Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 6.3, ed. Kühn, 1824, vol. 8, p. 390-401. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:6.3

1. Ἐὰν μὲν εἰσβάλλῃ ἐξαίφνης νεφρῖτις, ἀξιολόγου
2. λίθου σφηνωθέντος, ἤτοι κατά τινα τῶν νεφρῶν, ἢ
3. καὶ τῶν οὐρητήρων, παραπλήσιον ἄλγημα γίγνεται τοῖς κωλικοῖς·
4. διορίζεται δὲ τῷ τε πλήθει καὶ μεγέθει τῶν ναυτιῶν,
5. ἅμα τοῖς ἐμουμένοις χολώδεσί τε καὶ φλεγματώδεσιν οὖσιν,
6. καί τι καὶ τῆς ἐδηδεσμένης τροφῆς μεμιγμένον ἔχουσι·
7. πολλάκις καὶ τῷ τόπῳ, τῶν ὑψηλῶν μερῶν τοῦ κώλου πασχόντων·
8. ἔστι δ’ ὅτε καὶ τῷ μὴ καθ’ ἕνα τόπον ἐρηρεῖσθαι
9. τὴν ὀδύνην, ἀλλ’ ἐνειλεῖσθαί τε καὶ μέχρι πλείονος ἐκτείνεσθαι,
10. καὶ μηδὲ φύσαν προΐεσθαι· ταῦτα γὰρ ἅπαντα μόνοις
11. γίγνεται τοῖς κωλικοῖς, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ὅταν
12. δ’ ἐκ τῶν ὑφισταμένων τοῖς οὔροις, ἢ καί τινος οὐρηθέντος
13. λίθου σαφῶς διορισθείη, ζήτημα οὐκέτ’ οὐδὲν ὑπολείπεται.
14. πολλοὶ δὲ τῶν πασχόντων, ὀδύνης μετρίας αἰσθάνονται διὰ
15. βάθος κατὰ τὰς λαγόνας ὑπαρχούσης ἀπ’ ἀρχῆς, οὐδέπω
16. ψαμμώδους οὐδενὸς ἐκκρινομένου σαφῶς· ἐφ’ ὧν, ὡς ἴστε,
17. διδοὺς τῶν φαρμάκων ὅσα θρύπτει τοὺς ἐν τοῖς νεφροῖς λίθους,
18. ἅμα τε διάγνωσιν ἀκριβῆ ποιούμενος τοῦ τε πάθους
1. καὶ τοῦ πάσχοντος τόπου, καὶ θεραπείας ἀρχὴν ἴσχω τὴν
2. αὐτήν. ἐὰν γὰρ εὑρεθῇ τι ψαμμῶδες ἐν τοῖς οὔροις ἐπὶ τῇ
3. πόσει τοῦ φαρμάκου, νεφριτικὸν τότε πάθος ἔγνων ὑπάρχειν,
4. ἐφεξῆς τε δίδωμι τῶν αὐτῶν φαρμάκων, ἅμα τῇ λοιπῇ θεραπείᾳ.
5. διεγνωσμένου δὲ, ὅτι πάσχει τις οὕτω νεφρὸς, ἐὰν
6. ἀλγήματα μετὰ φρίκης ἐκ διαλειμμάτων ἀνωμάλως φαίνηται
7. γιγνόμενα, καὶ πυρετοί τινες ἐπ’ αὐτοῖς ἄτακτοι, τηνικαῦτα
8. κατακλίνοντες ἐπὶ τὴν γαστέρα τὸν κάμνοντα, καί ποτε καὶ
9. κατὰ θάτερον πλευρὸν, ὡς ὑψηλὸν εἶναι τὸ πεπονθὸς μέρος,
10. ἐρωτᾶτε μή τινος βάρους ὥσπερ ἐκκρεμαμένου κατὰ τὸν ἀλγοῦντα
11. νεφρὸν αἰσθάνονται· τούτων γὰρ αὐτοῖς συμβαινόντων,
12. ἀπόστημα χρὴ προσδέχεσθαι συνιστάμενον, ἐφ’ ᾧ πεφθέντι
13. πῦον οὐρηθὲν ἅμα τε τῆς ὀδύνης ἀπαλλάττει τὸν
14. κάμνοντα καὶ κίνδυνον ἑλκώσεως ἐπιφέρει τῷ νεφρῷ, καὶ
15. διὰ τοῦτο πειρᾶσθαι χρὴ παντὶ τρόπῳ τῆς ἐπουλώσεως αὐτοῦ
16. φροντίζειν· ἐὰν μὴ διὰ ταχέων εἰς οὐλὴν ἀχθῇ, δυσθεραπευτότερον
17. γίγνεται. σημεῖα δὲ τοῦ διαμένειν τὴν ἕλκωσιν ἔν
18. τε τοῖς οὐρουμένοις οὐκ ἀσαφῆ καὶ τῷ κάμνοντι πολλάκις 
1. ὀδύνης αἴσθησις ἐν τῷ κατὰ τὸν πεπονθότα νεφρὸν χωρίῳ·
2. συνεκκρίνεται δ’ αὐτοῖς ἐνίοτε καὶ πῦον, ὡς ἀφ’ ἕλκους, ὀλίγον·
3. ἐφελκὶς δ’ ὁμοίως ἐκκρίνεται, ἔστι δ’ ὅτε καὶ αἷμα σημαῖνον
4. ἀναβιβρώσκεσθαι τὸ ἕλκος· ἀλλὰ καὶ ῥηγνυμένου ποτ’
5. ἀγγείου διὰ πλῆθος, ἢ ἐκ καταπτώσεως, ἢ πληγῆς σφοδρᾶς,
6. οὔρησαν αἷμα δαψιλὲς ἔνιοι· καί ποτε καὶ φλεβὸς ἀναστομωθείσης
7. αὐτοῖς γίγνεται τοῦτο. τῶν δ’ ἑλκῶν αὐτῶν τῶν ἐν
8. τοῖς νεφροῖς τεκμήρια βεβαιότατα τὰ συνεξερχόμενα τοῖς
9. οὔροις σαρκία σμικρὰ, τῆς τῶν νεφρῶν οὐσίας ὄντα μόρια,
10. κατὰ τὴν ἐπιπλέον ἀνάβρωσιν ἐκ τῆς ἑλκώσεως ἀποῤῥυπτόμενα.
11. τά γε μὴν ταῖς θριξὶν ὅμοια καὶ ὁ Ἱπποκράτης μὲν
12. εἶδεν τοῖς οὔροις συνεξερχόμενα, καθάπερ αὐτὸς ἐν ἀφορισμοῖς
13. ἔγραψεν, καὶ ἡμεῖς δὲ ἐθεασάμεθα, ποτὲ μὲν σπιθαμιαῖα τὸ
14. μῆκος, ἔστι δ’ ὅτε καὶ μείζω, καί ποτε καὶ πάνυ σμικρὰ,
15. ὥστε με θαυμάζειν, εἰ ἐν τῇ κοιλίᾳ τῶν νεφρῶν συνέστη τηλικαῦτα·
16. καὶ διὰ τοῦτο πιθανώτερον ἐφαίνετό μοι, τὴν γένεσιν
17. αὐτῶν ἐν ταῖς φλεψὶν εἶναι, καθ’ ὃν τρόπον ἐν ταῖς κνήμαις
18. ἔν τινι τόπῳ τῆς Ἀραβίας, ὥς φασι, τὰ καλούμενα
1. δρακόντια γίνεται, νευρώδη μὲν τὴν φύσιν, ἕλμινσι δὲ καὶ τῇ
2. χρόᾳ καὶ τῷ πάχει παραπλήσια. λεγόντων μὲν οὖν ἑωρακέναι
3. ταῦτα πολλῶν ἤκουσα, μὴ θεασάμενος δ’ αὐτὰ, οὐκ ἔχω
4. συμβαλεῖν οὔτε περὶ τῆς γενέσεως αὐτῶν οὔτε περὶ τῆς οὐσίας
5. ἀκριβῶς οὐδέν· ὅπου γε καὶ τὰς οὐρουμένας τρίχας
6. ἰδὼν, ἐκ μὲν τῆς χρόας τε καὶ συστάσεως ἐπειθόμην τοῖς εἰρηκόσιν
7. αὐτὰς ἐκ παχέος τε καὶ γλίσχρου χυμοῦ θερμανθέντος τε
8. καὶ ξηρανθέντος ἐν ταῖς φλεψὶ συνίστασθαι, τοῦ μήκους
9. δ’ αὐτῶν οὐκ ἐπινοῶ τὴν αἰτίαν. ἀλλὰ τήν γε θεραπείαν,
10. ὁπότε πρῶτον εἶδον, ἤλπισα διὰ τῶν οὐρητικῶν φαρμάκων
11. ἔσεσθαι, καὶ οὕτως ἀπέβη, καὶ σχεδὸν ἅπασιν οἷς
12. συνέβη τὸ πάθημα τοῦτο, νεφριτικὸν οὐδὲν οὔτ’ ἔμπροσθεν
13. ἦν οὔτ’ αὖθις ἐπεγένετο σύμπτωμα, θεραπευθεῖσιν ὑπὸ τῶν
14. οὐρητικῶν φαρμάκων. ἀλλὰ κᾂν ἄλλη τις ἐκκαθαίρηται τῶν
15. φλεβῶν δι’ οὐρήσεως μοχθηρία χυμῶν, οὐδὲν ὑπ’ αὐτῆς εἶδον
16. οὔτε νεφροὺς οὔτε κύστιν οὔτε τοὺς οὐρητικοὺς πόρους
17. παθόντας, ὥσπερ οὐδ’ εἰ πῦον ἐκκρίνειέ τις πολὺ δι’ οὔρων,
18. ἀλλὰ κατά γε τοῦτο, παραπλησίως ἔχει ταῦτα τοῖς κατὰ τὰ
19. ἔντερα, πάσχει γὰρ οὐδ’ ἐκεῖνά τι κατὰ τὰς ἡπατικὰς διαθέσεις,
1. καίτοι ὑπὸ χολῆς ἀκράτου βλαπτόμενα, καθάπερ αὖ
2. πάλιν ἡ κύστις ὑπὸ δριμέων οὔρων διόδου χρόνῳ πολλῷ γενομένης
3. ἑλκοῦται. νεφρῶν γε μήν ἐστι καὶ ἄλλό τι πάθος, ἐφ’
4. οὗ λεπτὸς ἰχὼρ αἵματος οὐρεῖται, τοῖς ἐπὶ τῶν ἡπατικῶν
5. παθῶν ἐν ἀρχῇ γιγνομένοις διαχωρήμασιν ὅμοιος, πλὴν ὅσον
6. αἱματωδέστερα ὀλίγῳ φαίνεται· συμβαίνει δὲ τοῦτο καὶ διὰ
7. παραπλησίαν μέν τινα διάθεσιν ἐν νεφροῖς γινομένην, οἵαν
8. ἐν ἥπατι τὴν τῆς ἀτονίας ἔφαμεν εἶναι, καὶ δι’ εὐρύτητα δὲ
9. τῶν ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς νεφροὺς τὸ οὖρον διηθούντων
10. στομάτων, ἢ πόρων, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς.
11. ἐμοὶ δὲ δοκοῦσιν οἱ νεφροὶ πεπονθέναι καὶ κατὰ τοῦτο τὸ
12. πάθος, ὅ τινες μὲν ὕδερον εἰς ἀμίδα, τινὲς δὲ διάῤῥοιαν εἰς
13. οὖρα, τινὲς δὲ διαβήτην, ἔνιοι δὲ δίψακον ὀνομάζουσι, σπανιώτατα
14. γιγνόμενον. ἐμοὶ γοῦν ὤφθη δὶς ἄχρι δεῦρο, διψώντων
15. μὲν ἀμέτρως τῶν πασχόντων, καὶ πινόντων γε δι’ αὐτὸ
16. τοῦτο δαψιλῶς, οὐρούντων τε τὸ ποθὲν ἐν τάχει τοιοῦτον,
17. οἷον ἐπόθη· παραπλήσιον δ’ αὖ καὶ τοῦτο κατὰ νεφροὺς καὶ
18. κύστιν πάθος, οἷον ἐν κοιλίᾳ καὶ ἐντέροις ἡ λειεντερία. περὶ
1. μὲν οὖν λειεντερίας ἰδίᾳ γέγραπται, δεικνύντων ἡμῶν οὐ μόνον
2. τὴν κοιλίαν, ἀλλὰ καὶ πᾶν τὸ ἔντερον ἐπὶ μὲν τὴν ἀπόκρισιν
3. ἐν τάχει παραγίγνεσθαι τῶν καταποθέντων σιτίων τε
4. καὶ πομάτων, οὐ δυνάμενα φέρειν οὐδ’ ἐπ’ ὀλίγον ἀλύπως
5. ἢ τὸ βάρος αὐτῶν, ἢ τὴν ποιότητα· περὶ δὲ τῆς εἰς τὴν κύστιν
6. ἀθρόας τε καὶ ταχείας φορᾶς ἀδύνατον ἀτονίαν αἰτιάσασθαι
7. τῆς γαστρὸς, ἢ τῆς νήστεως, ἢ τῶν λεπτῶν ἐντέρων·
8. εἴπερ γὰρ ἀδυνατοῦντα βαστάζειν τὸ ποτὸν ἐπὶ τὴν ἔκκρισιν
9. αὐτοῦ παραγίνεται, τί ἐκώλυεν ἐκκρίνεσθαι διὰ τῆς ἕδρας
10. αὐτὸ, καθάπερ ὁρᾶται γιγνόμενον ἐπὶ τῶν λειεντερικῶν; οὐ
11. μόνον γὰρ ἐκκρίνεται τὰ σιτία ταχέως διεξερχόμενα τὴν τοσαύτην
12. ἕλικα τῶν ἐντέρων, ἀλλὰ καὶ τὰ ποτά. τὴν δ’ εἰς
13. ἧπαρ ἀνάδοσιν ἀπὸ τῶν καθ’ ὅλην τὴν γαστέρα χωρίων
14. ἐμάθομεν οὔθ’ ἥπατος ἀτονίᾳ γιγνομένην, οὔτε τῶν κατὰ τὸ
15. μεσεντέριον φλεβῶν οὔτε τῶν κατὰ τὴν κοιλίαν, ὥσπερ οὐδὲ
16. τῶν ἐξ ἥπατος ἐπὶ τοὺς νεφρούς· ἐδείχθη γὰρ ἡμῖν κᾀν τοῖς
17. τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἕλκειν μὲν εἰς ἑαυτὸ
18. τὸ ἧπαρ ἐκ τῆς κοιλίας τὴν τροφὴν διὰ τῶν ἐν μεσαραίῳ
1. φλεβῶν, ὥσπερ τὰ δένδρα τὴν ἐκ τῆς γῆς ἕλκει διὰ τῶν ῥιζῶν·
2. ἐδείχθησαν δὲ καὶ οἱ νεφροὶ τὸ ὑδατῶδες ἐν αἵματι ἕλκειν,
3. μὴ μέντοι τὴν κύστιν ἕλκειν ἐκ τῶν νεφρῶν, ὥσπερ
4. μηδ’ ἐκ τῆς κοιλίας τὰ ἔντερα· πέμπειν δ’ ἐκκρίνοντας, εἰς
5. μὲν τὴν κύστιν τοὺς νεφροὺς διὰ τῶν οὐρητήρων, εἰς δὲ τὴν
6. νῆστιν, τὴν κοιλίαν διὰ τῆς ἐκφύσεως, ἣν Ἡρόφιλος ὠνόμασε
7. δωδεκαδάκτυλον, ἀπὸ τοῦ μήκους αὐτῇ τὴν ἐπωνυμίαν θέμενος.
8. ὥστε τῶν μὲν νεφρῶν ἀτονίαν ἄν τις αἰτιάσαιτο,
9. κατέχειν ἐπὶ πλέον ἐν ἑαυτοῖς μὴ δυναμένων τὸ οὖρον· οὐ
10. μὴν τῶν γ’ ἄλλων μορίων, ὅσα διεξέρχεται τὸ ποθέν.
11. ἀλλὰ πάλιν εἰ μέμφοιτό τις ὡς ἀτόνους τοὺς νεφροὺς, πῶς
12. ἕλξουσιν εἰς αὐτοὺς ταχέως τὸ οὖρον; ἢ δυνατὸν λέγειν,
13. ὥσπερ ἐπὶ τῆς κοιλίας ἐνίοις τῶν λειεντερικῶν ὀρέξεις γίνονται
14. σφοδρόταται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφρῶν ὄρεξίν τε
15. ἅμα γίγνεσθαι σφοδρὰν, καὶ διὰ τοῦθ’ ἕλκειν εἰς ἑαυτοὺς διὰ
16. τῆς κοίλης φλεβὸς τὸ οὖρον, αὐτίκα μέν τοι βαρύνεσθαι διὰ
17. τὸ τῆς ὁλκῆς λάβρον; ὥσπέρ γε καὶ ἐπὶ τῶν ὀνομαζομένων
18. ὀρέξεων κυνωδῶν ἐνίους ὁρῶμεν ἐμπιπλαμένους μὲν ἀθρόως, 
1. ἐμοῦντας δ’ ὀλίγον ὕστερον, ἢ διαῤῥοϊζομένους· οὐ μόνον
2. γὰρ ὁρᾶται τοῦτο παρὰ φύσιν ἐχόντων γιγνόμενον, ἀλλὰ καὶ
3. ζώοις τισὶν ὑγιαίνουσιν ἀμέμπτως, ὡς τοῖς ὀρνιθίοις, ἃ καλοῦσιν
4. ἐν Ἀσίᾳ παρ’ ἡμῖν Σελευκίδας· ἀττελάβους γὰρ ταῦτα
5. δι’ ὅλης ἡμέρας ἀπλήστως ἐσθίοντα, διὰ ταχέος αὐτοὺς
6. ἐκκρίνει· καὶ ἄλλοις δὲ ζώοις ὑπάρχειν φαίνεται τὸ τοιοῦτον
7. σύμπτωμα φυσικόν. ὥσπερ οὖν ἐν τῷ στόματι τῆς γαστρὸς
8. ἡ κυνώδης ὄρεξις γιγνομένη, μετὰ τοῦ μὴ φέρειν αὐτὴν τῶν
9. καταποθέντων τὸ βάρος, ἀναγκάζει πολλὰ μὲν καὶ λάβρως
10. προσφέρεσθαι, ταχέως δὲ ἀποκρίνειν αὐτὰ, κατὰ τὸν αὐτὸν
11. τρόπον ἐν τοῖς νεφροῖς ἡ τῆς ὀῤῥώδους ὑγρότητος ὄρεξις,
12. ἅμα τῇ τῆς δυνάμεως αὐτῶν ἀτονίᾳ, τό θ’ ὑγρὸν ἕλκειν
13. ἀθρόως ἀναγκάζει τήν τ’ εἰς κύστιν αὐτῶν ἔκκρισιν αὐτίκα
14. ποιεῖσθαι. τί δή ποτ’ οὖν, φησίν τις ἴσως, ἐξαιφνίδιον μὲν
15. ἡ εἰς οὖρα διάῤῥοια γίγνεται, λειεντερία δ’ οὐχ οὕτως, ὥσπερ
16. οὐδ’ ὄρεξις κυνώδης, ἀλλ’ ἀριθμῷ πλεόνων ἡμερῶν; ἡ γὰρ
17. ἀρχὴ τοῦ πάθους διώρισται τῆς αὐξήσεως ἥ τ’ αὔξησις τῆς
18. ἀκμῆς. ὅτι ψυχικὸν μὲν ἔργον ἐστὶν ἡ τῆς γαστρὸς ὄρεξις
1. σιτίων τε καὶ ποτῶν, οὐκ ἄνευ τῆς ἡμετέρας αἰσθήσεως γιγνομένη,
2. φυσικὸν δὲ καὶ χωρὶς αἰσθήσεως ἡμετέρας τὸ τῶν
3. νεφρῶν, ὥστε μηδ’ ὅταν εἰς τὴν ἀκμὴν ἀφίκηται, γίγνεσθαί
4. τινα αἴσθησιν αὐτοῦ, καθάπερ τῆς κυνώδους ὀρέξεως. εὔλογον
5. οὖν ἐστιν ἄρχεσθαι μὲν αὐτὸ κατὰ βραχὺ, μεῖζόν τε γιγνόμενον
6. ἕλκειν μὲν τὸ πρῶτον ἐκ τῶν φλεβῶν τὸν ὀῤῥὸν τοῦ
7. αἵματος οὐκ αἰσθανομένων ἡμῶν, ὁπόταν δὲ τοῦτον ἑλκύσῃ
8. πάντα, καὶ ξηρὸν ἰκμάδος τοιαύτης ἀποφαίνῃ τὸ κατὰ τὰς
9. φλέβας αἷμα, τὰ ξηρανθέντα τῶν ἀγγείων ἕλκειν ἐκ τοῦ ἥπατος
10. τὴν ἰκμάδα, κᾄπειτ’ ἐκεῖνο τὴν ἐκ τῶν ἐντέρων τε καὶ κοιλίας·
11. ἐπειδὰν δὲ ξηρανθῶσιν αἱ κατὰ τὸ στόμα τῆς γαστρὸς
12. φλέβες, ὀρέγεσθαι τηνικαῦτα ποτοῦ τὸν ἄνθρωπον, αἰσθανόμενον
13. τῆς διαθέσεως· εἶτα προσενεγκαμένου τὸ πότον
14. αὐτοῦ, τὰς καθηκούσας εἰς τὴν γαστέρα φλέβας ἐξ ἥπατος,
15. αὐχμώσας ἀναρπάζειν εὐθέως αὐτὸ πᾶν, ἐξ ἐκείνων
16. τε τὰς ἐφεξῆς, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τοὺς νεφροὺς
17. ἀφίκηται. δέδεικται γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων
18. ὑπομνήμασιν οὐ μόνον τὸ πόμα πανταχόσε τοῦ σώματος,
19. ἀλλὰ καὶ ἡ τροφὴ τὴν τῆς ὁλκῆς μετάληψιν φέρεσθαι.
1. κατὰ μὲν οὖν τὸ τάχος τῆς διεξόδου παραπλήσιόν ἐστι τὸ πάθος
2. τοῦτο τῇ λειεντερίᾳ, καὶ μέν τοι καὶ καθ’ ὅσον ἡ κατὰ
3. τοὺς νεφροὺς διάθεσις ἡ αὐτὴ τῇ κατὰ τὴν κοιλίαν ἐστί·
4. καθόσον δὲ τὸ πρὸ τῶν νεφρῶν ἔργον ἅπαν τῆς φορᾶς, ἐνεργειῶν
5. ἐστι φυσικῶν διαδοχὴ, τῆς ἑλκτικῆς δυνάμεως ἐνεργούσης,
6. κατὰ τοσοῦτον διαφέρουσιν ἀλλήλων· καίτοι κᾀν ταύταις
7. ἕν τι παραπλήσιόν ἐστιν, ἡ ἐκ τῆς κοίλης φλεβὸς εἰς τοὺς
8. νεφροὺς ὁλκὴ, τῇ πρώτῃ καταπόσει τῶν εἰς τὴν γαστέρα φερομένων
9. ἐκ τοῦ στόματος, ἀλλ’ αἱ πρὸ ταύτης ἐνέργειαι ταῖς
10. εἰς οὖρα διαῤῥοίαις εἰσὶν ἴδιαι. ὅτι δ’ οὐκ ὀρθῶς ἔνιοι τῆς
11. γαστρὸς εἶναι νομίζουσι τὸ τοῦ διαβήτου πάθος ὁμοίως ταῖς
12. κυνώδεσι ὀρέξεσιν, ἔνεστι μαθεῖν ἐκ τῶν ἐπὶ δίψει σφοδρῷ
13. πιμπλαμένων μὲν τὴν γαστέρα, διαμένον δ’ ἐχόντων ἐπὶ
14. πλεῖστον αὐτῇ τὸ ποθέν. τέτταρα γὰρ ταῦτα συμπτώματα
15. διαδέχεται τὴν ἐν τῷ σφοδρῷ δίψει πόσιν· ἓν μὲν καὶ πρῶτον
16. ἔμετος· δεύτερον δ’ ἡ διὰ τῆς κάτω γαστρὸς ἔκκρισις ταχεῖα,
17. κατὰ τὰς διαῤῥοίας τε καὶ λειεντερίας· ἄλλο δὲ τρίτον ἡ ἐπὶ
18. πλεῖστον ἐν τῇ γαστρὶ μονή· καὶ τέταρτον αὐτῶν αὐτὸ δὴ
1. τοῦτο περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, εἴτε διαβήτην αὐτό τις, εἴτε
2. διψακὸν, εἴτε διάῤῥοιαν εἰς οὖρα βούλοιτο καλεῖν. οὐ γὰρ
3. ὅπως ὄνομα πρέπον αὐτῷ θώμεθα, ζητοῦμεν, ἀλλ’ ἵν’ εἰς
4. τὴν θεραπείαν εὕρωμεν ἀφορμὰς ἔκ τε τοῦ πεπονθότος τόπου
5. καὶ τῆς ἐν αὐτῷ διαθέσεως. ἕτερον δ’ ἀκριβῶς ὅμοιον τῷ
6. διαβήτῃ τούτῳ γίγνεται πάθος, ἐπὶ σιτίων πλήθει, μήτ’ ἀπεπτουμένων,
7. μήθ’ ὑποχωρούντων, μήτε πληθώραν ἐργαζομένων
8. μήτ’ εὐτροφίαν, ἀλλὰ δῆλον ὅτι διαφορουμένων ταχέως·
9. οὔτε δ’ οὕτω σπάνιόν ἐστιν, ὡς ὁ διψακὸς, οὔθ’ οὕτως ἀνίατον,
10. ἐπειδὴ πρὸ τοῦ μέγιστον γενέσθαι γνωριζόμενον οὐ χαλεπῶς
11. θεραπεύεται. ὅταν μὲν γὰρ ἄχρι τοῦ διπλασίου τῶν
12. εἰθισμένων ἐσθίοντός τινος, ἀτροφῇ τὸ σῶμα χωρὶς διαῤῥοίας,
13. παρορᾶται τὸ πάθος οὐ μόνον τοῖς ἰδιώταις, ἀλλὰ καὶ τοῖς
14. ἰατροῖς· ὅταν δ’ ἐπὶ τριπλασίοις τοῦτο συμβαίνῃ, βοηθεῖται
15. πρὶν ἐπὶ τὸ τετραπλάσιον ἢ πενταπλάσιον ἀφικέσθαι· τοῦτο
16. δ’ αὖ πάλιν τὸ πάθος εὔλογον ἀπὸ ταχείας διαφορήσεως ἄρχεσθαι,
17. σωζόντων ἁπάντων μορίων τὴν ἑλκτικὴν δύναμιν ἅμα
18. τῇ συνεζευγμένῃ μὲν αὐτῇ, καλουμένῃ δ’ ἰδίως ὀρεκτικῇ·
1. τοῦ μέντοι σφοδροῦ δίψους ἄνευ τοῦ διαβήτου ἡ γαστήρ
2. ἐστιν αἰτία, πάσχουσα δυσκρασίαν θερμὴν ἢ ξηρὰν, ἢ ἀμφοτέρας
3. ἅμα, καὶ μάλιστ’ αὐτῆς τὸ στόμα· δεύτερον δ’
4. ἐπὶ τῇ γαστρὶ τὸ ἧπαρ, καὶ μάλιστ’ αὐτοῦ τὰ σιμὰ,
5. συνεκπυρουμένων αὐτοῖς δηλονότι τῶν κατὰ μεσεντέριόν τε
6. καὶ νῆστιν, αὐτήν τε τὴν γαστέρα, καὶ κατὰ τὸν στόμαχον
7. δὲ καὶ πνεύμονα. τοῦ τοιούτου συμπτώματος ἡ οἷον
8. ῥίζα γίγνεταί ποτε δι’ ἐρυσιπελατώδη διάθεσιν ἐκπυρωθέντων,
9. οἷς εἰς τοὐπίπαν ἕπεται μαρασμὸς ἄλλοτ’ ἄλλος,
10. ὡς ἐν τῷ περὶ αὐτοῦ λόγῳ δεδήλωται. ταῦτα μὲν οὖν
11. τῇ κοινωνίᾳ τῶν συμπτωμάτων ἅμα τοῖς κατὰ νεφροὺς
12. εἴρηται πάθεσιν· αὐτῶν δὲ τῶν νεφρῶν ἴδιον πάθος ἐστὶν
13. ὁ διαβήτης, ἀνάλογον τῇ κατὰ τὸ στόμα τῆς κοιλίας
14. ὀρέξει κυνώδει, σὺν ἀτονίᾳ τῆς καθεκτικῆς δυνάμεως· ἐάν
15. τε γὰρ ἄνευ σφοδρᾶς ὀρέξεως γίγνεσθαι φῶμεν αὐτὸ, τὴν
16. ἀρχὴν οὐδ’ ἀφίξεταί ποτ’ εἰς τοὺς νεφροὺς ἀξιόλογον οὖρον·
17. ἐὰν δὲ χωρὶς ἀτονίας τῆς καθεκτικῆς δυνάμεως, οὐκ
18. ἀκολουθήσει τὸ τάχος τῆς οὐρήσεως.

Cliquer un n° de page pour en afficher l’image