ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΕΠΟΝΘΟΤΩΝ
ΤΟΠΩΝ ΒΙΒΛΙΟΝ Ζ.
1. Ἐκ τῶν προειρημένων ἐπὶ τοῦ ἥπατος
2. οὐδὲν ἔτι χαλεπὸν εὑρίσκειν ὑμᾶς, ἐκ τίνων σημείων ὁ σπλὴν
3. πεπονθὼς διαγιγνώσκεται, πρὸς τῷ καὶ τὰς φλεγμονὰς αὐτοῦ
4. διὰ σκληρότητα ῥᾳδίως ὑποπίπτειν ἁπτομένοις. ἔχων δὲ τὰ
5. πλεῖστ’ αὐτῶν κοινὰ πρὸς ἧπαρ, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
6. ἔχειν αὐτὰ διαλλάττει. τὰ μὲν γὰρ τῆς χρόας ὅλου τοῦ σώματος
7. ἐπὶ τὸ μελάντερον ῥέπει κατὰ τὸ τῆς ἀτονίας αὐτοῦ
8. πάθος. ἐπεὶ δὴ τὴν ἐνέργειαν ἔχει φύσει, τὸ μελαγχολικὸν
1. ἐκ τοῦ ἥπατος ἕλκειν αἷμα εἰς ἑαυτὸν, τούτῳ γὰρ ἐδείχθη
2. τρεφόμενος, τῆς οὖν ἑλκτικῆς αὐτοῦ δυνάμεως ἀτόνου γενομένης,
3. ἀκάθαρτον εἰς ὅλον τὸ σῶμα φέρεται τὸ ἐξ ἥπατος
4. αἷμα, καὶ κατὰ τοῦτο μελάντερον αὐτοῖς γίνεται τὸ χρῶμα.
5. καὶ μέντοι καὶ ἀποκρίνει πολλάκις ἐξ ἑαυτοῦ περιττώματα,
6. καθάπερ τὸ ἧπαρ, ὥστε καὶ δι’ ἐμέτων ἅμα ναυτίαις ἐκκριθῆναί
7. ποθ’ αἷμα μελαγχολικὸν, ὑπελθεῖν τε κάτω τοιοῦτον
8. ἄλλο· καὶ χωρὶς δὲ τῆς τοιαύτης κενώσεως, ἀθυμίας τε καὶ
9. δυσθυμίας μελαγχολικὰς ἐργάζεται, καὶ σιτίων ἐνίοτε μὲν
10. ὀρέξεις σφοδροτάτας, καὶ μάλισθ’ ὅταν ἀκριβῶς ὀξῶδες ᾖ τὸ
11. φερόμενον εἰς τὴν γαστέρα περίττωμα, πολλάκις δ’ ἀνατροπήν
12. τε καὶ ὑπτιασμὸν, ὅταν ἑτέραν τινὰ ἔχῃ διαφθοράν.
13. σκιῤῥούμενος δ’ ὅπως ὑδέρους ἐπιφέρει, συμπαθοῦντος
14. αὐτῷ τοῦ ἥπατος, καὶ ἔμπροσθεν εἴρηται. καὶ μέντοι καὶ
15. παθόντων ποτ’ ἀμφοτέρων τῶν σπλάγχνων, ἰκτέρους γιγνομένους
16. ἐθεασάμεθα πρὸς τὸ μελάντερον τῶν συνηθῶν ῥέποντας,
17. ὡς νομίζειν τὴν ξανθὴν χολὴν ἀσβόλῃ μεμίχθαι· καί
18. τινες τῶν ἰατρῶν, ἀπαθὲς εἶναι τοῖς τοιούτοις τὸ ἧπαρ ὑπολαμβάνοντες,
1. ἀποροῦσιν ὅπως ἐπὶ σπληνὶ γίγνονταί τινες
2. ἴκτεροι, καθάπερ καὶ ὅσοι χωρὶς ἥπατος ἡγοῦνται παρεγχύσεσιν
3. ὑδερικαῖς περιπίπτειν τοὺς κάμνοντας ἐπὶ μόνῳ τῷ
4. σπληνὶ σκιῤῥωθέντι. τὴν δ’ αὐτὴν ἀπορίαν ἔχουσι καὶ περὶ
5. τῶν ἐπ’ ὀξέσι νοσήμασιν ὑδέρων, ἀφ’ ὧν ἐπὶ δυσκρασίᾳ τῇ
6. κατὰ θερμότητα, πολλάκις δὲ καὶ ξηρότητα, τὸ ἧπαρ οὕτως
7. ἔπαθεν ἰσχυρῶς, ὡς μηκέθ’ αἱματοῦν τὴν τροφήν· οὐδὲ γὰρ
8. ἐπὶ τούτων ἡγοῦνται πεπονθέναι τὸ σπλάγχνον, ἐθισθέντες
9. ὑπὸ τῶν περὶ τὸν Ἐρασίστρατον ἀπαθὲς εἶναι νομίζειν ἕκαστον
10. τῶν μορίων, ὅτ’ ἂν μήτ’ ὄγκος τις εἴη κατ’ αὐτὸ μήθ’
11. ἕλκος. ἀλλ’ ἐκείνοις μὲν συγχωρητέον ἔσται οὕτως ὑπολαμβάνειν,
12. οὐδὲν ἡγουμένοις νόσημα γίγνεσθαι κατὰ δυσκρασίαν·
13. ὅσοι δὲ τῶν ἰατρῶν ἑπόμενοι τοῖς ἐναργῶς φαινομένοις, ἐπὶ
14. τῷ ψυχθῆναί τι μόριον ὑπολαμβάνουσι γίγνεσθαί τινα συμπτώματα,
15. οὐ θαυμάσαι τούτων ἐστὶ τοὺς ὑδέρους οὐδ’
16. ἐφ’ ἐνὶ τόπῳ πεπονθότι συνίστασθαι νομιζόντων; εἰ γὰρ ὅτι
17. μηδεὶς ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ἥπατι, διὰ τοῦτ’ ἀπαθὲς
18. ὑπάρχειν ἡγοῦνται τὸ σπλάγχνον, οὐδ’ ἄλλο οὐδὲν ἔσται
1. πεπονθὸς ἐπὶ τῶν ἀθρόον ἀκαίρως ψυχρὸν ὕδωρ μοχθηρὸν
2. πιόντων, εἶθ’ ὑδέρῳ καταληφθέντων ἐπ’ αὐτῷ. βλάπτει μὲν
3. οὖν τὸ οὕτως ποθὲν ψυχρὸν ἄλλοτ’ ἄλλο μόριον τῶν ἔνδον,
4. ἢ μᾶλλον τῶν ἄλλων, ἢ πρῶτον, ὡς ἂν καὶ τύχῃ τι κατ’ ἐκεῖνον
5. τὸν χρόνον ἀσθενέστερον ὑπάρχον· ἀπ’ αὐτοῦ δ’ εἰς
6. τὸ ἧπαρ ἀνάγκη διαδοθῆναι τὴν ψύξιν, εἰ μέλλοι τις ὑδερικὴ
7. διάθεσις ἀκολουθῆσαι. οὕτως οὖν καὶ διὰ τὸν σπλῆνα γίγνεταί
8. ποθ’ ὕδερος, ἢ μετ’ ὄγκου ψυχθέντα, καθάπερ ἐν τοῖς
9. σκίῤῥοις, ἢ καὶ χωρὶς ὄγκου, καθάπερ ἐν ταῖς ἀθρόαις τε καὶ
10. ἀκαίροις μοχθηροῦ ψυχροῦ πόσεσιν. ὅτι δὲ καὶ μελαγχολικαὶ
11. γίγνονται δυσθυμίαι, διαπέμποντος αὐτοῦ τοιοῦτον περίττωμα
12. τῷ στόματι τῆς γαστρὸς, ἐν τῷ κατ’ ἐκεῖνο λόγῳ πρόσθεν
13. εἴρηται· ὥστ’ οὐδὲν ἔτι δεῖ πλείω λέγειν ὑπὲρ αὐτοῦ,
14. τῶν μὲν ὀργανικῶν ἐν αὐτῷ παθῶν οὐ δεομένων λογικῆς
15. διαγνώσεως, τῶν δὲ κατὰ τὴν δυσκρασίαν ἔκ τε τῶν νῦν
16. εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τῇ περὶ τῶν κατὰ τὸ
17. ἧπαρ παθῶν διδασκαλίᾳ· τινὰ μὲν γὰρ αὐτῶν ὀνομαστὶ
1. λέλεκται, τινὰ δ’ ὁμοίως συνιστάμενα ἐκείνοις καὶ τὴν διάγνωσιν
2. ὁμοίαν αὐτοῖς ἕξει.