶ σκοπεῖσθαι παραινῶ,
15. πῶς ἔχουσιν εὐρωστίας τε καὶ ἀῤῥωστίας· οἷον ἐπὶ
16. τοῦ ἥπατος, ἐπειδὴ περὶ τούτου πρόκειται λέγειν, ἡ μὲν
17. ἑλκτικὴ δύναμις πάσχουσά πως, τὴν τροφὴν ἐν τῇ γαστρὶ καταλείψει
18. κεχυλωμένην, ὥστ’ ἐκκρίνεσθαι διὰ τῆς ἕδρας αὐτὴν,
19. ἀκριβῶς μὲν πεπεμμένην, ὑγρὰν δὲ καὶ ἀνεξίκμαστον.
1. ἔσται δ’ ὑμῖν τοῦτο σημεῖον αὐτῆς πεπονθυίας· ὅσα γὰρ ὑπό
2. τινων ὡς αἰτίων γίγνεται, ταῦτ’ ἐστὶν αὐτῶν σημεῖα. τοῦτο
3. τὸ πάθος ἔνιοι μεσαραίου φασὶν εἶναι, καὶ καλοῦσι τοὺς οὕτω
4. νοσοῦντας μεσαραϊκοὺς, ἐπειδὴ διὰ τῶν ἐν τῷ μεσαραίῳ τε
5. καὶ μεσεντερίῳ καλουμένῳ φλεβῶν τῆς ἀναδόσεως γινομένης
6. ὁρῶσιν ἀποτυγχανομένην αὐτὴν, ὁμοίᾳ περιπίπτοντες ἀγνοίᾳ
7. τοῖς τὰς χεῖρας ἡγουμένοις πεπονθέναι τῶν συγκοπτομένων
8. ἤτοι στομαχικῶς ἢ καρδιακῶς, ἐπειδὴ δι’ αὐτῶν ἐνεργεῖν ὡς
9. ἔμπροσθεν ἀδυνατοῦσιν. αἱ γάρτοι κατὰ τὸ μεσάραιον φλέβες
10. οἷόν περ χεῖρές εἰσι τῷ ἥπατι, τὴν ἐκ τῆς κοιλίας τροφὴν
11. ἀναφέρουσαι πρὸς αὐτό. παραπλήσιον δέ τι τούτοις ποιοῦσι
12. καὶ οἱ τῶν παραλελυμένων τὰ σκέλη διά τι πάθος τοῦ κατ’
13. ὀσφῦν νωτιαίου, τοῖς μὲν σκέλεσι προσφέροντες τὰ φάρμακα,
14. τοῦ νωτιαίου δ’ ἀμελοῦντες. εἰ μὲν οὖν φλεγμαίνοι τὸ μεσεντέριον,
15. ἤ τι τοιοῦτον πάθος ἕτερον εἴη κατ’ αὐτὸ, προσηκόντως
16. ἄν τις ὑπολάβοι τὸ πάθος τοῦτο ἴδιον ὑπάρχειν αὐτοῦ·
17. εἰ δ’ ἀῤῥωστοῦν τὸ ἧπαρ ἀδυνατοίη διὰ τῶν ἐν αὐτῷ
18. φλεβῶν ἕλκειν τὴν τροφὴν, οὐ μεσάραιον αὐτοῖς ἐστι τὸ τῆς
1. θεραπείας δεόμενον, ἀλλ’ ἧπαρ, ὥσπερ οὐδ’ αἱ χεῖρες, ἢ τὰ
2. σκέλη τοῖς διά τι πάθος τοῦ νωτιαίου παραλελυμένοις. ἀλλ’
3. ἥ γε διάγνωσις ὑμῖν ἔσται τῶν ἤδη φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες
4. ἐχόντων πάθος ἐν μεσεντερίῳ τὰ κάτω διαχωρούμενα
5. κατασκεπτομένοις ἐπιμελῶς. οὐ γὰρ μόνον οἷα τοῖς ἀτονοῦντος
6. ἥπατος ἕλκειν ἐφ’ ἑαυτὸ τὴν τροφὴν εἴρηται διαχωρεῖσθαι,
7. τοιαῦτα καὶ τούτοις ἀκριβῶς ἐκκρίνεται, ἀλλὰ φανεῖταί γε ὑμῖν
8. ἐπιμεμίχθαί τις ὡς ἐκ φλεγμονῆς ἰχώρ· ἁπάντων γὰρ τῶν
9. φλεγμαινόντων μορίων, οἷς μηδὲν στέγασμα περίκειται πυκνὸν
10. καὶ παχὺ, λεπτοὶ μὲν κατ’ ἀρχὰς ἰχῶρες ἀποῤῥέουσι, πεττομένων
11. δὲ τῶν φλεγμονῶν, παχύτεροι καὶ πυωδέστεροι. ὅτ’
12. ἂν οὖν τι τοιοῦτον τοῖς ἐγκεχυλωμένοις διαχωρήμασιν ἐμφέρηται,
13. μηδεμιᾶς ἐν ἥπατι φλεγμονῆς οὔσης, ἡγεῖσθαι χρὴ τὸ μεσάραιον
14. αὐτοῖς πεπονθέναι. ὥσπερ δὲ τοῦ μὴ δυναμένου δι’
15. ἀτονίαν ἐπισπᾶσθαι τὸν ἐκ τῆς κοιλίας χυλὸν ἡ ἑλκτικὴ
16. πέπονθε δύναμις, οὕτως τοῦ κατέχειν μὴ δυναμένου τῆς
17. περισταλτικῆς καὶ καθεκτικῆς δυνάμεώς ἐστιν ἀτονία· καὶ
18. διὰ ταύτην ἔκκρισις ἐν ἀρχῇ μὲν αἵματος ἰχωροειδοῦς
1. γίγνεται, μετὰ ταῦτα δ’ ἤδη καὶ παχυτέρου καὶ οἷον τρυγώδους.
2. οὕτως ἕτεραί τινες ἐκκρίσεις οὐ δι’ ἀῤῥωστίαν, ἀλλὰ
3. διὰ ῥώμην τῆς ἐκκριτικῆς δυνάμεως γίγνονται, πολλάκις μὲν
4. ὑγιαινόντων κατὰ τὰ πάντα, πλήθους λόγῳ, πολλάκις δὲ καὶ
5. τοῦ πεπονθότος δι’ ἥπατος ἐκκαθαιρομένου, τῆς φύσεως ἀναῤῥωννυμένης·
6. πεφθέντων γὰρ ἐν αὐτῷ τῶν μοχθηρῶν χυμῶν,
7. ἕπεται διάκρισις, ὡς τοὺς μὲν χρηστοὺς κατέχεσθαι, τοὺς δὲ
8. φαύλους ἐκκρίνεσθαι. καί τινες ὀνομάζουσι καὶ τὰς τοιαύτας
9. ἐκκρίσεις αἱματηρὰς δυσεντερίας, γιγνομένας ἐνίοις καὶ
10. τῶν ἀποκοπέντων τι κῶλον, ἢ μετὰ τὸν ἐν γυμνασίοις πολλοῖς
11. βίον εἰς ἀργὸν μεταστάντων. ὤφθη δέ ποτε καὶ γυναιξὶν
12. ἐκ καταμηνίων ἐπισχέσεως ἡ τοιαύτη κένωσις αἵματος
13. δι’ ἕδρας γιγνομένη, καθάπερ δὴ καὶ δι’ ἐμέτων ἐνίαις ἐπὶ ταῖς
14. τοιαύταις. ἀλλὰ καὶ τούτοις μὲν εἰλικρινὲς αἷμα τοῖς τῶν
15. σφαττομένων ἱερείων ὅμοιον γίγνεται κατά τε τὴν κάτω γαστέρα
16. καί ποτε καὶ διὰ τῆς ἄνω, μοχθηρὸν δὲ καὶ ἰλυῶδες
17. ἢ σηπεδονῶδες ἐπὶ ταῖς ἐρυσιπελατώδεσί τε καὶ φλεγμονώδεσι
18. διαθέσεσι πεττομέναις. σπανίως δέ ποτε καὶ τοῖς ἡπατικοῖς
1. πάθεσιν, ὅταν ὑπὸ τῶν βοηθημάτων τονωθῇ τὸ ἧπαρ, ἐκκρίσεις
2. ἐπιγίγνονται μοχθηρόταται κατά τε τὸ χρῶμα καὶ τὴν
3. ὀσμὴν, ἐκκαθαιρομένου τοῦ σπλάγχνου. κατὰ δὲ τὸν αὐτὸν
4. τρόπον οὐρεῖται τούτοις οὖρα μοχθηρότατα, δυνάμενα σφᾶλαι
5. τοὺς ἀπείρους ἰατροὺς, ὡς ὀλεθρίως ἔχοντος τοῦ κάμνοντος.
6. οἱ γὰρ ἄνευ λογισμοῦ διὰ πείρας μόνης ἄλογον τριβὴν
7. κτώμενοι τῶν σπανίως γιγνομένων ἀπείρως ἔχουσιν, ὡς ἂν
8. τῶν πλειστάκις καὶ ὡσαύτως ἑωραμένων μνημονευτικοί τινες
9. ὄντες. ὅτι δὲ ἐπὶ προήκοντι τῷ χρόνῳ τοῦ νοσήματος ἅμα
10. τοῖς τῆς πέψεως σημείοις αἱ τοιαῦται γίγνονται κενώσεις, οὐχ
11. ἅπαξ, ἀλλὰ πολλάκις ἐν ταῖς ἐξηγήσεσι τῶν Ἱπποκράτους
12. συγγραμμάτων ἐμάθετε. καθάπερ οὖν τῆς καθεκτικῆς δυνάμεως
13. ἀτονούσης ποτὲ καὶ μὴ δυναμένης κατέχειν τὸ βαρῦνον
14. αὐτὴν ἡ ἀποκριτικὴ δύναμις τὸ λυποῦν ἐκκενοῖ, κατὰ τὸν
15. αὐτὸν τρόπον ἀῤῥωστούσης τῆς ἀποκριτικῆς κατέχεταί τινα
16. μὴ πάνυ βαρυνομένης τῆς καθεκτικῆς. ἄλλοτε γὰρ ἄλλη δύναμις
17. ἐν ἑκάστῳ τῶν ὀργάνων ἰσχυροτέρα τε καὶ ἀσθενεστέρα 
1. γίγνεται κατὰ τὴν ἐπὶ τὰς ἐνεργείας ἀναφορὰν, εἰς ἔννοιαν
2. ἡμῶν ἀφικνουμένων ἑκάστης δυνάμεως· ἐπεί τοι κατά γε τὸ
3. ἀληθὲς, ὅλον ἀεὶ τὸ μόριον ἐνεργεῖ κατὰ τὴν ἰδιότητα τῆς
4. ὑπαρχούσης ἑκάστοτε κράσεως αὐτῷ. ἀλλ’ ἐνίοτε μὲν ὑπομένει
5. βαρυνόμενον, ἐν χρόνῳ τε πλείονι τοῦ λυποῦντος ἐκράτησεν,
6. κατεργασάμενόν τε καὶ ἀλλοιῶσαν καὶ πέψαν αὐτό· καθ’ ἕτερον
7. δ’ αὖ χρόνον ἤτοι τὴν ποιότητα τοῦ λυποῦντος ἢ τὸ πλῆθος
8. οὐ φέρον ἐξορμᾷ πρὸς τὴν ἔκκρισιν αὐτοῦ· καθάπερ γε
9. πάλιν ἐνίοτε μεγάλως ἀνιώμενον, ἀποῤῥῖψαί τε τὸ λυποῦν
10. ἐφιέμενον, ὑπ’ ἀσθενείας ἀδυνατεῖ, καταπεπτωκὸς εἰς ἐσχάτην
11. ἀτονίαν. ἃ σύμπαντα καθ’ ἕκαστον ὄργανον φυσικὸν
12. ἐννοοῦντας ὑμᾶς γυμνάζειν χρὴ τὸν λογισμὸν εἰς τὴν διάγνωσιν
13. αὐτῶν· εὑρήσετε γὰρ οὕτω σκοποῦντες ἐνίων μορίων
14. οὐδ’ ὅλως ἐζητημένα τὰ πάθη ὑπὸ τῶν παλαιῶν, καθάπερ
15. οὐδὲ τῆς χοληδόχου κύστεως. εἰ γὰρ, ὡς ἐδείξαμεν, ἕλκει
16. τὸ χολῶδες ὑγρὸν εἰς ἑαυτὴν, ὥσπερ οἱ νεφροὶ μὲν τὸν οἷον
17. ὀῤῥὸν τοῦ αἵματος, ὁ δὲ σπλὴν τὸ παραπλήσιον, ὅπερ ἐν μὲν
18. τοῖς οἴνοις τρὺξ, κατὰ δὲ τοὔλαιον ἀμόργη, γενήσεταί ποτε
1. καὶ δι’ ἀτονίαν τῆς κύστεως ταύτης ἀκάθαρτον αἷμα,
2. καί τις οὗτος ἕτερος τρόπος ἰκτέρου γενέσεως ἐπὶ τοῖς εἰρημένοις
3. ἔμπροσθεν ὑπάρχει τρισίν. ἐγχωρεῖ δέ ποτε καὶ πληρωθεῖσαν
4. αὐτὴν, ὥσπερ ἡ οὐροδόχος κύστις οὔρων, μὴ δύνασθαι
5. κενωθῆναι δι’ ἔμφραξιν ἢ ἀτονίαν τῆς ἐκκριτικῆς δυνάμεως·
6. ὥσπέρ γε καὶ δι’ ἔμφραξιν ἢ ἀτονίαν τῶν εἰς ἧπαρ
7. ἀπ’ αὐτῆς ἀνεστομωμένων ἀγγείων οὐχ ἕλξει ποτὲ τὸ χολῶδες
8. ὑγρόν. ἐπισκοπεῖσθαι τοιγαροῦν ἀναγκαιότατόν ἐστιν ἐν
9. τοῖς ἰκτερικοῖς παθήμασι τὴν τῶν διαχωρουμένων ἰδέαν, ἔστι
10. γάρ τις ἡμῖν κᾀκ τοῦδε πρὸς τὴν διάγνωσιν ὠφέλεια. ἐγὼ
11. γοῦν ἐννοήσας τοῦτο, τῶν ἰκτεριώντων εὗρον ἐνίοις ἱκανῶς
12. κεχρωσμένα τῇ ξανθῇ χολῇ τὰ διαχωρήματα, καθάπερ ἐνίοις
13. τὰ οὖρα, καὶ κατὰ τὸ δέρμα, τινῶν μὲν ἐκκρινόμενον ἐν τοῖς
14. λουτροῖς τὸ πλεῖστον, τινῶν δ’ ἐπεχόμενον τὸ πλεῖστον τῆς
15. ξανθῆς χολῆς, ὀλίγιστον δὲ ἐκκρινόμενον. ἀκριβῶς δὲ αὐτὸ
16. κατανοῆσαι πειρώμενοι, χωρὶς τοῦ προαλείψασθαι τὸν ἄνθρωπον,
17. ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα κελεύετε· θεάσεσθε
18. γὰρ οὐ τὸν αὐτὸν ἐπὶ πάντων κατὰ τὸ κοῖλον τῆς στλεγγίδος
1. ἀθροιζόμενον, ἀλλ’ ἐπὶ τινῶν μὲν ὑδατωδέστερον, ἐπὶ τινῶν
2. δὲ χολωδέστερον· ὥστε μετὰ τῶν προγεγονότων ὑμῖν ἡ διάγνωσις
3. ἔσται σαφεστέρα τοῦ πεπονθότος τόπου προσλαβοῦσι
4. καὶ τοῦτο τὸ γνώρισμα. πυρέξας γοῦν τις ὀξὺν καὶ χολώδη
5. πυρετὸν ἑβδομαῖος ἀπηλλάγη τοῦ νοσήματος, χολῆς ξανθῆς
6. παμπόλλης εἰς τὸ δέρμα κατασκηψάσης, ἐπὶ δὲ τῶν ἑξῆς ἡμερῶν
7. ὁ ἴκτερος αὐτῷ παρέμενεν. ἐπεσκεψάμεθα τά τε διαχωρήματα
8. καὶ τὰ οὖρα· φαινομένων δ’ ἀμφοτέρων κατὰ τὴν
9. φύσιν ἔχειν, καὶ διὰ τοῦτ’ ἀπαθὲς εἶναι τὸ σπλάγχνον ἐνδεικνυμένων,
10. εἰς ἔννοιαν ἦλθέ μοι δυνατὸν εἶναι, παχυτέραν τὴν
11. κατασκήψασαν εἰς τὸ δέρμα χολὴν ὑπάρχειν. ἐκ τούτου τοῦ
12. λογισμοῦ προτραπεὶς, καὶ καταμαθὼν ὁποῖός τις ὁ ἱδρώς ἐστι,
13. φανέντος ὑδατώδους, ἔγνων δυσδιαφόρητον εἶναι τὴν χολὴν,
14. ἐκέλευσά τε τῷ κάμνοντι χρῆσθαι θερμοῖς ὕδασιν αὐτοφυέσι
15. διαφορητικοῖς, ἅμα τῷ καὶ τὴν δίαιταν ὑγροτέραν ποιεῖσθαι
16. καὶ μετρίως λεπτύνειν πάχος χυμῶν δυναμένην. οὗτος μὲν
17. οὕτως ἀπηλλάγη τοῦ πάθους, ἑνὶ βοηθήματι τῆς τε διαγνώσεως
18. αὐτοῦ βεβαιωθείσης καὶ τῆς ἰάσεως συντελεσθείσης.
19. ἑτέρῳ δὲ πλῆθος ἐν τῇ στλεγγίδι χολῆς εὑρὼν, ὑπενόησα
1. γεννᾶσθαι πολλὴν ἐν ὅλῳ τῷ σώματι, καὶ τῇ θεραπείᾳ πρὸς
2. τοῦθ’ ἁρμοττούσῃ χρησάμενος ἰασάμην. ὅσοις δ’ ἀπυρέτοις,
3. ἅμα τῷ βάρους τινὸς αἴσθησιν εἶναι κατὰ τὸ δεξιὸν ὑποχόνδριον,
4. ἴκτερος ἐγένετο, τούτοις ἅπασι προεκφράττων, ὡς ἴστε,
5. τὰς ἐμφράξεις λεπτύνουσιν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις,
6. εἶτα πιεῖν διδοὺς χολαγωγὸν φάρμακον, ἰασάμην
7. ἡμέρᾳ μιᾷ τοὺς πλείστους αὐτῶν· ἐφ’ ὧν δ’ οὐδὲν ἤνυε τὸ
8. καθαρτικὸν, αὖθις ἰσχυρότερον ἐκφρακτικὸν ποτίσας, ἐκ δευτέρου
9. πάλιν ἐκάθηρα βιαιότερον, ὡς ἐπὶ τῷ τέλει τῆς καθάρσεως
10. ἅμα δήξει σφοδροτάτῃ τὴν χολὴν ἐκκριθῆναι κυανίζουσαν
11. μᾶλλον ἢ ξανθήν. ἐπὶ τούτων οὖν ἡγοῦμαι τὴν χοληδόχον
12. κύστιν ὅμοιόν τι πάθημα παθεῖν τῷ τῇ τὸ οὖρον ἀθροιζούσῃ
13. γιγνομένῳ ἐνίοτε· καὶ γὰρ καὶ κατ’ αὐτὴν ἀθροίζεταί
14. ποτε τοσοῦτον, ὡς ὑπερδιαταθεῖσαν αὐτὴν ἀδυνατεῖν
15. ἐκκρῖναι τὸ περιεχόμενον. ἀλλ’ ἐπὶ μὲν τῆς οὐροδόχου κύστεως,
16. οὐ χεῖρον γὰρ αὐτὴν οὕτως ὀνομάσαι, διττῶς γίγνεται
17. τοῦτο· ποτὲ μὲν δι’ ἀῤῥωστίαν τῆς ἀποκριτικῆς δυνάμεως,
1. ἐνίοτε δ’ ἤτοι διὰ βαθὺν ὕπνον, ἤ τινα ἀσχολίαν ἐπισχεθέντος
2. ἐπὶ πλέον τοῦ οὔρου, κᾀκ τούτου τῆς κύστεως
3. ὑπερδιαταθείσης, καὶ ταύτην αὐτὴν αἰτίαν ἐχούσης τὴν δύναμιν
4. αὐτῆς ἀῤῥωστῆσαι· κατὰ δὲ τὴν χοληδόχον κύστιν, ὡς
5. ἂν οὐδὲν εἰς τὴν ἀπόκρισιν βοηθουμένην ὑπὸ δυνάμεως ψυχικῆς,
6. ἀρχὴ μία τῆς ἀτονίας ἐστὶν, ὥσπερ κᾀπὶ τῶν ἄλλων
7. ὀργάνων φυσικῶν, ἐκ δυσκρασίας τοῦ μορίου γιγνομένη.

Cliquer un n° de page pour en afficher l’image