3. Ἤδη καὶ πρόσθεν εἶπόν τι περὶ τῶν κατὰ
4. τὴν γαστέρα παθῶν, εἰς μέγιστα μόρια δύο διελὼν αὐτὴν τῷ
5. λόγῳ, τό τε πρῶτον ἄνωθεν, ὃ συνεχές ἐστι τῷ στομάχῳ,
6. πολλοῖς νεύροις αἰσθητικοῖς διαπεπλεγμένον, ἕτερον δὲ τούτῳ
7. συνεχὲς ἄχρι τῆς κατὰ τὸ ἔντερον ἐκφύσεως. ἔστι δ’
8. ὥσπερ ἑκατέρου χρεία τοῖς ζώοις ἴδιος, ἀνάλογόν τε τῇ χρείᾳ
9. τὰ συμπτώματα διαφέροντα, κατὰ τὸν αὐτὸν τρόπον ὅσα
10. κοινὰ πάθη τῶν ὁμοιομερῶν ἐστι καὶ τῶν ὀργανικῶν, ὑπάρχει
11. δήπου καὶ τούτοις κοινὰ πρὸς ἄλληλά τε καὶ σύμπαν τὸ
12. ἔντερον. ἡ δὲ τῶν συμπτωμάτων ὁμοιότης οὐ μόνον τούτοις
13. πρὸς ἄλληλά ἐστι, ἀλλὰ καὶ τοῖς ψαύουσιν αὐτῶν, ὥσπερ
14. τοῖς νεφροῖς πρὸς τὸ κῶλον. ἔνια μὲν οὖν εὔγνωστον ἔχει
15. τὸν πεπονθότα τόπον, ὥσπερ αἱ δυσεντερίαι καὶ οἱ τεινεσμοί·
16. χρὴ δ’ ὑμᾶς ἐν τῷ παρόντι λόγῳ τὰς κυρίως ὀνομαζομένας
17. δυσεντερίας ἀκούειν, ὡς σημαινούσης τῆς προσηγορίας
18. ἐντέρων ἕλκωσιν· οὔτε γὰρ ἀθρόως γίγνεται τὸ πάθος
1. τοῦτο, καθάπερ θάτερον, ἐν ᾧ τὸ ἧπαρ ἔφαμεν πάσχειν,
2. ἴδιά τε γνωρίσματα αὐτῷ σύνεστιν. ἐν ἀρχῇ μὲν οὖν ἔκκρισις
3. χολῆς δακνώδους ἱκανῶς ἐπ’ αὐτοῦ γίγνεται, μετὰ δὲ
4. ταύτην ἀκολουθεῖ ξύσματα τῶν ἐντέρων· εἶτα τοῖς ξύσμασι
5. συνεκκρίνεταί τι μικρὸν αἵματος, ἡνίκ’ ἤδη δυσεντερία τὸ πάθος
6. ἐστί. ὁπότε μὲν οὖν μόνα ταῦτα τὰ ξύσματα διαχωρεῖται,
7. προσέχειν χρὴ, μή τι πιμελῶδες αὐτοῖς συνεκκρίνεται·
8. τῶν παχέων γὰρ ἂν οὕτως ἐντέρων ἡ ἕλκωσις εἴη· τοῦ δ’
9. αἵματος ἤδη συνεκκρινομένου, σκοπεῖσθαι χρὴ, πότερον ἀναμέμικται
10. τοῦτο τοῖς ἄλλοις ὅλον ὅλοις, ἢ καθ’ ἕν τι μέρος αὐτῶν
11. ἐποχεῖται. τὸ μὲν γὰρ ἀναμεμιγμένον ἐν τοῖς ὑψηλοτέροις
12. ἐντέροις ἐνδείκνυται τὴν ἕλκωσιν εἶναι, τὸ δ’ ἐποχούμενον
13. ἐν τοῖς ταπεινοτέροις· ὁρᾶται δὲ τοῦτο κᾀπὶ τῶν
14. ξυσματωδῶν ἐκκρίσεων γιγνόμενον, ἀλλ’ ἧττον σαφῶς ἢ ἐπὶ
15. τοῦ αἵματος. ὡσαύτως δὲ κᾂν ἐφελκὶς ἐκκρίνηται, δηλώσει
16. ποίων ἐστὶν ἐντέρων, ἐξ αὐτῆς τε τῆς οἰκείας οὐσίας καὶ
17. τοῦ μεμίχθαι τοῖς ἐκκρινομένοις, ἢ καθ’ ἕν τι μέρος αὐτῶν
18. ἐποχεῖσθαι. διαφέρει δ’ οὐ σμικρὸν εἰς τὴν θεραπείαν
1. ἐγνῶσθαι τὴν ἕλκωσιν, ἐν τίνι μέρει τῶν ἐντέρων ἐστίν. αἱ
2. μὲν γὰρ ἐν τοῖς ὑψηλοτέροις ὑπὸ τῶν καταπινομένων φαρμάκων
3. ὠφελοῦνται, αἱ δ’ ἐν τοῖς ταπεινοτέροις ὑπὸ τῶν
4. ἐνιεμένων ὠφελοῦνται. διορίζονται δὲ τῶν ἀφ’ ἥπατος ἐκκρίσεων
5. αἱ τοιαῦται δυσεντερίαι τῷ τε λεπτὸν αἵματος ἰχῶρα
6. κατ’ ἀρχὰς ἐκκρίνεσθαι ταῖς ἀφ’ ἥπατος, εἶτα τοῦ πάθους
7. αὐξανομένου παχὺν χυμὸν οἴνου τρυγὶ παραπλήσιον· ἔτι τε
8. τῷ μηδὲν ἐπ’ αὐτῶν συνεκκρίνεσθαι ξυσματῶδες, ἀλλὰ καὶ
9. διάλειμμα δυοῖν ἡμερῶν ἢ καὶ τριῶν ἐνίοτε γίγνεσθαι ταῖς
10. ἡπατικαῖς ἐκκρίσεσιν, εἶτ’ αὖθις ἐπανέρχεσθαι τὸ κακὸν, ἐκκρινόντων
11. αὐτῶν πολὺ χείρω τῶν ἔμπροσθεν· οὐ μὴν ἐπί γε
12. τῶν κατ’ ἔντερα ἑλκώσεων οὕτω φαίνεται γιγνόμενον, οὔτε
13. γὰρ ἀθρόον οὔτ’ ἐκ διαστημάτων χρόνου μακρῶν ἐκκρίνουσιν.
14. αἱ μέν τοι κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεις, ἃς τεινεσμοὺς
15. ὀνομάζουσι, σφοδρὰς μὲν ἐντάσεις καὶ προθυμίας
16. ἰσχυρὰς ἐπιφέρουσι, ἐκκρίνουσι δ’ ὀλίγα, κατ’ ἀρχὰς μὲν
17. φλεγματώδη τε καὶ πιμελώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ
18. ξυσματώδη· πάντα γε μὴν ταῦτα κατὰ πάντα τὸν χρόνον
1. ἄμικτα τοῖς ἄνωθεν ἀφικνουμένοις φαίνεται. γεγράφασι δέ
2. τινες ἐπὶ σφοδροτάταις ἐκκρίσεων προθυμίαις, ἀλγημάτων
3. ἰσχυρῶν προηγησαμένων, ἐκκρῖναί τινας λίθους πωροειδεῖς
4. ὁμοίους τοῖς ἐν τῇ κύστει συνισταμένοις, ὅπερ οὔτε εἶδον αὐτὸς
5. οὔτ’ ἄλλου τινὸς ἑωρακότος ἤκουσα. κώλου δ’ ἄλγημα
6. σφοδρὸν εἶδον πολλάκις, ὑπὸ τῶν ἰατρῶν οὐ κώλου
7. νομιζόμενον, ἀλλὰ νεφρῶν εἶναι, καθάπερ γε καὶ τὸ τῶν νεφρῶν
8. εἰς κῶλον ἀναφερόντων. ἔνιοι δ’ αὐτῶν ᾤοντο, μηδὲ
9. γενέσθαι ποτὲ κωλικὴν διάθεσιν ἐν τοῖς ἀριστεροῖς μέρεσιν.
10. ἔχει μὲν οὖν τι δυσδιόριστον ἐν ἀρχῇ τὰ πάθη, καθ’ ὃν χρόνον
11. οὐδὲ μεγάλης διαφορᾶς βοηθημάτων χρῄζει· σκοπεῖσθαι
12. μέν τοι χρὴ καὶ τότε τὰ πλεονάζοντα συμπτώματα. ναυτίαι
13. γὰρ ἅμα ἐμέτοις γίγνονται πολὺ μείζους τε καὶ συνεχέστεραι
14. τοῖς τὸ κῶλον ἀλγοῦσιν, ἐμεῖταί τε φλεγματώδη καὶ διεφθαρμένα
15. πλείω τούτοις, ἴσχεταί τε τὰ διαχωρήματα μᾶλλον ἅμα
16. τῷ μηδὲ φύσαν ἐκκρίνεσθαι μήτ’ ἐρυγὴν γίγνεσθαι· πολλάκις
17. δὲ καὶ ὥσπερ συμπεριστρεφόμενόν ἐστιν αὐτοῖς τὸ ἄλγημα καὶ
18. πλέονα τόπον ἐπιλαμβανόμενον· ἐνίοτε δὲ καὶ κατὰ διαφέροντα
1. μόρια σφοδρότερον γινόμενον, ἐρηρεισμένων καθ’ ἕνα τόπον
2. ἀεὶ τῶν νεφριτικῶν ἀλγημάτων. ὅταν γε μὴν ὑψηλότερον
3. ὑπάρχῃ τὸ ἄλγημα τῆς θέσεως τῶν νεφρῶν, ἐναργὴς ἡ διάγνωσίς
4. ἐστιν ἐπὶ τῆς τοῦ κώλου πείσεως· εἰ δὲ κατὰ τὴν τῶν
5. νεφρῶν εἴη θέσιν, ἐρηρεισμένον τε καθ’ ἕνα τόπον, οὐδὲν εἰς
6. διάγνωσιν ἐκ τούτου λαμβάνειν ἐστί. ἀλλὰ πρὸς οἷς ἄρτι
7. διῆλθον ἐπισκεπτέον ἐστὶ καὶ τὰ οὖρα· πάνυ γὰρ ὑδατώδη
8. καὶ καθαρὰ τό γε κατ’ ἀρχὰς οὐρεῖται τοῖς νεφριτικοῖς, ὥσπερ
9. ἐν ταῖς ἑξῆς ἡμέραις ὑπόστασιν ἴσχοντα τραχεῖαν, εἶτ’ ἀκριβῶς
10. ψαμμώδη. κᾂν διαχωρήσῃ δέ ποθ’ ἡ γαστὴρ ἐπὶ τῶν
11. κωλικῶν, πνευματωδέστερά πως ἐκκρίνεται, καὶ πολλάκις γ’
12. ἐποχεῖται τῷ ὕδατι, τῇ συστάσει παραπλήσια βολβίτοις. ἀλλὰ
13. καὶ παρηγοροῦνται τοῖς χαλαστικοῖς ἐνέμασιν οἱ κωλικοὶ παροξυσμοὶ
14. μᾶλλον τῶν νεφριτικῶν· ἔστι δ’ ὅτε καὶ χυμοῦ
15. τινος ψυχροῦ συνεκχυθέντος αὐτοῖς, παραχρῆμα παύονται,
16. τοῦ παρηγορικοῦ βοηθήματος οὐ παρηγορικοῦ μόνου, ἀλλὰ
17. καὶ θεραπευτικοῦ καὶ διαγνωστικοῦ γενομένου. καθάπερ δὲ
18. χυμὸς ψυχρὸς ἐπὶ τούτων ἐκκριθεὶς, οὕτως ὁ λίθος ἐπὶ τῶν
1. νεφριτικῶν οὐρηθεὶς ἀπήλλαξέ θ’ ἅμα τῆς ὀδύνης ἐνεδείξατό
2. τε τὸν πεπονθότα τόπον, ὥστε τοῦ λοιποῦ τῆς δυσπαθείας
3. αὐτῶν προνοεῖσθαι· ὥσπερ γὰρ ἐν ταῖς ὀδύναις ἀμφότερα
4. τὰ μόρια τῶν αὐτῶν δεῖται βοηθημάτων, οὕτως ἐν τῷ
5. μετὰ ταῦτα χρόνῳ διαφερόντων. διὸ καὶ νομίζειν χρὴ βλάβην
6. οὐδεμίαν ἔχειν ἡμᾶς εἰς τὴν θεραπείαν ἐκ τοῦ δυσδιάκριτον
7. εἶναι τὴν πρώτην εἰσβολὴν αὐτῶν· οὔτε γὰρ δέονται τηνικαῦτα
8. διαφόρων βοηθημάτων, οὔτ’ ἔξωθεν οὔτ’ ἔσωθεν,
9. ἀλλ’ ἀρκεῖ τὰ παρηγορικὰ μόνον. τεταγμένων δὲ τῶν ἐντέρων
10. ἁπάντων μετὰ τὴν γαστέρα, τῆς μὲν νήστεως ὑψηλοτάτης,
11. ἐφεξῆς δὲ αὐτῆς τοῦ λεπτοῦ καλουμένου, μεθ’ ὃ τοῦ μὲν
12. τυφλοῦ πρὸς τὰ κάτω μέρη τὴν ἔκτασιν ἔχοντος, τοῦ δὲ κώλου
13. πρὸς τὴν ἄνω χώραν ἀναφερομένου, μέχρι τοῦ συνηρτῆσθαι
14. πολλάκις ἥπατί τε καὶ σπληνὶ, θαυμάζειν ἐπῆλθέ μοι,
15. πόθεν ἐπείσθησαν οὐ μόνον οἱ ἰατροὶ σχεδὸν ἅπαντες, ἀλλὰ
16. καὶ οἱ ἰδιῶται, τὰ σφοδρότατα τῶν ἀλγημάτων, ἐν οἷς ἂν
17. τύχῃ μέρεσι γιγνόμενα, τοῦ κώλου νομίζειν εἶναι. φαίνεται
18. μὲν οὖν τοῦτο κᾀμοὶ πιθανώτατον ὑπάρχειν, ἀλλὰ καὶ ζητήσαντι
1. τὴν αἰτίαν τοῦ σφοδροῦ τε ἅμα καὶ μονίμου τῆς ὀδύνης,
2. οὐχ ἁπλῶς πεισθέντι τοῖς ἀποφηναμένοις. οὐ γὰρ ὥσπερ
3. ἐπὶ τῶν ἐν νεφροῖς καὶ οὐρητῆρσι λίθων ἐσφηνωμένων ἀλγήματα
4. γίγνεται σφοδρὰ κατὰ τὴν δίοδον, οὕτω κᾀπὶ τῶν
5. λεπτῶν ἐντέρων εὐλόγως ἄν τις ὑπολάβοι, τὰ περιεχόμενα
6. πνεύματα ψυχρὰ καὶ χυμοὺς ὁμοίους αὐτοῖς, ἐργάζεσθαι τὴν
7. ὀδύνην· ἡ γὰρ τοῦ σώματος οὐσία τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις
8. χιτώνων ἀραιά τέ τις οὖσα καὶ λεπτὴ, κατέχειν ἐπὶ πλέον
9. οὐ δύναται τὰ τοιαῦτα τῶν αἰτίων. εὔλογον οὖν ἐστιν
10. ἔν τινι πυκνῷ καὶ παχεῖ σώματι γεννηθέντα ψυχρὸν καὶ
11. παχὺν ἢ γλίσχρον χυμὸν, ἢ πνεῦμα φυσῶδες οὐκ ἔχον διέξοδον,
12. ὀδύνην ἐργάζεσθαι, σφοδρὰν μὲν κατ’ ἄμφω, διά τε
13. δυσκρασίαν καὶ τάσιν τῶν σωμάτων ἐν οἷς στέγεται, μακρὰν
14. δὲ, τῷ μὴ δύνασθαι κενωθῆναι ῥᾳδίως, εἰργόμενον ὑπό
15. τε τοῦ πάχους καὶ τῆς πυκνότητος τῶν περιεχόντων αὐτὸ
16. σωμάτων. γίγνονται δέ ποτε καὶ ἄλλοι πόνοι σφοδρότατοι
17. κατὰ τὰ μετέωρα μέρη τῶν ἐντέρων, ἱκανῶς σπαράσσοντες
18. ἐμέτοις, ὡς ἐπὶ τέλει κόπρον ἐμέσαι τινὰς, ἐξ οὗ πάθους
1. σπανιώτατά τις ἐσώθη, καὶ καλοῦσί τινες αὐτὸ εἰλεὸν, καθάπερ
2. ἕτεροι χορδαψὸν, ὅτ’ ἂν ἐξέχῃ τις ὄγκος ἐν τῇ χώρᾳ
3. τῶν λεπτῶν ἐντέρων, ὡς δοκεῖν οἷον χορδήν τινα περιεστράφθαι
4. τὸ ἔντερον. εὔλογον οὖν ἔδοξε τοῖς πρὸ ἡμῶν ἰατροῖς,
5. ἤτοι διὰ φλεγμονὴν, ἢ ἔμφραξιν κόπρου ξηρᾶς τὰ τοιαῦτα
6. γίγνεσθαι πάθη τῶν λεπτῶν ἐντέρων. ἕτερα μέντοι συμπτώματα
7. πάντων ἅμα πεπονθότων εὐλόγως ἐπιστεύθη γίγνεσθαι,
8. τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς, ὥσπερ αἵ τε λειεντερίαι καὶ
9. αἱ κοιλιακαὶ καλούμεναι διαθέσεις, ὅσαι μὴ δακνώδεις εἰσίν·
10. αἱ μὲν γὰρ δακνώδεις αὐτῷ τῷ δάκνειν ἐξορμῶσιν ἐπὶ τὴν
11. ἀπόκρισιν ἅπαν τὸ ἔντερον· ὅσαι δ’ οὐ δάκνουσιν, ἀτονίαις
12. ἐντέρων ἕπονται, διὰ τὸ μὴ δύνασθαι κατέχειν τὰ περιεχόμενα
13. μηδ’ ἐπ’ ὀλίγον χρόνον, ἐκκρινόντων αὐτὰ παραχρῆμα, καθάπερ
14. ἄχθος τι βαρῦνον ἀποτιθέμενα ταῖς στραγγουρίαις ἀνάλογον·
15. ὁρῶνται γὰρ κᾀκεῖναι γιγνόμεναι ποτὲ μὲν διὰ δριμύτητα
16. καὶ δῆξιν ἀποκρινούσης τῆς κύστεως συνεχῶς τὸ παραγιγνόμενον
17. εἰς αὐτὴν, ἔστι δὲ ὅτε μὴ φερούσης τὸ βάρος
1. αὐτοῦ, κᾂν ὀλίγον εἴη. τὰς δ’ ἐργαζομένας αἰτίας τὸ λειεντερικὸν
2. πάθος ἑτέρωθι γεγραμμένας ἔχετε καταμόνας, πρὸς τῷ
3. κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου καὶ τοῖς τῶν φυσικῶν δυνάμεων
4. ὑπομνήμασιν, ἔτι τε τοῖς τῶν συμπτωμάτων αἰτίοις
5. εἰρῆσθαι. νῦν γὰρ οὐ περὶ τῶν τὰς νόσους ἐργαζομένων
6. αἰτίων ὁ λόγος ἐστὶν, ἀλλὰ περὶ τῶν πεπονθότων τόπων,
7. ὅσοι τὴν διὰ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως ἐκφεύγουσι γνῶσιν.
8. ἐπεὶ δ’ εἰς τὴν τούτων ἀκριβῆ διάγνωσιν ἐνίοτε καὶ περὶ τῶν
9. διαθέσεων αὐτῶν ἠναγκάσθην εἰπεῖν τι, διὰ τοῦτο καὶ περὶ
10. τῶν ἐργαζομένων αὐτὰς αἰτίων ἐπεμνήσθην. ὥστε καταπαύειν
11. ἐνταῦθα προσήκει τὸν περὶ τῶν ἐντέρων λόγον· ὅσα
12. γὰρ ἐναργῶς ἔστι πάθη γνῶναι συνιστάμενα κατὰ αὐτὰ, καὶ
13. ταῦτα κοινὰς ἔχει τὰς διαγνώσεις τοῖς προειρημένοις· τὰ γὰρ
14. τῶν ἀποστημάτων, ἢ φλεγμονῶν, ἢ σκίῤῥων, ἢ πνευματώσεων,
15. ἢ ἐρυσιπελάτων γνωρίσματα γιγνωσκόμενα πᾶσιν, ὅταν ἐν
16. τοῖς κατὰ τὴν κοιλίαν τόποις ὀφθῇ, καὶ τοῦ πάθους ἅμα καὶ
17. τοῦ πεπονθότος τόπου τὴν διάγνωσιν ἐνδείκνυται, καὶ λέλεκται
18. καὶ περὶ τούτων ἐν τοῖς ἔμπροσθεν λόγοις αὐτάρκως.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 6.2, ed. Kühn, 1824, vol. 8, p. 381-389. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:6.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩