1. Συμπτώματα κατὰ τὴν κύστιν γίγνεται
2. κοινὰ μὲν τοῖς ἄλλοις οἵ τε παρὰ φύσιν αὐτῆς ὄγκοι πάντες,
3. ὀδύναι τε καὶ τὰ ταύτας ἐργαζόμενα πάθη· τὰ δ’ ἴδια μόνης
4. αὐτῆς, ἰσχουρίαι τε καὶ στραγγουρίαι, καὶ κατ’ ἄλλον τρόπον
5. αἱ ἄμετροι τῶν οὔρων ἐκκρίσεις. ἀλλ’ αὗται μὲν, ὡς ἐν
6. τῷ περὶ τῶν νεφρῶν λόγῳ προείρηται, διόδῳ χρῶνται τῇ κύστει,
7. μηδὲν αὐτῆς πεπονθυίας· τῆς στραγγουρίας δ’ ἡ μὲν
8. ἐπὶ δριμέσιν οὔροις γιγνομένη σύμπτωμα μὲν ἐστι κύστεως,
9. πάθος δ’ οὐκ ἔστιν ἡ δὲ δι’ ἕλκωσιν ἢ ἀτονίαν ἐπὶ
10. πάθει κύστεως γίγνεται, καθάπερ ἡ διὰ τὴν δριμύτητα, ποτὲ
11. μὲν ἐπὶ νεφρῶν πάθει, ποτὲ δ’ ἐπ’ ἄλλῳ τινὶ τῶν εἰς οὖρα
12. τὴν ἑαυτῶν κακοχυμίαν, ἢ τὸ πῦον, ὅτ’ ἂν ἀποστήματι κάμνῃ,
13. διαπέμψαι δυναμένων. γίγνεται δέ ποτε καὶ διὰ τοὺς
14. ἐν ταῖς φλεψὶ χυμοὺς, ἐκκαθαιρομένους διὰ νεφρῶν τε καὶ
15. κύστεως. ἀῤῥωστοῦσα δὲ κύστις ἐπὶ δυσκρασίᾳ βλάπτεται τὴν
16. οἰκείαν ἐνέργειαν, ἥ τίς ἐστιν ἐκκριτικὴ τῶν οὔρων, ἐφ’ ἣν ὁρμᾷ
17. τὸ ζῶον, ὅτ’ ἂν ἤτοι βαρύνηται τῷ πλήθει τῆς περιεχομένης
18. οὐσίας ἡ κύστις, ἢ δακνούσης ἀνιαθῇ. ταῦτα δ’ ἀμφότερα
1. τοὺς ἀσθενεῖς μᾶλλον ὀδυνᾷ τῶν ἰσχυρῶν· ἡ δ’ ἀσθένεια γίγνεται
2. καὶ δι’ ὀργανικὰ μὲν ἐνίοτε πάθη, καὶ διὰ δυσκρασίας
3. τάς τ’ ἄλλας καὶ τὰς συνεχέστατα πολλοῖς συμβαινούσας,
4. ὁπότ’ ἂν ψυγῶσιν· ἐναργῶς γὰρ φαίνεται βαρυνομένη τηνικαῦτα,
5. κᾂν ὀλίγον ἐν αὐτῇ περιέχηται τὸ ὑγρόν. ὡς οὐρήσεως
6. δὲ ὀργάνῳ τῇ κύστει καὶ τὸ τῆς ἰσχουρίας ἕπεται σύμπτωμα,
7. ποτὲ μὲν, ὡς εἴρηται, μὴ δυναμένης περιστέλλεσθαι
8. σφοδρῶς τοῖς ἐν αὐτῇ περιεχομένοις, ὡς ἐκθλίβειν αὐτὰ, ποτὲ
9. δὲ τοῦ κάτω πόρου φραχθέντος ὑπὸ παχέων ὑγρῶν, ἢ λίθου
10. σφηνωθέντος· ἔστι δ’ ὅτε καὶ διὰ φλεγμονὴν, ἤ τινα τοιοῦτον
11. ἕτερον ὄγκον, εἰς στενοχωρίαν ἀγαγόντα τὸν πόρον, ἢ
12. καὶ τελέως ἐμφράξαντα. οὐ μὴν ἐπί γε τοῖς ἀπὸ τοῦ νωτιαίου
13. μυελοῦ νεύροις παθοῦσιν, ἢ αὐτῷ τῷ νωτιαίῳ, γίγνεταί τις
14. ἀτονία τῆς κύστεως, δι’ ἣν οὔρων ἐπίσχεσις ἀκολουθεῖ, καθάπερ
15. ἔνιοι νομίζουσιν, οἰόμενοι προαιρετικὸν ἔργον εἶναι τὸ
16. τῆς κύστεως, ἐπειδὴ κατέχομέν τε τὸ οὖρον ἄχρι περ ἂν βουληθῶμεν,
17. ἐκκρίνομέν τε προελόμενοι· βέλτιον γὰρ ἦν αὐτοὺς
18. ἐγνωκέναι, μὴ τὸ τῆς κύστεως, ἀλλὰ τὸ τῆς οὐρήσεως ἔργον
1. εἶναι προαιρετικὸν, ὥσπέρ γε καὶ τὸ τῆς ἀποπατήσεως, οὐ
2. τὸ τῶν ἐντέρων. ἡ μὲν γὰρ κύστις ἐνέργειαν ἔχει μίαν, τὴν
3. περισταλτικήν· ὁ δὲ τὸν οὐρητικὸν πόρον ἐν κύκλῳ περιέχων
4. μῦς, ἐν ἀρχῇ τοῦ τραχήλου τῆς κύστεως τεταγμένος, ὄργανόν
5. ἐστι προαιρετικὸν, ἔργον ἔχον σφίγγειν ἐν κύκλῳ τὸν αὐχένα
6. τῆς κύστεως οὕτως ἀκριβῶς, ὡς μηδὲν εἰς τὸν πόρον αὐτοῦ
7. τῶν ἐκ τῆς κύστεως ὑγρῶν ἐξιέναι· τὴν δ’ αὐτὴν ἐνέργειάν τε
8. καὶ χρείαν ἔχει καὶ ὁ ἐπὶ τῷ πέρατι τοῦ ἀπευθυσμένου μῦς·
9. καὶ διὰ τοῦτο, παραλυθέντων αὐτῶν, οὔτ’ οὖρον ἴσχεται
10. κατὰ τὴν κύστιν οὔτε κόπρος ἐντὸς τῆς ἕδρας, ἀλλ’ ἐκρεῖ
11. κατ’ ὀλίγον ἀμφότερα χωρὶς τῆς ἡμετέρας προαιρέσεως. ὥσπερ
12. δὲ ἐπὶ τῶν ἄλλων μυῶν ὅπερ ἡ παράλυσις ἀκουσίως, τοῦθ’
13. ἡ προαίρεσις ἡμῶν ἑκουσίως ἐργάζεται, κατὰ τὸν αὐτὸν λόγον
14. ἐπὶ τούτων ἐνεργοῦντες παυόμεθα, βουληθέντες ἐκκρῖναι κόπρον
15. ἢ οὖρον. ὥσπερ δ’ ἔνιοι προαιρετικὸν ἔργον ὅλον ᾠήθησαν
16. εἶναι τὸ περὶ τὴν τῶν οὔρων τε καὶ τῆς τροφῆς περιττωμάτων
17. ἀπόκρισιν, οὐκ ὀρθῶς γιγνώσκοντες, οὕτως ἔνιοι πάλιν ἐξ ὑπεναντίου
18. τοῖσδε σύμπαν αὐτὸ φυσικὸν ἔργον εἶναι νομίζοντες
1. οὐκ ἀληθεύουσιν. ὅλον μὲν γὰρ φυσικόν ἐστιν ἔργον ἡ ἐκ
2. τῆς γαστρὸς εἰς τὴν νῆστιν ἔκθλιψις τῆς τροφῆς, ὅλον δ’ αὖ
3. προαιρετικὸν ἔκτασις καὶ κάμψις ἑκατέρων τε τῶν κώλων
4. ἑκάστου τε τῶν δακτύλων· γίγνεται γὰρ ἡ μὲν ἐκ τῆς κοιλίας
5. εἰς τὴν νῆστιν φορὰ, καθάπερ γε καὶ ἡ δι’ ἐκείνης εἰς τὸ
6. λεπτὸν ἔντερον, ὑπὸ φυσικῆς δυνάμεως μόνης· ἡ δ’ ἀποπάτησίς
7. τε καὶ οὔρησις ἀμφοτέρων τῶν ὀργάνων ἅμα ταῖς οἰκείαις
8. δυνάμεσιν ἐνεργούντων ἐπιτελεῖται· κατὰ μὲν τὸ ἀπευθυσμένον
9. καὶ τὴν κύστιν ὑπὸ τῶν φυσικῶν, κατὰ δὲ
10. τοὺς μῦς ὑπὸ τῶν ψυχικῶν τε καὶ προαιρετικῶν ὀνομαζομένων.
11. οἱ μὲν γὰρ σφίγγοντες τὰς ἐκροὰς μύες οὐκέτ’
12. ἐνεργοῦσιν, οἱ δὲ καθ’ ὑπογάστριον ἐνεργοῦσιν, καὶ μάλιστ’
13. αὐτῶν οἱ μέσοι· συνεπιλαμβάνουσι δ’ ἔστιν ὅτε τοῖς μυσὶ
14. τούτοις ἔνιοι τῶν δυσκόλως ἀποπατούντων, καὶ τὴν διὰ τῶν
15. χειρῶν θλίψιν, καθάπερ γε κᾀπὶ τῆς δυσχεροῦς οὐρήσεως καὶ
16. τελέας ἐπισχέσεως εἰώθασι ποιεῖν. ὅταν μὲν οὖν τὰ νεῦρα
17. πάθῃ, δι’ ὧν ἡ ψυχικὴ δύναμις ἐπὶ τοὺς εἰρημένους ἀφικνεῖται
18. μῦς, ἢ καὶ τὸν νωτιαῖον αὐτὸν βλαβῆναι συμβῇ, παραλυθέντων
19. τῆς ἐνεργείας τῶν μυῶν, ἀκούσιος ἔκκρισις οὔρου
1. τε καὶ κόπρου γίγνεται· ὅταν δ’ αὐτὸ τῆς κύστεως τὸ σῶμα
2. τοιοῦτο πάθῃ πάθος, ὡς ἀδυνατεῖν ἐκθλίβειν τὸ περιεχόμενον
3. ἐν αὐτῇ, κατέχεται τούτοις τὸ οὖρον, καὶ καλεῖται τὸ
4. σύμπτωμα αὐτῆς ἰσχουρία. συμβαίνει δὲ καὶ διὰ δυσαισθησίαν
5. αὐτῆς γίγνεσθαί ποτ’ ἐπίσχεσιν οὔρων, ἄνευ τοῦ πεπονθέναι
6. τὴν ἐκκριτικὴν δύναμιν, ἐὰν τὰ μὲν τῆς κύστεως ἴδια
7. νεῦρα πάθῃ, τὰ δὲ τοῦ σφίγγοντος αὐτῆς τὸν αὐχένα μυὸς
8. ἐνεργῇ, διασώζοντα τὴν ἑαυτῶν δύναμιν· ὡς ἐάν γε παραλυθῇ,
9. σημεῖον ἴδιον τῆς παραλύσεως τούτου τοῦ μυός ἐστιν
10. ἡ τῶν οὔρων ἀκούσιος ἔκκρισις· ὅταν δὲ τοῦτο γένηται τὸ
11. πάθος, ὅ τε πόρος αὐτῆς φραχθῇ, χαλεπόν ἐστι διαγνῶναι
12. τὰς διαθέσεις ἀμφοτέρας. οὐ μόνον δὲ εἰς τὴν τούτων, ἀλλὰ
13. καὶ τὴν τῶν ἄλλων ἁπάντων τῶν κατὰ τὴν κύστιν ἀκριβῆ διάγνωσιν
14. ἀναγκαιότατόν ἐστι προεπίστασθαι τὰ προκατάρχοντα
15. τῶν ἔξωθεν αἰτίων, ἃ καλοῦσιν ἰδίως οἱ ἰατροὶ προκαταρκτικά·
16. πολὺ δὲ μᾶλλον αὐτῶν τὰ προηγούμενα τὰ
17. κατ’ αὐτὸ τὸ σῶμα τοῦ ζώου παθήματα. λορδωθείσης γοῦν
18. ποτε τῆς ῥάχεως ἐπὶ τῇ καταπτώσει, συνέβη τῶν οὔρων ἐπίσχεσις,
1. εἰωθυίας οὕτω γίγνεσθαι, καθάπερ εἴρηται καὶ ὑφ’
2. Ἱπποκράτους· ἐπεσχέθη δ’ οὐκ εὐθέως, ἀλλὰ περὶ τὴν τρίτην
3. ἡμέραν, ὑπὸ τῆς τῶν ἔσω μεταστάντων σπονδύλων θλίψεως,
4. φλεγμηνάσης τῆς κύστεως· ἤλγει γοῦν κατὰ τὸ χωρίον αὐτῆς,
5. καὶ χωρὶς μὲν ψαύειν, ἀλλὰ πολὺ μᾶλλον ἐπερειδόντων τὰς
6. χεῖρας· ἐθεραπεύσαμεν δ’ αὐτὸν ὡς πρὸς φλεγμονὴν ἱστάμενοι.
7. μεταστάντων δ’ ὀπίσω τῶν σπονδύλων ἐφ’ ἑτέρου,
8. τὸ οὖρον ἀκουσίως ἐξεκρίνετο χωρὶς ὀδύνης τῆς κύστεως· ἐφ’
9. οὗ τὸ νεῦρον τοῦ κλείοντος τὴν κύστιν μυὸς ἐτεκμηράμεθα
10. πεπονθέναι, καὶ διὰ τοῦτο τὴν θεραπείαν τῷ νωτιαίῳ προσήγομεν.
11. ἐπ’ ἄλλου δ’ ὁμοίως πεπονθότος ἐπίσχεσις οὔρων
12. ἐγένετο, δυσαισθησίας μὲν ἐπὶ τῇ τῶν νεύρων πείσει καταλαβούσης
13. τὴν κύστιν, ἐν δὲ τοῖς ὕπνοις οὐκ αἰσθανομένου τοῦ
14. ἀνθρώπου πεπληρωμένης τῆς κύστεως, εἶθ’ ὑπερδιαταθείσης
15. αὐτῆς, μηκέτ’ ἀποκρίνοντος. συμβαίνει γάρ ποτε καὶ τοῦτο
16. τῆς ἰσχουρίας αἴτιον γενέσθαι, καθάπερ γε καὶ ἄλλοις ὑγιαίνουσιν
17. ἤτοι διὰ περίστασίν τινα πραγμάτων, ἢ ἐν ἐκκλησίαις,
18. ἢ βουλαῖς, ἢ ἐν δικαστηρίοις, ἢ καὶ δειπνοῦσι παρά τινι, κατασχοῦσιν
19. ἐπὶ πλέον τὸ οὖρον, ὑπερδιαταθείσης τῆς κύστεως,
1. ἰσχουρίαν ἀκολουθῆσαι, παθούσης τῆς περισταλτικῆς αὐτῆς
2. δυνάμεως ὑπὸ τῆς ἀμέτρου τάσεως. ἑτέρου δὲ ἐπὶ καταπτώσει
3. τῆς ῥάχεως ἀπαθοῦς διαμενούσης ἐν μὲν τῷ παραχρῆμα
4. συνέβη συχνὴν οὔρησιν αἵματος γενέσθαι, μετὰ δὲ ταῦτα τελείαν
5. ἰσχουρίαν· ἐφ’ οὗ τεθρομβῶσθαί τι τοῦ αἵματος ἐτεκμηράμεθα,
6. καὶ διὰ τοῦτο καθετῆρι χρησαμένων ἡμῶν, ὀλίγον
7. μὲν οὔρησεν, ἐξαιρεθέντος δὲ τοῦ καθετῆρος, ἐφάνη κατὰ τὸ
8. στόμιον αὐτοῦ γνώρισμα τῆς θρομβώσεως. ἐπ’ ἄλλων δὲ
9. χρονίων ἀλγημάτων, ἅμα σημείοις ἀποστημάτων γενομένων,
10. ἐπὶ τῷ λῆξαι ταῦτα συνεξουρήθη τι πυῶδες λεπτὸν, ἐπηκολούθησεν
11. δ’ ἐπίσχεσις οὔρων, ὡς τεκμήρασθαι παχὺ πῦον ἐμφράξαι
12. τὸν πόρον. ἐπὶ δὲ τῶν παιδίων λιθιώντων κατὰ
13. κύστιν ἐθεασάμεθα πολλάκις ἰσχουρίαν γενομένην, ἐφ’ ᾗ
14. σχηματίσαντες ἀνάῤῥοπον τὸ σῶμα μετὰ κατασείσεως, ἀποκυλισθῆναι
15. τὸν λίθον τοῦ πόρου ἐποιήσαμεν. ἑωρακότας δὲ
16. καὶ τοῦθ’ ὑμᾶς, ὃ μέλλω λέγειν, ἀξιῶ μεμνῆσθαι διαπαντός·
17. ἐπὶ ταῖς καλουμέναις θρομβώσεσιν, οὐ μόνον ταῖς κατὰ κύστιν,
18. ἀλλὰ καὶ τούτων ἔτι μᾶλλον εἰ κατ’ ἔντερά τε καὶ
1. γαστέρα καὶ θώρακα γένοιντο, συμβαίνει λειποψυχεῖν τε καὶ
2. ὠχριᾷν, καὶ μικροὺς καὶ ἀμυδροὺς καὶ πυκνοὺς ἴσχειν τοὺς
3. σφυγμοὺς, ἀλύειν τε καὶ διαλύεσθαι. ταὐτὸ δὲ τοῦτο κᾀπὶ
4. τοῖς κατὰ τοὺς μῦς μεγάλοις τραύμασιν ἐπιγίγνεται πολλάκις·
5. ὡς θαυμάσαι τὴν αἰτίαν τινὰ τοῦ συμβαίνοντος, εἰ τὸ πάντων
6. οἰκειότατον ἡμῖν αἷμα τηλικούτων κακῶν ἐστι γεννητικὸν
7. ἐκχυθὲν τῶν οἰκείων ἀγγείων· ἀκολουθοῦσι γὰρ αὐτῷ
8. καὶ σηπεδόνες τῶν μορίων καὶ νεκρώσεις. εἶδον δὲ καὶ κατὰ
9. κύστιν ἐνθρομβωθεῖσαν ἀκολουθήσαντα τὰ αὐτὰ συμπτώματα·
10. προηγεῖτο γὰρ αἵματος οὔρησις αὐτῷ δαψιλοῦς, καὶ
11. ἐκ τούτου συνετεκμηράμην τὴν θρόμβωσιν, ἔδωκά τε φάρμακον
12. πιεῖν λίθου θρυπτικὸν δι’ ὀξυμέλιτος, αὐτό τε τὸ ποτὸν
13. ὀξύμελι προσεφέρομεν· ἀλλὰ καὶ ταῦτά μου ποιοῦντος, οἱ
14. μὲν ἄλλοι διεφθάρησαν, εἷς δέ τις ἐσώθη, διαλυθέντων αὐτῷ
15. τῶν θρόμβων, εἶτα κατ’ ὀλίγον οὐρηθέντων. ὅτι δ’ οὐκ
16. ἔστιν αὐτάρκη τὰ κατὰ τὸν ἐνεστῶτα χρόνον συμπτώματα
17. διδάξαι τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ πολλάκις ἐκ τῶν
18. προγεγονότων ὁ διορισμὸς γίγνεται, τῶν προεωραμένων
19. ὑμῖν ἀναμιμνησκόμενοι γνώσεσθε· πῦον γοῦν οὐρησάντων
1. πολλῶν πολλάκις, ἡ τῶν προγεγονότων συμπτωμάτων μνήμη
2. τὸν πεπονθότα τόπον ἐνεδείξατο, τήν τ’ ἐν αὐτῷ διάθεσιν
3. ἐδήλωσεν. ὁ μὲν γάρ τις ἠλγήκει πρότερον τὰ κατὰ τὸ χωρίον
4. τῶν νεφρῶν πολλάκις, ἄτακτοί τε φρῖκαι ποτὲ καὶ ῥίγη
5. τὰ σμικρὰ σὺν πυρετοῖς ἐγεγόνει· τῷ δὲ κατὰ τὴν τῆς κύστεως
6. θέσιν, ἅμα ταῖς τε φρίκαις καὶ τοῖς πυρετοῖς ἀλγήματα προεγεγόνει·
7. τισὶ δὲ κατὰ διάφραγμα καὶ θώρακα, καθάπερ ἑτέροις
8. κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ἐφ’ ὧν ἁπάντων ἐτεκμηράμεθα,
9. κατὰ τὸν ἀλγήσαντα τόπον ἀποστήματος προγενομένου,
10. διὰ νεφρῶν ἐκκαθαρθῆναι τὸ πῦον. συνενδείκνυται δὲ τοῖς
11. εἰρημένοις καὶ τὸ ποσὸν τοῦ πύου καὶ τὸ μεμίχθαι τοῖς οὔροις
12. αὐτὸ πᾶν, ὥσπερ ἀνατεταραγμένον, ἢ μήπω τοῦτο γεγονέναι,
13. καθάπερ ἐπὶ τῶν ἐντέρων εἴρηται πρόσθεν. ὡς
14. γὰρ ἐν ἐκείνοις, ἐὰν μὲν ἐκ τῶν ὑψηλοτέρων ἐντέρων ᾖ τὰ
15. φερόμενα, μέμικται τοῖς τῆς τροφῆς περιττώμασιν ὁμοίως
16. τοῖς ἀναπεφυραμένοις, ἐὰν δ’ ἐκ τῶν κατωτέρω, καθ’ ἕν τι
17. μέρος αὐτῶν συνεκκρίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἤτοι τεθόλωται
18. τὸ οὖρον ἅπαν ὑπὸ τῶν συνεκκρινομένων αὐτῷ
1. πυωδῶν, ἢ κατά τινα μόρια διεσπασμένον ἀνωμάλως ἐμφέρεται,
2. πολλάκις δὲ καὶ μόνον αὐτὸ τὸ πῦον ἐκκρίνεται χωρὶς
3. οὔρου. τοῦτο μὲν οὖν ἐναργῶς ἐνδείκνυται κατὰ τὴν κύστιν
4. αὐτὴν γεγονέναι τὴν ἐκπύησιν· τὸ δ’ ἀναμεμιγμένον ἀκριβῶς,
5. ἄνωθέν ποθεν ἥκειν· τὸ δὲ μέσην τούτων κατάστασιν ἔχον,
6. ἀπὸ τῶν νεφρῶν. ὁμοίως δὲ κᾂν μετὰ τὸ συῤῥαγῆναι τὸ
7. ἀπόστημα φαίνηταί τι γνώρισμα τῆς ἑλκώσεως ἅμα τῇ τοῦ
8. πεπονθότος τόπου διαγνώσει, καὶ τοῦτο ποτὲ μὲν ἀναμεμιγμένον
9. ἀκριβῶς φαίνεται, ποτὲ δὲ μετρίως, ἢ μηδεμίαν
10. ἐσχηκὸς μίξιν, ἢ ἐποχούμενόν πως, ἢ μόνον διεξερχόμενον·
11. τοῦ μὲν ἕλκους γνώρισμά ἐστιν ἴδιον ἡ ἐφελκὶς ὀνομαζομένη,
12. τοῦ πεπονθότος δὲ μέρους ἡ κατὰ τὴν οὐσίαν ἰδιότης· πεταλώδη
13. μὲν γάρ ἐστι τὰ τῆς κύστεως ἀποῤῥυπτόμενα μόρια,
14. σαρκοειδῆ δὲ τὰ τῶν νεφρῶν. οὕτως δὲ κἂν τῶν
15. ἀνωτέρω τι πεπόνθῃ, τὰ συνεκκρινόμενα τοῖς οὔροις
16. ἐπισκέπτεσθαι χρὴ, παραβάλλοντας αὐτὰ τῇ τῶν ὑπονοουμένων
17. οὐσίᾳ. δι’ οὔρων μὲν οὖν ἐκκαθαίρεται τά τε κυρτὰ
18. μέρη τοῦ ἥπατος ὅσα τε ἀνωτέρω τοῦδε τέτακται μόρια
1. σύμπαντα· δι’ ἕδρας δὲ τά τε σιμὰ τοῦ ἥπατος ἔντερά τε
2. καὶ γαστὴρ καὶ σπλήν. ἔξωθεν δὲ τούτων ἐστὶν ὅσα σπανίως
3. γίγνεται, οἷον διὰ γαστρὸς ἐκκαθαρθέντων τῶν κατὰ
4. θώρακα καὶ πνεύμονα, καὶ δι’ οὔρων ἐνίοτε τῶν κάτω τοῦ
5. διαφράγματος, ὧν ἀγνοοῦντες ἔνιοι τὰς αἰτίας, εἶτ’ οὐχ ἑωρακότες
6. ἐπ’ ἀῤῥώστων αὐτὰ γιγνόμενα, τοῖς ἑωρακόσιν ἀπιστοῦσιν·
7. (ὅτι ἀποστήματός ποτε ἐν πνεύμονι γενομένου, δυνατὸν τὸ
8. πῦον διὰ νεφρῶν ἐκκαθαρθῆναι) ἀλλ’ ἡμεῖς γε καὶ πνεύμονος
9. ἀπόστημα δι’ οὔρων ἐκκαθαρθὲν ἐθεασάμεθα, καὶ θώρακος,
10. διά τε τῶν ἐντέρων καὶ τῆς ἕδρας. ἡ μὲν οὖν ἐκ τοῦ πνεύμονος
11. εἰς τοὺς νεφροὺς φορὰ τὴν ἀρχὴν οὐδ’ ἀπορίαν ἔχει
12. κατά γε τὴν ἀλήθειαν. ὥσπερ γὰρ ἀπὸ τῆς κοίλης φλεβὸς
13. ἀποφύσεις εἰς τοὺς νεφροὺς ἐμβάλλουσιν, οὕτω καὶ τῆς μεγάλης
14. ἀρτηρίας. ἐπεὶ δὲ Ἐρασίστρατος ἡγεῖται πνεύματος μόνου
15. τὰς ἀρτηρίας ὑπάρχειν ἀγγεῖα, τοῖς πεπιστευκόσιν αὐτῷ
16. τὸ ζήτημα, οὐχ ἡμῖν γίγνεται, τῆς λείας ἀρτηρίας τοῦ
17. πνεύμονος, ὅσον εἰς ἑαυτὴν δέχηται πῦον ἐκ τοῦ ῥαγέντος
18. ἀποστήματος, εἰς ἀριστερὰν κοιλίαν τῆς καρδίας κομίσαι δυναμένης,
1. εἶτ’ ἐντεῦθεν εἰς τὴν μεγάλην ἀρτηρίαν ἐμπεσόντος
2. αὐτοῦ, διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐνεχθῆναι τὸ συνδοθέν·
3. οὐ μὴν εἴωθεν οὕτω συμβαίνειν ὡς τὸ πολὺ, φθανούσης
4. τῆς μεταλήψεως εἰς τὰς τραχείας ἀρτηρίας γίγνεσθαι.
5. τοῦ μὲν οὖν σπανίως μὲν, ἀλλ’ ἕπεσθαί ποτε δι’ οὔρων κάθαρσιν,
6. ἐν πνεύμονι πύου γεννηθέντος, ἡ αἰτία λέλεκται·
7. τοῦ δὲ καὶ διὰ γαστρὸς ἕτερόν τι τῶν ἐξ ἀνατομῆς φαινομένων
8. σπάνιον αἴτιον. ἡ γάρ τοι κοίλη φλὲψ εὑρίσκεταί ποτε
9. διά τινος ἀγγείου μέσου συναπτομένη τῇ στελεχιαίᾳ καλουμένῃ·
10. διὸ καὶ θαυμαστὸν οὐδὲν, οὐδ’ ἀδύνατον, οὔτ’ ἐκ τῶν
11. ἄνω τοῦ διαφράγματος μερῶν εἰς τὴν γαστέρα ῥυῆναι τὸ
12. πῦον οὔτ’ ἐκ τῶν κάτω διὰ τῶν νεφρῶν εἰς τὴν κύστιν
13. ἀφικέσθαι· ταῖς γὰρ σπανίαις κατασκευαῖς τῶν σωμάτων εἰκός
14. ἐστιν ἕπεσθαι σπάνια συμπτώματα.
⟨
(De locis affectis) [n° 060 Fichtner] [GalLat]
De locis affectis
Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).
De locis affectis, 6.4, ed. Kühn, 1824, vol. 8, p. 402-413. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:6.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩