Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 6.5, ed. Kühn, 1824, vol. 8, p. 413-437. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:6.5

15. Οὐδ’ ἐνταῦθα χρὴ διαφέρεσθαι, πότερον
16. ὑστέραν ἢ μήτραν κλητέον ἐστὶ τὸ πρὸς τὴν κύησιν ὑπὸ τῆς
17. φύσεως δοθὲν ταῖς γυναιξὶ μόριον, ὥσπερ οὐδ’ εἰ κατὰ
18. τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν ὑστέρας ἢ μήτρας,
19. ἢ κατὰ τὸν ἑνικὸν ἐθέλοι τις ὀνομάζειν ὑστέραν καὶ μήτραν.
1. ἄμεινον γὰρ εἰς τὰ χρήσιμα τὸν χρόνον ἀναλίσκειν, ἐξ ὧν εἰς
2. διάγνωσιν ἢ πρόγνωσιν, ἢ θεραπείαν, ὄφελός τι καρπωσόμεθα.
3. καθάπερ ἀμέλει κᾀπὶ τῆς καλουμένης ὑπὸ μέν τινων
4. ὑστερικῆς πνίξεως, ὑπ’ ἐνίων δ’ ἀπνοίας ὑστερικῆς· ὡς ἓν
5. γάρ τι τὸ πάθος ἑκατέρᾳ τῇ προσηγορίᾳ δηλούντων ἐστὶν
6. ἀκοῦσαι τῶν ἰατρῶν. ἐγὼ δὲ θεασάμενος πολλὰς γυναῖκας
7. ὑστερικὰς, ὡς αὐταί τε σφᾶς αὑτὰς ὀνομάζουσιν αἵ τ’ ἰατρίναι
8. πρότεραι, παρ’ ὧν εἰκός ἐστι κᾀκείνας ἀκηκοέναι τοὔνομα,
9. τινὰς μὲν ἀναισθήτους τε ἅμα καὶ ἀκινήτους κειμένας, ἀμυδρότατόν
10. τε καὶ μικρότατον ἐχούσας σφυγμὸν, ἢ καὶ παντελῶς
11. ἀσφύκτους φαινομένας, ἐνίας δ’ αἰσθανομένας τε
12. καὶ κινουμένας καὶ μηδὲν βεβλαμμένας τοῦ λογισμοῦ, λιποδρανούσας
13. τε καὶ μόγις ἀναπνεούσας, ἑτέρας δὲ συνελκομένας
14. τὰ κῶλα, διαφορὰς ὑπολαμβάνω τῶν ὑστερικῶν παθημάτων
15. εἶναι πλείους, ἤτοι κατὰ τὸ μέγεθος τῆς ποιούσης αἰτίας, ἢ
16. κατ’ εἴδη τινὰ διαφερούσας ἀλλήλων. ἡ μὲν οὖν πρώτη
17. λελεγμένη διαφορὰ κατὰ τὸ τοῦ Ποντικοῦ Ἡρακλείδου γεγραμμένον
18. βιβλίον ἀπορίαν ἔχει πολλὴν ὅπως γίγνεται.
1. λέγεται γὰρ ἄπνους τε καὶ ἄσφυκτος ἐκείνη ἡ ἄνθρωπος γεγονέναι,
2. τῶν νεκρῶν ἑνὶ μόνῳ διαλλάττουσα, τῷ βραχεῖαν
3. ἔχειν θερμότητα κατὰ τὰ μέσα μέρη τοῦ σώματος· ἐπιγέγραπται
4. γοῦν τὸ βιβλίον ἄπνους Ἡρακλείδου· καὶ ζήτησιν
5. ἔφη γεγονέναι τοῖς παροῦσιν ἰατροῖς, εἰ μήπω τέθνηκεν.
6. Ἡρακλείδου δ’ αὖθις ὕστερον γεγονότες ἔνιοι, βουλόμενοι
7. διασώζεσθαί τι τῆς ἀναπνοῆς, εἰ καὶ μὴ φαίνοιτο, κτηδόνας
8. ἐρίου διεξαμμένου καταρτᾷν φασι χρῆναι πρὸ τῆς ῥινὸς, εἰς
9. διάγνωσιν ἀκριβῆ τοῦ φέρεσθαί τι πνεῦμα διὰ τῆς ἀναπνοῆς
10. εἴσω τε καὶ αὖθις ἔξω· τινὲς δὲ κατὰ τὸ στόμα τῆς γαστρὸς
11. ἐπιτιθέναι κελεύουσιν λεκάνιον ὕδατος μεστὸν, ἀκίνητον γὰρ
12. ἀκριβῶς φυλαχθήσεσθαι τὸ ὑγρὸν, εἰ μηδὲν ὅλως σώζοιτο
13. τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἀπέθνησκον αἱ οὕτως ἔχουσαι
14. πᾶσαι γυναῖκες, ἁπλοῦν ἂν εἴη τὸ ζήτημα· σωζομένων δὲ
15. ἐνίων, διπλοῦν γίγνεται, τήν τε διάθεσιν ἡμῶν ζητούντων,
16. ὑφ’ ἧς ἀπόλλυται τὸ τῆς ἀναπνοῆς ἔργον, ἔτι τε μᾶλλον ὅπως
17. ἔτι χῶσιν αἱ μηδ’ ὅλως ἀναπνέουσαι· πεπίστευται γὰρ ἀχώριστον
18. εἶναι τοῦ ἀναπνεῖν τὸ ζῇν, τοῦ τε ζῇν τὸ ἀναπνεῖν,
1. ὥστε καὶ τὸν ζῶντα πάντως ἀναπνεῖν καὶ τὸν ἀναπνέοντα
2. πάντως ζῇν. ἢ τοῦτο χαλεπώτερον; οὐκ ἔστι δ’ ὄντως χαλεπώτερον,
3. ἀλλὰ θατέρου φωραθῆναι ῥᾷον, εἴ γε καὶ τὰ φωλεύοντα
4. ζῶα νεκροῖς ὅμοια κατὰ τοὺς φωλεοὺς εἰργμένα, τῆς
5. ἀναπνοῆς οὐδὲν ἀποσώζοντα φαίνεται· τούτου γὰρ ἐγνωσμένου
6. καὶ σαφῶς ἐκείνων ὁρωμένων τῶν ζώων ψυχρῶν, ἀποδεδειγμένου
7. δὲ καὶ τοῦ τὴν μεγίστην χρείαν τῆς ἀναπνοῆς εἶναι
8. σωτηρίαν τῆς ἐμφύτου θερμασίας, δι’ ἐμψύξεώς τε καὶ ῥιπίσεως
9. γιγνομένην, οὐδὲν ἔτι δύσκολόν ἐστιν ἐπιλογίσασθαι, τὴν
10. ὑπολειπομένην αὐτοῖς ὀλίγην θερμασίαν φυλάττεσθαι διὰ
11. τοῦ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας ἔργου, καλουμένου δ’
12. ὑπό τινων ἰατρῶν διαπνοῆς, ὥσπερ τοῦ διὰ θώρακός τε καὶ
13. πνεύμονος ἀναπνοῆς. ἐγχωρεῖ τοίνυν ἐπὶ τῆς ὑστερικῆς
14. ἀπνοίας, ἐπειδὴ κατέψυκται τὸ πᾶν σῶμα, φαίνεται γὰρ
15. ἐναργῶς τοῦτο, τὴν μὲν διὰ τοῦ στόματος ἀναπνοὴν μηδόλως
16. γίγνεσθαι, τὴν δὲ διὰ τῶν ἀρτηριῶν γίγνεσθαι· δυνατὸν
17. δε καὶ γιγνομένην αὐτὴν ἐλαχίστην λανθάνειν τὴν αἴσθησιν.
18. ἐφεξῆς γοῦν ἡμᾶς διαδέξεται ζήτημα πρὸς τὸ μηδὲν ἔτι τῶν 
1. κατὰ τοῦτο τὸ πάθος ἀπορεῖν, ὑπὸ τίνος αἰτίας ψύχεται τὸ
2. σῶμα. τάχα δ’ ἂν εὑρεθείη καὶ τοῦτο τὰς προηγουμένας αἰτίας
3. ἐπισκεψαμένων ἡμῶν οὔσας τοιαύτας. ὡμολόγηται τοῦτο
4. τὸ πάθος γίγνεσθαι ταῖς χηρευούσαις ἐπὶ πολὺ, καὶ μάλισθ’
5. ὅταν ἐν τῷ πρόσθεν χρόνῳ καθαιρόμεναί τε καλῶς καὶ κυϊσκόμεναι,
6. καὶ ταῖς πρὸς τοὺς ἄνδρας συνουσίαις χρώμεναι,
7. στερηθῶσιν ἁπάντων αὐτῶν. τί ἂν οὖν τις ἐκ τούτων ἔχοι
8. συλλογίσασθαι πιθανώτερον τοῦ διὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων
9. ἢ τοῦ σπέρματος ἐπιγίγνεσθαι ταῖς γυναιξὶ ταύτας
10. τὰς ὑστερικὰς ὀνομαζομένας διαθέσεις, εἴτ’ ἄπνοιαί τινες,
11. εἴτε πνίγες, εἴτε καὶ συνολκαί τινες τύχοιεν οὖσαι; καὶ μᾶλλον
12. ἴσως διὰ τὴν τοῦ σπέρματος ἐπίσχεσιν, ἐπειδὴ τοῦτο
13. μεγάλην τε δύναμιν ἔχει καὶ ταῖς γυναιξὶν ὑγρότερόν
14. τε καὶ ψυχρότερόν ἐστιν, ἀποκρίνεσθαί τε δεῖται ταῖς φύσει
15. πολυσπέρμοις, ὥσπερ καὶ τοῖς ἄῤῥεσι. καὶ γὰρ καὶ τούτων
16. ἔγνωμεν οὐκ ὀλίγην διαφορὰν, ἐνίων μὲν εὐθέως ἀπὸ
17. νεότητος ἐπὶ ταῖς συνουσίαις ἀσθενῶν γιγνομένων, τινῶν
18. δ’, εἰ μὴ συνεχῶς χρῷντο, βαρυνομένων τε τὴν κεφαλὴν,
1. ἀσωδῶν τε καὶ πυρετωδῶν γιγνομένων, καὶ χεῖρον ὀρεγομένων
2. καὶ ἧττον πεττόντων· ὧν τὸ σῶμα δένδροις ὁ
3. Πλάτων εἴκαζε πολυκαρποτέροις τοῦ συμμέτρου. τοιαύτης
4. γοῦν ἐνίους ὄντας φύσεως, εἶτ’ ἐγκρατεῖς ἀφροδισίων χρήσεως
5. ὑπ’ αἰσχύνης γενομένους, ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν
6. ἀποτελεσθέντας· ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ
7. δυσέλπιδας, ὁμοίως τοῖς μελαγχολικοῖς, ὀρεχθῆναί τε καὶ
8. πέψαι χείρους. οἶδα δέ τινα διὰ πένθος τῆς γυναικὸς ἀποσχόμενον
9. ἀφροδισίων, οἷς ἔμπροσθεν ἐχρῆτο συνεχῶς, ἀνόρεκτόν
10. τε ἅμα καὶ εἰ προσενέγκοιτο βραχύ τι, μηδὲ τοῦτο
11. πέττειν δυνάμενον· εἰ δὲ καὶ βραχὺ πλείω ποτὲ λάβοι βιασάμενος
12. ἑαυτὸν, εὐθέως ἐμοῦντα δηλονότι, καὶ δυσθυμούμενον
13. οὐκ ἐπὶ τούτοις μόνον, ἀλλὰ καὶ χωρὶς αἰτίας φανερᾶς ὁμοίως
14. τοῖς μελαγχολικοῖς· ᾧ πάντ’ ἐπαύσατο τάχιστα τὸ ἐξ ἀρχῆς
15. ἔθος ἀναλαβόντι. τὰ τοιαῦτα γοῦν ἀναλογιζομένῳ μοι κατ’
16. ἐμαυτὸν ἐφαίνετο μείζονα δύναμιν ἔχειν εἰς βλάβην σώματος
17. ἡ τοῦ σπέρματος ἐπίσχεσις τῆς τῶν καταμηνίων, ἐπ’ ἐκείνων
18. τῶν σωμάτων, ἐφ’ ὧν αὐτό τε φύσει κακοχυμότερόν ἐστι
1. καὶ πλέον, ὅ τε βίος ἀργότερος, ἥ τε τῶν ἀφροδισίων χρῆσις
2. ἔμπροσθεν μὲν ἱκανῶς πολλὴ, μετὰ ταῦτα δ’ ἀθρόα τις
3. ἀποχὴ τῶν πρόσθεν. ἐνενόησα δὲ τούτοις ἔτι τὴν φυσικὴν
4. ἐπιθυμίαν τῆς ἀποκρίσεως αὐτοῦ αἰτίαν εἶναι· βιάζεται γὰρ
5. ἅπαντας ἀνθρώπους, ὅτ’ ἂν ᾖ τοιοῦτό τε καὶ πολὺ, πρὸς
6. τὴν ἔκκρισιν αὐτοῦ. Διογένης οὖν ὁ κυνικὸς ὡμολόγηται μὲν
7. ἁπάντων ἀνθρώπων καρτερικώτατος γεγονέναι, πρὸς ἅπαν
8. ἔργον ἐγκρατείας τε καὶ καρτερίας δεόμενον· ἀλλ’ ὅμως καὶ
9. οὗτος ἀφροδισίοις ἐχρῆτο, τὴν ὄχλησιν τὴν ἐκ τοῦ κατεχομένου
10. σπέρματος ἀποθέσθαι βουλόμενος, οὐχ ὡς ἐπ’ ἀγαθόν
11. τι τὴν ἐζευγμένην αὐτοῦ τῇ κενώσει παραγιγνόμενος ἡδονήν.
12. ἑταίρᾳ γοῦν ποτε συνθέμενος, ὥς φασιν, ὡς πρὸς αὐτὸν
13. ἀφίκηται, βραδυνούσης αὐτῆς, ἀπετρίψατο τὸ σπέρμα προσαπτόμενος
14. τῇ χειρὶ τοῦ αἰδοίου, καὶ μετὰ ταῦτα παραγενομένην
15. ἀπέπεμψεν, εἰπὼν τὴν χεῖρα φθάσαι τὸν ὑμέναιον ᾆσαι.
16. καὶ δῆλον ἐναργῶς ἐστιν, οὐ διὰ τὴν ἡδονὴν ἔρχεσθαι τοὺς
17. σώφρονας ἐπὶ συνουσίαν, ἀλλὰ τὴν ὄχλησιν ἰάσασθαι βουλομένους,
18. ὡς εἰ καὶ χωρὶς ἡδονῆς ἐγίγνετο. κατὰ τοῦτο δ’ ἡγοῦμαι
1. καὶ τἄλλα ζῶα πρὸς ἀφροδισίων ὁμιλίαν ὁρμᾷν, οὐ δόγμα
2. πεποιημένα τὴν ἡδονὴν ἀγαθὸν ὑπάρχειν, ἀλλ’ ἐπὶ τὴν ἀπόκρισιν,
3. ὡς ἀνιῶντος ἐν τῷ κατέχεσθαι τοῦ σπέρματος, ἀφικνούμενα,
4. καθάπερ, οἶμαι, καὶ τὸ ἀποπατεῖν καὶ τὸ οὐρεῖν
5. αὐτοῖς ὑπάρχει φύσει. ἐν ταύταις μού ποτε ταῖς ἐννοίαις ὄντος
6. ἐφάνη τοιόνδε συμβὰν ἐκ πολλοῦ χρόνου χηρευούσῃ
7. γυναικί. κατεχόντων γὰρ αὐτὴν καὶ ἄλλων μέν τινων ὀχληρῶν
8. καὶ νευρικῶν διατάσεων, εἰπούσης δὲ τῆς μαίας ἀνεσπάσθαι
9. τὴν μήτραν, ἔδοξε χρήσασθαι βοηθήμασιν οἷς εἰώθασιν
10. εἰς τὰ τοιαῦτα χρῆσθαι· χρωμένης δ’ αὐτῆς, ὑπό τε
11. τῆς αὐτῶν θερμασίας καὶ τῆς κατὰ τὴν θεραπείαν ψαύσεως
12. τῶν γυναικείων τόπων, ἐγένοντο συνολκαὶ μετὰ πόνου τε
13. ἅμα καὶ ἡδονῆς ὅμοιαι ταῖς κατὰ τὰς συνουσίας, ἐφ’ αἷς ἐκκριθέντος
14. παχέος τε καὶ πολλοῦ σπέρματος, ἀπηλλάγη τῶν
15. κατεχόντων αὐτὴν ὀχληρῶν ἡ γυνή. διὰ ταῦτα μὲν οὖν
16. ἐφάνη μοι μείζονα δύναμιν ἔχειν εἰς βλάβην τοῦ σώματος
17. ὅλου τὸ κακοχυμότερον σπέρμα τῶν καταμηνίων·
18. ὥστε κᾂν ἐκεῖνά ποτε γίγνηται ταῖς χηρευούσαις, ἀλλὰ τήν
19. γε τοῦ σπέρματος ἐποχὴν ἀνιαράν τε ἅμα καὶ βλαβερὰν
1. ὑπάρχειν αὐταῖς. ὅσοι δ’ οἴονται μεγάλων συμπτωμάτων ἐν
2. ὅλῳ τῷ σώματι γιγνομένων, ἀπίθανον εἶναι, χυμὸν ὀλίγον
3. ἐν ἑνὶ μορίῳ περιεχόμενον αἰτιᾶσθαι, δοκοῦσί μοι λίαν ἀμνήμονες
4. εἶναι τῶν ὁσημέραι γινομένων. ἐπὶ γοῦν τοῖς τῶν
5. φαλαγγίων δήγμασιν ὅλον ὁρᾶται πάσχον τὸ σῶμα, μικροῦ
6. τινος ἰοῦ κατὰ βραχυτάτην ὀπὴν ἐνιεμένου. τὸ δὲ τῶν σκορπίων
7. ἐστὶ θαυμασιώτερον, ὅτι καὶ τὰ συμπτώματα διὰ συντόμων
8. ἐπιφέρουσι σφοδρότατα, καὶ τὸ καταβαλλόμενον ἐγχριμψάντων
9. αὐτῶν ἤτοι παντάπασιν ὀλίγιστον ἢ ὅλως οὐδέν
10. ἐστιν, ἀτρήτου γε τοῦ κέντρου φαινομένου. καὶ μὴν ἀναγκαῖον,
11. οὐχ ἁπλῶς ὅτι νένυκταί τις ὥσπερ ὑπὸ βελόνης, εὐθέως
12. ὅλον τὸ σῶμα χαλάζαις βάλλεσθαι δοκεῖν, ἅμα λειποθυμίαις,
13. ἀλλ’ ἤτοι γε πνεύματός τινος, ἢ λεπτῆς ὑγρότητος
14. ἐνιεμένης, εὔλογον γίγνεσθαι ταῦτα. τινὲς δ’ ἡγοῦνται καὶ
15. τῷ ψαῦσαι μόνον ἐνίας τῶν οὐσιῶν ἀλλοιοῦν δύνασθαι τὰ
16. πλησιάζοντα, μόνῃ τῇ κατὰ τὴν ποιότητα δυνάμει· ταύτην
17. γὰρ φύσιν κᾀπὶ τῶν θαλαττίων ναρκῶν ὁρᾶσθαι, δύναμιν
18. ἰσχυρὰν οὕτως ἔχουσαν, ὡς καὶ διὰ τοῦ τῶν ἁλιέων τριόδοντος 
1. ἀναδιδομένης τῆς ἀλλοιώσεως εἰς τὴν χεῖρα, ναρκώδη παραχρῆμα
2. πᾶσαν αὐτὴν γίγνεσθαι. ταῦτά τε οὖν ἱκανὰ τεκμήρια
3. τοῦ σμικρὰν οὐσίαν ἀλλοιώσεις μεγίστας ἐργάζεσθαι μόνῳ τῷ
4. ψαῦσαι, καὶ τὸ κατὰ τὴν Ἡρακλείαν λίθον, ἣν καὶ μαγνῆτιν
5. ὀνομάζουσιν, οὐχ ἥκιστα. τοῦ μὲν γὰρ ψαύσαντος αὐτῆς
6. σιδηρίου κρεμαννυμένου χωρὶς δεσμοῦ, δεύτερον ἄλλο τοῦ
7. ψαύσαντος ψαῦον ὁμοίως τῷ πρώτῳ πάλιν ἐξ αὐτοῦ κρεμάννυται,
8. κᾄπειτ’ ἄλλο τρίτον ἐκ τοῦ δευτέρου. φαινομένου
9. δὴ σαφῶς, ἰσχυροτάτην ἔχειν τὴν δύναμιν ἐνίας τῶν οὐσιῶν,
10. ὑπόλοιπον ἂν εἴη ζητεῖν, εἰ διαφθορά τις ἐν τοῖς ζώοις δύναται
11. γενέσθαι τηλικαύτη τὸ μέγεθος, ὡς ἰῷ θηρίου παραπλησίαν
12. ἔχειν ποιότητά τε καὶ δύναμιν. ἢ καὶ τοῦτο κέκριται
13. πρὸς αὐτῶν τῶν ἰατρῶν, οἵ γε τῶν προβλημάτων ἕν τι
14. πεποίηνται, πότερον ἴδια φαρμακείας ἐστὶ σημεῖα, ἢ οὐκ
15. ἔστιν; καὶ οἵ γε κάλλιστα δοκοῦντες εἰρηκέναι περὶ αὐτοῦ τὰ
16. μὲν αὐτὰ γίγνεσθαι πάθη συγχωροῦσι κατά τε τὰς τῶν
17. θανασίμων φαρμάκων δόσεις καὶ τὰς ἐκ τοῦ σώματος
18. ἡμῶν ὁρμωμένας διαφθοράς· οὐ μὴν ἀδιακρίτους γε τοὺς
19. εἰληφότας φάρμακα ἀπὸ τῶν μὴ λαβόντων ὑπάρχειν·
1. ὅταν γὰρ εὐχύμῳ τινὶ φύσει, δεδιῃτημένῳ τε κατὰ πάντα
2. τρόπον ὑγιεινῶς ἐξαιφνίδιος γένηται θάνατος, οἷος ἐπί τινι
3. τῶν δηλητηρίων φαρμακὼν, εἶτα πελιδνὸν, ἢ μέλαν, ἢ ποικίλον,
4. ἢ διαῤῥέον, ἢ σηπεδόνος ἀνιαρᾶς ἀπόζει τὸ σῶμα, φάρμακον
5. εἰληφέναι τοῦτόν φασιν. εἴπερ οὖν συγχωρεῖται τοιαῦτα
6. πάθη καταλαμβάνειν ἡμᾶς ἐξ ἡμῶν αὐτῶν ἔχοντα τὴν ὁρμὴν
7. τῆς γενέσεως, οἷα γίνεται δηλητηρίου φαρμάκου ληφθέντος,
8. οὐδὲν θαυμαστὸν εἰ σπέρμα κακόχυμον, ἢ καταμήνιον ὁμοίως
9. ἔχον, ἐπισχεθέντα καὶ διασαπέντα, συμπτώματα φέρει χαλεπὰ
10. τοῖς παθεῖν ἐπιτηδείως ἔχουσι σώμασιν. μαθεῖν γὰρ
11. ἔστι κᾀπὶ τῶν κυνῶν, ὅσην ἔχει δύναμιν ἡ πρὸς τὸ παθεῖν
12. ὁτιοῦν ἐπιτηδειότης· οὐδενὸς γοῦν τῶν ἄλλων ζώων ἁλισκομένου
13. λύττῃ, μόνον ἁλίσκεται τοῦτο, καὶ τοσαύτη γε κατὰ
14. αὐτὸ γίγνεται διαφθορὰ τῶν χυμῶν, ὥστε τὸ σίαλον αὐτοῦ
15. μόνον ἀνθρωπίνῳ σώματι προσπεσὸν ἐργάζεται λύτταν.
16. ὡς οὖν ἀπὸ σμικρᾶς ἀρχῆς τῆς κατὰ τὸ σίαλον ποιότητος
17. αὐξανομένη τις ἐν τῷ σώματι διάθεσις, ἡνίκα εἰς ἀξιόλογον
18. ἀφίκηται μέγεθος, ἔγνωσται μῆνας μετὰ ἓξ, ἐνίοτε τῷ
1. πρόσθεν χρόνῳ μηδὲν ἔχουσα γνώρισμα, κατὰ τὸν αὐτὸν τρόπον
2. ἀπὸ χυμοῦ τινος ἐν τῷ τοῦ ζώου σώματι γενηθέντος
3. μοχθηροῦ κατὰ βραχὺ συμπάσχει τῷ χρόνῳ τῶν κυρίων τι
4. μορίων, ἀφ’ ὧν τὸ σύμπαν σῶμα ταχέως ἀλλοιοῦται.
5. ὅτι δὲ τῶν ὑστερικῶν λεγομένων συμπτωμάτων εἰκότως ἐκ
6. παλαιοῦ πεπίστευται κατὰ τὰς μήτρας ἡ οἷον ῥίζωσις εἶναι,
7. τεκμήριον οὐ σμικρόν ἐστι τὸ μόναις ταῖς χηρευούσαις τε καὶ
8. ταῖς τὰς ἐμμήνους καθάρσεις ἐπεχομέναις τὰ τοιαῦτα γίγνεσθαι
9. παθήματα. ὅτι δὲ τούτων αὐτῶν μείζονα δύναμιν εἰς τὴν
10. τῶν ὑστερικῶν συμπτωμάτων γένεσιν ἔχει τὸ σπέρμα κατεχόμενον,
11. ἐλάττονα δὲ τὸ καταμήνιον, ἐκ τῶν ἄνευ χηρείας ἐπεχομένων
12. τὴν κάθαρσιν ἔνεστι μαθεῖν, ἄλλα μέν τινα πασχουσῶν,
13. ἃ μικρὸν ὕστερον εἰρήσεται, μήτε δ’ ἀπνοίαις ἐχομένων
14. μήτε σφοδραῖς λειποψυχίαις μήτε τοῖς ἄλλοις ἃ λέλεκται
15. μικρὸν ἔμπροσθεν, ἔτι δὲ κᾀκ τοῦ τινὰς τῶν χηρευουσῶν
16. ἀμέμπτως καθαιρομένας, ἢ μὴ πολλῷ ἧττον τοῦ πρόσθεν,
17. ὁμοίως ἁλίσκεσθαι συμπτώμασιν. ὁμολογεῖ δὲ τούτοις καὶ
1. τὰ κατὰ τὴν μήτραν φαινόμενα σημεῖα ταῖς ἁπτομέναις ἀκριβῶς
2. ἰατρίναις· ἐνίοτε μὲν γὰρ ὡς ἀνεσπασμένης ὅλης αὐτῆς,
3. ἐνίοτε δ’ ὡς παρεσπασμένης ὁ τράχηλος τοῖς ψαύουσιν ἐγκεκλιμένος
4. φαίνεται. διὸ καί τινες οἷον ζῶόν τι παιδοποιΐας
5. ἐπιθυμητικὸν εἶναι τὴν μήτραν ὑποθέμενοι, στερισκόμενον
6. ὧν ὀρέγεται, παντὶ τῷ σώματι λυμαίνεσθαί φασι. γράφει
7. γοῦν ὁ Πλάτων οὕτως· αἱ δὲ ἐν ταῖς γυναιξὶν μῆτραί τε καὶ
8. ὑστέραι λεγόμεναι δι’ αὐτὰ ταῦτα, ζῶον ἐπιθυμητικὸν ἐὸν
9. τῆς παιδοποιΐας, ὅτ’ ἂν ἄκαρπον παρὰ τὴν ὥραν χρόνον πολὺν
10. γίνηται, χαλεπῶς ἀγανακτοῦν φέρει, καὶ πλανώμενον
11. πάντῃ κατὰ τὸ σῶμα, τὰς τοῦ πνεύματος διεξόδους ἀποφράττον,
12. ἀναπνεῖν οὐκ ἐῶν, εἰς ἀπορίας τὰς ἐσχάτας ἐμβάλλει
13. καὶ νόσους παντοδαπὰς ἄλλας παρέχει. ταῦτα τοῦ
14. Πλάτωνος εἰπόντος, ἔνιοι προσέθεσαν, ὡς ἐπειδὰν αἱ μῆτραι
15. πλανώμεναι κατὰ τὸ σῶμα τῷ διαφράγματι προσπέσωσιν,
16. ἐμποδίζουσι τὴν ἀναπνοήν· ἔνιοι δὲ πλανᾶσθαι μὲν αὐτὴν
17. ὥσπερ ζῶον οὔ φασιν, ἐπισχεθέντων δὲ τῶν καταμηνίων
18. ξηραινομένην ἀνατρέχειν εἰς τὰ σπλάγχνα, ποθοῦσαν ὑγρανθῆναι,
1. κᾀπειδάν ποτε κατὰ τὴν ἄνοδον ὁμιλήσῃ τῷ διαφράγματι,
2. στερίσκεσθαι τῆς ἀναπνοῆς τὸ ζῶον. ὅσοι μὲν
3. οὖν ἀγνοοῦσί τε τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, περί τε
4. τῶν φυσικῶν καὶ προαιρετικῶν ἐνεργειῶν οὐδὲν ἐπεσκέψαντο,
5. καίτοι μηδὲν ἀποδεικτικὸν ἀκούοντες ὧν εἶπον, ἐνδέχεσθαι νομίζουσιν
6. εἶναί τι τῶν εἰρημένων ἀληθές· ὅσοι δὲ ἐν ἀμφοτέροις
7. ἐγυμνάσαντο, καθορῶσι καὶ χωρὶς ἐμοῦ τὸ σαθρὸν τοῦ
8. λόγου· εἰ γὰρ καὶ ἀνεσπάσθαι τι φαίνοιτο μέρος τῆς μήτρας,
9. βραχὺ τοῦτ’ ἐστὶ καὶ οὐχ ἱκανὸν ἐνδείξασθαι τὸ κύτος ὅλον
10. αὐτῆς οὐδ’ ἄχρι τῆς γαστρὸς ἀνεσπάσθαι, μήτιγε καὶ ταύτην
11. ὑπερβᾶσαν ἅψασθαι τῶν φρενῶν που· εἰ δέ περ καὶ ἥπτετο,
12. τί ἂν εἴη τοῦτο πρὸς ἄπνοιαν, ἢ λειποψυχίαν, ἢ τὰς
13. τῶν κώλων συντάσεις, ἢ κάρον παντελῆ; τοῖς γοῦν ὑπερεμπλησθεῖσιν
14. ὁ τῆς γαστρὸς ὄγκος ἐναργῶς φαίνεται θλίβων
15. τὸ διάφραγμα· καὶ διὰ τοῦτο μὲν ἡ ἀναπνοὴ πυκνοῦται,
16. σύμπτωμα δ’ οὐδὲν ἄλλο καταλαμβάνει τὸ ζῶον. ἀλλὰ
17. καὶ κατὰ τὰς κυήσεις ἐπεκτεινόμεναι τοῖς κυομένοις αἱ μῆτραι 
1. πυκνοτέραν ἐργάζονται τὴν ἀναπνοὴν, οὐδὲν δ’ οὐδ’ αὗται
2. βλάπτουσιν ἄλλο. τὸ δὲ καὶ ξηραινομένας αὐτὰς ἀνατρέχειν
3. ἐπὶ τὰ σπλάγχνα ποθούσας ὑγρανθῆναι, παντάπασιν ἄτοπον·
4. εἰ μὲν γὰρ ἁπλῶς ὑγρότητος αἱ μῆτραι δέονταί ποτε,
5. τὴν κύστιν ὁμιλοῦσαν ἔχουσι καὶ τὸ κάτω μέρος ἅπαν τοῦ
6. παχέος ἐντέρου· εἰ δ’ οὐχ ἁπλῶς ὑγρότητος, ἀλλ’ αἱματικῆς
7. ὑγρότητος, ἐπὶ τὸ ἧπαρ ἐχρῆν αὐτὰς, οὐκ ἐπὶ τὰς φρένας
8. φέρεσθαι. τί δὲ καὶ δέονται προσπίπτειν ἔξωθεν ἄλλοις μορίοις,
9. ἔχουσαι περικείμενον ἑαυταῖς στέγασμα πυκνὸν, ὑμενῶδες
10. ἀμφίεσμα; τὰ γὰρ ἕλκοντα πάντα τὰς ἐξ ἐντέρων
11. ὑγρότητας εἰς ἑαυτὰ διὰ στομάτων παμπόλλων τοῦτο πράττει·
12. πάμπολλα δ’ εἰς τὰς μήτρας καθήκει στόματα φλεβῶν,
13. δι’ ὧν ἕλκειν ἐκ τῆς κοίλης φλεβὸς αἷμα δυνατὸν ἦν αὐταῖς,
14. ἐκ τοῦ ἥπατος ἐχούσης ἐπιῤῥέον αὐτῇ τὸ αἷμα. τίνα δ’ ἂν
15. ὀχετὸν ἕτερον εὕροι τις αἵματος ἐξ ἥπατος εἰς μήτρας φερόμενον
16. ἀξιολογώτερον τοῦδε; διὰ τίνος δ’ ὅλως ἄλλου δυνατὸν
17. αὐταῖς ἐξ ἥπατος ἑλκύσαι τι; κᾂν εἰ μὴ μέγιστος δ’ ἦν ὁ τῆς
18. κοίλης φλεβὸς ὀχετὸς, ἀλλά τοι γ’ ἄλλος οὐκ ἔστιν· αὕτη γὰρ
1. μία μόνη φλὲψ τοῖς κάτω τοῦ διαφράγματος ἅπασιν ἐξ ἥπας
2. ὀχετεύει τὸ αἷμα. παντελῶς οὖν ἄτοπος ὁ λόγος αὐτῶν ἐστι,
3. πρὸς τῷ καὶ ζῶον ἐργάζεσθαι τῷ λόγῳ τὴν μήτραν. ἀλλ’ εἰ
4. καὶ τοῦτο συγχωρηθείη, λυπηθήσεται μὲν ἀποστερουμένη τῶν
5. ἰδίων ὀρεκτῶν, ἴσως δὲ καὶ ἀτροφήσει, καθάπερ ἔνιοί φασι
6. τοὺς ἐρῶντας φοίνικας πάσχειν, οὐ μὴν οὔτ’ ἐπὶ τὰς φρένας
7. οὔτ’ ἐπ’ ἄλλο τι χωρίον ἀφίξεται· πρὸς γὰρ αὖ τοῖς ἄλλοις
8. καὶ ξηρότατόν ἐστι τῇ κράσει τὸ διάφραγμα, δεῖται δὲ ἡ μήτρα
9. κατὰ τοὺς ξηραίνεσθαι φάσκοντας αὐτὴν ὑγρῶν μορίων
10. κοινωνίας. ἴσως οὖν τις ἡμᾶς ἐρωτήσεται τὴν αἰτίαν, δι’
11. ἣν ἀνεσπασμένη τε καὶ παρεσπασμένη πολλάκις ἡ μήτρα φαίνεται·
12. τοῦτο γὰρ αἱ μαιεύτριαι λέγουσιν, ὥσπέρ γε καὶ ὅτι
13. πολλάκις ἐπὶ τῆς οἰκείας ἕδρας μενούσης αὐτῆς, οὐδὲν ἧττον
14. ἐπιλαμβάνει τὰς γυναῖκας ὑστερικὰ συμπτώματα. πειράσομαι
15. δὴ τούτοις εἰπεῖν τὴν αἰτίαν, ἑπόμενος τοῖς ὑφ’ Ἱπποκράτους
16. εἰρημένοις. τὰς γάρ τοι τῶν ὑστερῶν ἐντάσεις
17. αἰτίας γίγνεσθαί φημι τοῦ καὶ τὸν αὐχένα ταῖς ἁπτομέναις
18. μαίαις ἀνεσπάσθαί τε καὶ παρεσπάσθαι φαίνεσθαι·
1. συνεσπάσθαι γὰρ ἀναγκαῖόν ἐστι ταῖς μήτραις τὸν αὐχένα.
2. τίς οὖν αἰτία τοῦ τὰς μήτρας ἀνεσπάσθαι τε καὶ παρεσπάσθαι;
3. τοῦτο γὰρ ἔτι λείπει τῷ λόγῳ· τῶν πρὸς αὐτὰς καθηκόντων
4. ἀγγείων ἡ πλήρωσις ἅμα τοῖς ἀρτήμασιν αὐτῶν·
5. ἀπεδείχθη γὰρ ἡμῖν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, καθ’
6. ὅν φησι τὸν σπασμὸν ὑπὸ κενώσεώς τε καὶ πληρώσεως γίγνεσθαι,
7. εἰς μὲν τὸ πλάτος τε καὶ τὸ βάθος ἐκτείνειν τὰ τῶν
8. πληρουμένων σώματα, βραχύτερον δ’ ἐργάζεσθαι τὸ μῆκος·
9. ὅσον οὖν βραχύτερον γίγνεται, τοσοῦτον ἐπὶ τὴν ἀρχὴν ἀνασπᾶται.
10. καὶ γὰρ οὖν καὶ τοὺς μῦς ὁ Ἐρασίστρατος ἐκ τοῦ
11. πληροῦσθαι πνεύματος εἰς εὖρος ἐπιδιδόντας ἀφαιρεῖν φησι
12. τοῦ μήκους, καὶ διὰ τοῦτ’ ἀνεσπάσθαι. πόθεν οὖν ἡ πλήρωσις
13. γίγνεται τῶν τε φλεβῶν καὶ τῶν ἀρτημάτων; ἐκ τῆς
14. ἐπισχέσεως δηλονότι τῶν καταμηνίων. ἀφικνεῖται γὰρ ἄχρι
15. τῆς μήτρας, εἴσω δ’ οὐκ εἰσέρχεται τὸ αἷμα, ποτὲ μὲν αὐτὸ
16. παχύτερον ἢ κατὰ τὸ στόμα τῶν ἀγγείων γεγονὸς,
17. ἔστι δὲ ὅτε μυσάντων ἐκείνων· ὥστε ἐν ταῖς φλεψὶ πληθῦνον
18. ἐκείνας τε διατείνειν, διαβρέχειν τε τὰ πλησίον αὐτῶν ἀρτήματα·
1. τῇ δὲ τούτων τάσει κατὰ τὸ συνεχὲς αἱ μῆτραι συνανασπῶνται.
2. ἐὰν μὲν οὖν ἰσοῤῥόπως ἕλκωνται πανταχόθεν,
3. ἀπαρέγκλιτος αὐτῶν ἡ μετάστασις γίγνεται· ἐὰν δὲ ἑτεροῤῥόπως,
4. πρὸς τὸ μᾶλλον ἕλκον ἐκτείνονται. οὔκουν οὐχ ὡς
5. ζῶον πλανώμενον ἄλλοτ’ εἰς ἄλλον ἀφικνεῖται τόπον ἡ μήτρα
6. ταῖς γυναιξὶν, ἀλλ’ ὑπὸ συντάσεως ἀνελκομένη. καὶ λέγων
7. ἄν τις αὐτὸ μὲν τὸ σῶμα τῶν ὑστερῶν ἀπαθὲς εἶναι τηνικαῦτα,
8. τὴν διαστροφὴν δὲ πάσχειν αὐτὰς ἑλκομένας
9. ἄλλοτ’ ἀλλαχόσε, προσηκόντως ἐρεῖ. συμβαίνει γὰρ καὶ κατ’
10. ἄλλα μόρια τοῦ σώματος ἡ τοιαύτη φαντασία τῶν παθῶν,
11. ὡς πολλάκις ἐξαπατᾶσθαι τοὺς ἰατροὺς, οἰομένους πεπονθέναι
12. τὸ διεστραμμένον, ἢ καμφθῆναι μὴ δυνάμενον ἢ ἐκταθῆναι.
13. καὶ τοῦτο διδάσκων ὁ Ἱπποκράτης ἐν τῷ περὶ ἄρθρων
14. βιβλίῳ καὶ τῆς κατὰ τὰς μήτρας λεγομένης πλάνης
15. ἐμνημόνευσεν ὧδέ πως γράψας· οἷς δ’ ἂν εἰς τοὐπίσω κεφαλὴ
16. μηροῦ ἐκπέσῃ, ὀλίγοισι δ’ ἐκπίπτει, οὗτοι ἐκταννύειν
17. οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν
18. οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην· ἀλλ’ ἥκιστα τῶν ἐκ παλαιῶν
1. οὗτοι ἐκταννύουσι καὶ τὸ κατὰ βουβῶνα καὶ τὸ κατὰ τὴν
2. ἰγνύην ἄρθρον. ἐν τούτῳ τῷ λόγῳ, καίτοι μηδέν τι πεπονθὸς
3. τὸ κατὰ τὴν ἰγνύην ἄρθρον, ἐκ τῆς πρὸς τὸ κατὰ
4. τὸν βουβῶνα κοινωνίας ἀδυνατεῖν ἐκτείνεσθαί φησιν. εἶθ’
5. ἑξῆς ἐπιφέρων ἐρεῖ· προσξυνιέναι μὴν καὶ τόδε χρὴ, εὔχρηστον
6. γὰρ καὶ πολλοῦ λόγου ἄξιον καὶ τοὺς πλείστους λήθει,
7. ὅτι οὐδ’ ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ
8. ἄρθρον, ἢν μὴ συνεκταννύσωσι καὶ τὸ κατὰ τὸν βουβῶνα
9. ἄρθρον, πλὴν εἰ μὴ πάνυ ἄνω αἴρωσιν τὸν πόδα· οὕτως δ’
10. ἂν δύναιντο. οὐ τοίνυν οὐδὲ συγκάμπτειν δύνανται τὸ κατὰ
11. τὴν ἰγνὺν ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, εἰ μὴ
12. συγκάμψωσιν καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. ταῦτα
13. προειπὼν ἐφεξῆς φησιν· πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα
14. τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ τὰς τῶν νεύρων ξυντάσιας,
15. καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου
16. ἄξια γιγνώσκεσθαι, ἢ ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου
17. φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ τὰς τῶν ὑστερῶν
18. πλάνας τε καὶ ξυντάσιας. ἐν ταύταις ταῖς λέξεσι προὔθετο 
1. μὲν εἰπεῖν ὁ Ἱπποκράτης περὶ τοῦ κατὰ τὴν ἰγνύαν ἄρθρου,
2. μὴ δυναμένου κινεῖσθαι κατὰ φύσιν, οὐ τῷ πεπονθέναι
3. τι πάθος ἴδιον, ἀλλὰ τῇ κοινωνίᾳ τῇ πρὸς τὸ κατ’.
4. ἰσχίον· ἐμνημόνευσε δὲ καὶ τῶν κατὰ τὴν μήτραν συντάσεων,
5. ὅταν αὕτη μὲν ὅσον ἐφ’ ἑαυτῇ μὴ μεθίστηται, τεινομένη δ’
6. ὑπό τινων ἑτέρων ἕπηται τοῖς ἐπισπωμένοις. αἱ μὲν οὗν
7. διαστροφαὶ τῆς μήτρας κατὰ τὸν εἰρημένον τρόπον ἀκολουθοῦσι
8. ταῖς τᾶν ἐμμήνων ἐπισχέσεσιν, οὐκ αὐταὶ τῶν περὶ τὸ
9. σῶμα τοῦ ζώου συμπτωμάτων αἰτίαι γιγνόμεναι, κοινὴν δὲ
10. αἰτίαν αὐτῶν κτώμεναι τὸ πλῆθος τῆς ἐπεσχημένης ἐμμήνου
11. καθάρσεως· αἱ δ’ ἄνευ τῶν διαστροφῶν ἢ καὶ τῆς ἐπισχέσεως
12. τῶν καταμηνίων ταῖς χηρευούσαις γιγνόμεναι βλάβαι διὰ
13. τὴν ἐπίσχεσιν τοῦ σπέρματος συμβαίνουσι. παρὰ δὲ τὴν ποσότητά
14. τε καὶ ποιότητα τοῦ τε καταμηνίου καὶ τοῦ σπέρματος
15. ἄλλοτ’ ἄλλο συμπτώματος εἶδος αὐταῖς γίγνεται. ψύχειν
16. μὲν γὰρ ὅλον τὸ σῶμα δυναμένου τοῦ λυποῦντος αἰτίου, καταψύχονται
17. σφοδρῶς, ὡς μήτ’ ἀναπνεῖν αἰσθητῶς μήτε
18. σφύζειν· παχέος δ’ ὄντος ἢ δριμέος, οἱ σπασμοὶ γίγνονται·
1. δυσθυμίαι δὲ, ὅταν ᾖ μελαγχολικώτερον· ὥσπέρ γε πάλιν
2. λειποψυχίαι τε τῇ σφοδρότητι τῶν τάσεων ἕπονται καὶ ταῖς
3. καταψύξεσι καὶ ταῖς τοῦ στομάχου κακώσεσιν. εὔδηλον
4. δ’ ὅτι τὸ στόμα τῆς γαστρὸς ἐν τοῖς τοιούτοις λόγοις
5. εἰώθαμεν ὀνομάζειν στόμαχον, ὥσπερ κᾀν ταῖς στομαχικαῖς
6. συγκοπαῖς ἅπασι τοῖς ἰατροῖς ἔθος ἐστὶν οὕτω χρῆσθαι τῇ
7. προσηγορίᾳ. ὅσα δὲ ταῖς ἐμμήνοις καθάρσεσιν ἐπεχομέναις
8. ἀκολουθεῖ συμπτώματα, καὶ γὰρ καὶ περὶ τούτων ὑπεσχόμην
9. εἰπεῖν τι, νῦν ἤδη δίειμι, τὴν ἀρχὴν ἀφ’ ὧν Ἱπποκράτης ἐν
10. ἀφορισμοῖς ἔγραψεν ποιησάμενος, ὧν ἓν καὶ τόδε ἐστίν· ἢν
11. γυνὴ μὴ κύουσα μηδὲ τετοκυῖα γάλα ἔχῃ, τὰ καταμήνια αὐτῆς
12. ἐκλέλοιπεν. ἄνευ δὲ τοῦ γάλα κατὰ τοὺς τιτθοὺς φαίνεσθαι,
13. τῶν καταμηνίων ἐπεσχημένων καὶ τάδε σημεῖα· βάρους μὲν
14. αἴσθησις ἐν ὅλῳ τῷ σώματι, καὶ ἄση, καὶ ἀνορεξία, καὶ
15. ἀνωμαλία φρικώδης· ἐὰν δὲ χωρὶς φρίκης ἀνωμαλία τις ᾖ,
16. καὶ ἄση, καί τινων ἀλλοκότων ἐπιθυμία, σκέψασθαι κέλευσον
17. τὴν μαῖαν ἁψαμένην τοῦ τῆς μήτρας αὐχένος· εἰ γὰρ
18. ἄνευ σκληρότητος μεμυκὼς ᾖ, κυήσεως ταῦτ’ ἐστὶ σημεῖα.
1. τινὲς δὲ αὐτῶν καὶ τὴν τροφὴν ἐμοῦσιν, ἐσθίουσί τε γῆν, ἢ
2. ἄνθρακας ἐσβεσμένους, ἤ τινα τοιαῦτα. τὸ μέντοι μετὰ
3. σκληρότητος μεμυκὸς στόμα τοῦ τῆς μήτρας αὐχένος πάθος
4. εἶναί τι κατὰ τὴν μήτραν σημαίνει, καὶ χρὴ σκοπεῖσθαι τὴν
5. μαιεύτριαν, ἐς ὅ τι μέρος παρέσπασταί τε καὶ ἀνέσπασται,
6. κατ’ ἐκεῖνο γάρ ἐστιν ὁ πεπονθὼς τόπος τῆς ὑστέρας· ἐνίαις
7. δὲ καὶ διασημαίνει τι κατ’ ἐκεῖνο τὸ μέρος ἄλγημα μετὰ βάρους,
8. ἔρχεται δὲ καὶ εἰς ἰσχίον τὸ ἄλγημα, καὶ τὸ κατ’ εὐθὺ
9. σκέλος αὐτὸ χωλεύει κατὰ τὴν ὁδοιπορίαν. κᾂν πολλῷ χρόνῳ
10. τὰ καταμήνια κρυφθῇ, καὶ μηδεμίαν κένωσιν ὁ ἰατρὸς τῇ
11. γυναικὶ προσαγάγῃ, φαίνεταί τις ἐνίοτε κατὰ τὸν κενεῶνα
12. παρὰ φύσιν ὄγκος, ἐνδεικνύμενος διὰ βάθους εἶναί τι φλεγμαῖνον·
13. ἐνίαις δὲ καὶ φυματώδης ὄγκος ἐγείρεται κατὰ τὸ πέρας
14. τοῦ κενεῶνος, οἷοι καὶ τοῖς ἀνδράσι γίγνονται κατὰ τὸ
15. χωρίον τοῦτο, καί τινι διεπύησε καὶ τομῆς ἐδεήθη. κατὰ
16. τοῦτο γοῦν τὸ μέρος καὶ κῶλον οἴδαμεν ἐκπυήσαντά τε
17. καὶ τμηθέντα, ἐνίοτε μὲν ἀγνοούντων ὃ τέμνουσι τῶν
18. ἀπειροτέρων ἰατρῶν, ἔστι δ’ ὅτε καὶ γιγνωσκόντων·
1. καὶ πάντ’ ἰάθη τὰ οὕτως ἐκπυήσαντα κῶλα ῥᾳδίως, αἱ δὲ
2. κατὰ τὴν μήτραν τομαὶ δυσχερέστερον εἰς σύμφυσιν ἔρχονται.
3. τοιαῦτα μὲν οὖν ἕπεται συμπτώματα ταῖς τῶν καταμηνίων
4. ἐπισχέσεσι, καὶ χωρὶς τούτων ἀλγήματα κατ’ ὀσφῦν καὶ τράχηλον
5. καὶ βρέγμα καὶ τὰς τῶν ὀφθαλμῶν βάσεις, πυρετοί
6. τε καυσώδεις καὶ οὖρα μελαινόμενα μετ’ ἐρυθροῦ τινος ἰχῶρος,
7. ὥσπερ εἰ κρεῶν νεοσφαγῶν πλύμασι μίξαις ἀσβόλην·
8. ἔνιαι δὲ καὶ δυσουροῦσι καὶ ἰσχουροῦσι. ὅτ’ ἂν οὖν τι
9. τοιοῦτον ἴδῃς ἐπὶ γυναικῶν, ὑπόπτευε κατὰ τὰς μήτρας εἶναι
10. τὴν οἷον ῥίζαν αὐτῶν. ἐὰν δὲ καὶ κατ’ ἄλλον τινὰ τόπον
11. τοῦ σώματος ἔκκρισις αἵματος ἢ φλεγμονή τις ᾖ, ἢ ἐρυσίπελας
12. γένηται, πυνθάνεσθαι χρὴ περὶ τῆς ἐμμήνου καθάρσεως·
13. οὐδὲν γὰρ τούτων γίγνεται ταῖς ἀμέμπτως καθαιρομέναις.
14. ταῖς μὲν οὖν ἐπισχέσεσι τῆς ἐμμήνου καθάρσεως τοιαῦτα
15. τοὐπίπαν ἐπιγίγνεται συμπτώματα· ταῖς δ’ ἀμέτροις κενώσεσιν
16. ἄχροιαι καὶ ποδῶν οἰδήματα καὶ ὅλον ὕποιδον τὸ
17. σῶμα, καὶ μοχθηρῶς πέττειν τὰ σιτία καὶ φαύλως ὀρέγεσθαι,
18. καὶ πάνθ’ ὅσα δι’ αἵματος ἄμετρον κένωσιν εἴωθεν
1. ἕπεσθαι συμπτώματα, κᾂν ἐξ αἱμοῤῥοΐδος, ἤ τινος ἄλλης
2. αἱμοῤῥαγίας ἡ κένωσις γένηται. καὶ χωρὶς δὲ τοῦ πεπονθέναι
3. τὰς μήτρας ὁ καλούμενος ῥοῦς γυναικεῖος ἔστιν ὅτε συμβαίνει
4. ταῖς γυναιξὶν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου
5. τε καὶ κενουμένου δι’ αὐτῆς, ὥσπερ ἐνίοτε καὶ διὰ νεφρῶν
6. ἐκκενοῦται· καὶ γίγνεται τοῦτο μάλιστα ταῖς ἁπαλοσάρκοις
7. τε καὶ φλεγματώδεσι, ἃς καὶ χωρὶς τοῦ ψαῦσαι τῆς μήτρας
8. ἰασάμεθα διὰ τῶν τοῦ παντὸς σώματος βοηθημάτων. ἔστι
9. δὲ τὸ κενούμενον ἐνίοτε μὲν ἐρυθρὸς ἰχὼρ, ἔστιν ὅτε δ’ ὑδατώδης
10. ἢ ὕπωχρος· εἰ δ’ αἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φαίνοιτο,
11. προσέχειν ἀκριβῶς, μή τις ἀνάβρωσις γέγονεν ἐν τῇ
12. μήτρᾳ· συμβαίνει δ’ ὡς τὸ πολὺ κατὰ τὸν αὐχένα μᾶλλον
13. ἢ ἀλλαχόθι τὰς ἀναβρώσεις αὐταῖς γίγνεσθαι. διαγιγνώσκονται
14. δὲ τοῖς φερομένοις ἰχῶρσιν αἱ βυθιώτεραι, κατὰ
15. δὲ τὸ στόμιον τοῦ αὐχένος οὐ τούτοις μόνον, ἀλλὰ καὶ διὰ
16. τῆς ἁφῆς. ἐκκρίνεται δ’ αἷμα καὶ τῶν κυουσῶν ἐνίαις, ἀναστομουμένων
17. τῶν κατὰ τὸν αὐχένα φλεβῶν. εἰ δὲ κυούσης
18. γυναικὸς ἐξαίφνης ἰσχνοὶ γενηθεῖεν οἱ τιτθοὶ, προσδόκα
1. ταύτην ἐκτρώσειν· δίδυμα δὲ κυούσης ὁ ἕτερος τιτθὸς ἰσχνὸς
2. γενόμενος ἐκτρωθήσεσθαι σημαίνει τὸ ἕτερον τῶν ἐμβρύων·
3. καὶ τοὐπίπαν τὸ μὲν ἄῤῥεν ὁ δεξιὸς, τὸ δὲ θῆλυ ὁ ἕτερος,
4. ἐπειδὴ τὰ μὲν ἄῤῥενα τοὐπίπαν ἐν τοῖς δεξιοῖς μέρεσι τῶν
5. μητρῶν κυΐσκεται, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς, καὶ σπάνιόν
6. ἐστι τὸ ἐναντίον, ὡς κᾀπὶ τῶν ἄλλων φαίνεται ζώων,
7. οἷς ἡ φύσις ἐστὶ διδυμοτόκος· αἶγές τε γὰρ πολλαὶ καὶ πρόβατα
8. τοιαῦτα καὶ τῶν ἄλλων τετραπόδων ζώων οὐκ ὀλίγα.
9. εἰ δὲ κυΐσκοιτο μὲν ἑτοίμως ἡ γυνὴ, δίμηνον δὲ καὶ τρίμηνον
10. ἢ τετράμηνον ἐκβάλλῃ τὸ κύημα, περὶ τὰς κοτυληδόνας αὐτῇ
11. τῶν μητρῶν ὑγρότης φλεγματώδης ἀθροίζεται, δι’ ἣν ἡ τῶν
12. γενομένων ἐν τῷ χωρίῳ φλεβῶν τε καὶ ἀρτηριῶν σύμφυσις
13. τοῖς στόμασι τῶν καθηκόντων εἰς τὴν μήτραν ἀγγείων ἄτονός
14. ἐστιν, ὡς μὴ φέρειν τὸ τοῦ κυουμένου βάρος, ἀλλ’ ἀποῤῥῄγνυσθαι
15. ῥᾳδίως.

Cliquer un n° de page pour en afficher l’image