Galenus. De locis affectis (De locis affectis) [n° 060 Fichtner] [GalLat]

Περὶ διαγνώσεως τῶν πεπονθότων τόπων
Lieux affectés
The Affected Places (Loc. Aff.)
Gärtner, 2015.
De locis affectis, 1824, vol. 8, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg057.verbatim-lat1
Daremberg, 1854 (fra); García Sola, 1997 (spa); Gärtner, 2015 (eng); Gärtner, 2015 (deu); Brunschön, 2021 (deu).

De locis affectis, 6.6, ed. Kühn, 1824, vol. 8, p. 437-452. urn:cts:greekLit:tlg0057.tlg057.1st1K-grc1:6.6

 

16. Ὥσπερ ὀλίγα τῶν διὰ ἕδρας ἐκκρινομένων
17. σημεῖα τῶν πλησίων αὐτῆς ἐστι τόπων πεπονθότων, τὰ
18. πλεῖστα δ’ αὐτῶν τῶν ἐντέρων καὶ τῆς γαστρὸς καὶ τοῦ
1. σπληνὸς καὶ τοῦ ἥπατος, οὐκ ὀλιγάκις δὲ καὶ τῶν ἐν ὅλῳ
2. τῷ σώματί ἐστι χυμῶν γνωρίσματα, κατὰ τὸν αὐτὸν τρόπον
3. ὀλίγα τῶν κατὰ τὸ αἰδοῖον ἐκκρινομένων ἴδιον αὐτοῦ πάθος
4. ἐνδείκνυται, τὰ πολλὰ δὲ κύστεως καὶ νεφρῶν, ἥπατός τε καὶ
5. σπληνὸς, καὶ πνεύμονος καὶ θώρακος, καὶ τῆς ἐν ὅλῳ τῷ
6. σώματι διαθέσεως τῶν χυμῶν ἐστι σημεῖα· διορίζεται δὲ τοῖς
7. ἄλλοις, ἃ συνεδρεύειν εἴπομεν ἑκάστῳ μορίῳ πάσχοντι. τό γε
8. μὴν αἰδοῖον αὐτὸ πεπονθέναι γνωρίσεις ἐκ τῶνδε. τῆς μὲν ἑλκώσεως
9. αὐτοῦ γνώρισμα σαφὲς ἡ ὀδύνη κατ’ αὐτὸ γενομένη,
10. μετὰ τοῦ κατὰ τὰς οὐρήσεις ἐκκρίνεσθαί τι τῶν συνεδρευόντων
11. τῷ ἕλκει. καὶ διακρίνεταί γε ταῦτα τῶν ἐκ κύστεως φερομένων
12. τῷ φθάνειν αὐτὰ κατὰ τὴν πρώτην ἔξοδον ἐπιφαίνεσθαι, τὰ
13. δ’ ἐκ τῆς κύστεως ἀναμεμίχθαι τοῖς οὔροις· ἀλλὰ καὶ δάκνεται
14. κατὰ τὰς οὐρήσεις συνεχῶς τὰ ἐν τοῖς αἰδοίοις ἕλκη, καὶ
15. μᾶλλον ὅτ’ ἂν ἀπολυθείσης ἐφελκίδος, ἢ ῥύπου, καθαρὰ γένηται·
16. πολὺ δὲ μᾶλλον αἵ τε φλεγμοναὶ καὶ τὰ τοιαῦτα χωρὶς
17. σημείου διαγιγνώσκεται. περὶ δὲ γονοῤῥοίας τε καὶ πριαπισμοῦ
18. διελθεῖν ἐπὶ πλέον ἄμεινον. ἡ μὲν οὖν γονόῤῥοια
1. σπέρματος ἀπόκρισίς ἐστιν ἀκούσιος, ἔξεστι δὲ καὶ
2. ἀπροαίρετον ὀνομάζειν, ὥσπερ καὶ σαφέστερον, ἀπόκρισιν
3. σπέρματος συνεχῶς γιγνομένην, χωρὶς τῆς κατὰ τὸ αἰδοῖον
4. ἐντάσεως. ὁ δὲ πριαπισμὸς αὔξησις εἰς μῆκός τε καὶ κύκλον
5. ἐστὶν ὅλου τοῦ αἰδοίου, χωρὶς ἀφροδισίου προθυμίας,
6. ἤ τινος θερμασίας ἐπικτήτου, καθάπερ ἐνίοις γίγνεται καὶ
7. κοιμωμένοις ὑπτίως· οὕτω γὰρ αὐτὸν ὑπετυπώσαντό τινες·
8. ἔνεστι καὶ συντομώτερον, αὔξησιν μόνιμον τοῦ αἰδοίου, ἢ
9. ἐξοίδησιν μόνιμον. ὠνόμασται δὲ παρωνύμως ἀπὸ τοῦ Πριάπου
10. δηλονότι· καὶ γὰρ ἐκεῖνον ὡς φύσει τοιοῦτον ἔχοντα τὸ
11. αἰδοῖον οἱ ἄνθρωποι πλάττουσί τε καὶ γράφουσι. τὸ δὲ τῆς
12. γονοῤῥοίας ὄνομα προφανῶς ἐστι σύνθετον ἔκ τε τῆς γονῆς.
13. καὶ τοῦ ῥεῖν· ὀνομάζεται γὰρ τὸ σπέρμα καὶ γονὴ καὶ γόνος.
14. ὥσπερ δὲ καὶ τἄλλα πάντα τὰ ἐκ τοῦ σώματος ἡμῶν ἐκκενούμενα
15. κατὰ διττὸν τρόπον τοῦτο πάσχει, ποτὲ μὲν ἐκ τῶν
16. περιεχόντων αὐτὰ σωμάτων ἐκκρινόμενα, ποτὲ δὲ αὐτομάτως
17. ἐκρέοντα δι’ ἀῤῥωστίαν τῶν αὐτῶν σωμάτων οὐ κατεχόμενα,
18. οὕτως καὶ τὸ σπέρμα. τῆς μὲν γὰρ φύσεως ἔργον ἐστὶν ἐπὶ
1. τῶν τοιούτων ἁπάντων ὥσπερ τὸ ἐκκρίνειν ἐπὶ τοῖς προσήκουσι
2. καιροῖς, οὕτω καὶ τὸ κατέχειν. ἀλλὰ τὸ μὲν ἐκκρίνειν
3. γίγνεται, τοῦ μὲν πόρου τῆς ἐκροῆς ἀνοιγνυμένου, τοῦ δ’ ἄλλου
4. κύτους περιστελλομένου τε καὶ ὠθοῦντος ἐπὶ τὸν ἀνεῳγότα
5. πόρον ἅπαν τὸ περιεχόμενον ἐν τῇ κοιλότητι, τὸ δ’ ἴσχεσθαι,
6. διαμένοντος μὲν ἐν τῷ κεκλεῖσθαι τοῦ πόρου, μηδεμιᾶς δὲ εἰς
7. τὸ περιεχόμενον ἐκ τοῦ περιέχοντος ὤσεως γιγνομένης, ἀλλὰ
8. τοὐναντίον ἅπαν, περιστολῆς τε καὶ κρατήσεως. οὕτως μὲν
9. ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων αἵ τε ἐκκρίσεις καὶ αἱ κατοχαὶ
10. γίγνονται τῶν περιεχομένων ὑγρῶν ἐν τοῖς κοίλοις ὀργάνοις·
11. ἐπὶ δὲ τῶν παρὰ φύσιν αἱ μὲν ἐποχαὶ δι’ ἀῤῥωστίαν τῆς
12. ἐκκριτικῆς δυνάμεως, αἱ δὲ ἐκκρίσεις διὰ τὴν τῆς καθεκτικῆς
13. ἀσθένειαν, ἤ τινα διάθεσιν ὁμοίως τῇ κατὰ φύσιν ἐκκριτικῇ
14. κινοῦσαν τὰ μόρια, καθάπερ ἐπ’ αὐτῶν τῶν σπερματικῶν
15. ἐν ἐπιληψίαις τε συμβαίνει καὶ τοῖς ἄλλοις σπασμοῖς, ὁπόταν
16. βιαίως γενηθῶσιν. ὁρῶμεν δὲ καὶ καθ’ ἕτερα μόρια τοὺς
17. σπασμοὺς, οἷον χεῖρας ἢ πόδας ἢ δακτύλους, ἐνίοτε μὲν
18. ἅμα τῷ παντὶ σώματι σπωμένῳ γιγνομένους, ἐνίοτε δὲ μόνων
1. πασχόντων· οὐδὲν οὖν ἐστιν ἄλογον, ἐν τοῖς σπερματικοῖς
2. ἀγγείοις ποτὲ μόνοις γίγνεσθαι τοιαύτην διάθεσιν, ὥσπέρ γε
3. καὶ τὴν τῆς γονοῤῥοίας, ἀνάλογον οὔρων ἐκκρίσεσιν ἀκουσίοις,
4. ὅταν ἡ κατέχουσα δύναμις αὐτὴ παραλυθεῖσα τύχῃ.
5. γονόῤῥοια μὲν οὖν, τῶν σπερματικῶν ὀργάνων ἐστὶ πάθος,
6. οὐ τῶν αἰδοίων, οἷς ὁδῷ χρῆται πρὸς ἔκρουν ἡ γονή· ὁ πριαπισμὸς
7. δὲ σαφῶς τοῦ αἰδοίου φαίνεται σύμπτωμα, δυνατὸν
8. δ’ ἐστὶ καὶ μηδὲν αὐτοῦ πεπονθότος ἴδιον ἐξαίρετον πάθημα,
9. τῶν ἀρτηριῶν εἶναι μόνον, τοιαύτην ἰσχουσῶν διάθεσιν ἐνίοτε
10. παρὰ φύσιν, ὁποία αὐταῖς συμβαίνει, ὅτε ἡ κατὰ φύσιν ἔντασις
11. ἐγίγνετο τοῦ παντὸς αἰδοίου. ὅτι μὲν γὰρ ὑπὸ πνεύματος
12. ἐξοιδίσκεται, πρόδηλόν ἐστι τεκμαιρομένοις τῷ τάχει
13. τῆς ὀγκώσεώς τε καὶ συστολῆς· ὑγρὸν γὰρ οὐδὲν οὕτω ταχεῖαν
14. ἐφ’ ἑκάτερα τὴν μεταβολὴν οἷόν τέ ἐστι ποιεῖσθαι.
15. τούτου δ’ οὕτως ἔχοντος, καὶ φαινομένων ἐν ταῖς ἀνατομαῖς
16. ἀρτηριῶν μεγάλων εἰς μικρὸν μόριον τὸ αἰδοῖον ἐμβαλουσῶν,
17. φαινομένης δὲ καὶ τῆς οὐσίας τοῦ αἰδοίου τοιαύτης, ὁποίαν 
1. οὐδὲν ἄλλο μόριον ἔχει, σῶμα γάρ ἐστι νευρῶδες τὴν ἰδέαν,
2. συριγγῶδες ὅλον, χωρὶς τῆς καλουμένης βαλάνου, τί ἂν ἄλλο
3. τις ἐννοῆσαι δύναιτο παρὰ τὸ πληρούμενον ἀτμώδους
4. πνεύματος ἐκ τῶν ἀρτηριῶν ἐπιῤῥέοντος τὸν ἐν ταῖς ἐντάσεσιν
5. ὄγκον ἴσχειν, καὶ διὰ τοῦτο τὴν βάλανον ἶσον ἀεὶ τὸ
6. μέγεθος ἔχειν, ὅτι τὸ συριγγῶδες αὐτῇ νεῦρον οὐκ ἐνυπάρχει;
7. τίς οὖν αἰτία τοῦ κατὰ τὰς ἀφροδισίας ὁρμὰς ἐντείνεσθαι τὸ
8. αἰδοῖον; ἢ τίς καὶ κοιμωμένοις, ὅταν ὕπτιοι κατακείμενοι
9. θερμανθῶσι τὴν ὀσφῦν; εὑρεθείσης γὰρ αὐτῆς, ἐλπίς ἐστι
10. καὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν εὑρήσειν ἡμᾶς. ὅτι μὲν
11. γὰρ ἤτοι ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τοῦ συριγγώδους νεύρου,
12. τὴν ἀρχηγὸν αἰτίαν, ἢ καὶ συναμφοτέρου μεταβολήν τινα
13. σχόντος ἐκ τῆς ἔμπροσθεν καταστάσεως, ἀναγκαῖόν ἐστι γίγνεσθαι
14. τὴν πλήρωσιν, ἄντικρυς δῆλον· ἐξ ὁποτέρου δ’
15. αὐτῶν μᾶλλον, ἢ εἰ καὶ ἐξ ἀμφοτέρων, ἐφεξῆς σκοπῶμεν,
16. ἀρχὴν τῷ λόγῳ τήνδε θέμενοι. τὰ μόρια τοῦ σώματος
17. ἡ διαπλάσασά τε καὶ τελειώσασα φύσις εἰργάσατο
18. χωρὶς διδασκαλίας ἐπὶ τὴν οἰκείαν ἐνέργειαν ἔρχεσθαι· καὶ
19. βάσανόν γε τούτου μεγίστην ἐποιησάμην ποτὲ θρέψας ἔριφον,
1. ἄνευ τοῦ θεάσασθαί ποτε τὴν κυήσασαν. αἶγας γὰρ ἐγκύμονας
2. ἀνατεμὼν ἕνεκα τῶν ἐζητημένων θεωρημάτων τοῖς ἀνατομικοῖς
3. ἀνδράσι περὶ τῆς κατὰ τὸ κυούμενον οἰκονομίας, εὑρών
4. ποτε γενναῖον τὸ ἔμβρυον, ἀπέλυσα μὲν τῆς μήτρας,
5. ὥσπερ εἰώθαμεν· ἁρπάσας δὲ πρὶν θεάσασθαι τὴν κυήσασαν,
6. εἰς οἶκον μέν τινα κομίσας κατέθηκα, πολλὰ μὲν ἔχοντα λεκάνια,
7. τὸ μὲν οἴνου, τὸ δὲ ἐλαίου, τὸ δὲ μέλιτος, τὸ δὲ γάλακτος,
8. ἢ ἄλλου τινὸς ὑγροῦ πλῆρες, οὐκ ὀλίγα δ’ ἄλλα τῶν
9. δημητρίων καρπῶν, ὥσπέρ γε καὶ τῶν ἀκροδρύων· ἐθεασάμεθα
10. δὲ τὸ ἔμβρυον ἐκεῖνο πρῶτον μὲν βαδίζον τοῖς ποσὶν,
11. ὥσπερ ἀκηκοὸς ἕνεκα βαδίσεως ἔχειν τὰ σκέλη· δεύτερον δ’
12. ἀποσειόμενον τὴν ἐκ τῆς μήτρας ὑγρότητα· καὶ τρίτον ἐπὶ
13. τούτῳ κνησάμενον ἑνὶ τῶν ποδῶν τὴν πλευράν· εἶτ’ ὀσμώμενον
14. εἴδομεν αὐτὸ τῶν κειμένων κατὰ τὸν οἶκον ἑκάστου·
15. ὡς δὲ πάντων ὠσμᾶτο, τοῦ γάλακτος ἀπεῤῥόφησεν, ἐν ᾧ καὶ
16. ἀνεκεκράγαμεν ἅπαντες, ἐναργῶς ὁρῶντες ὅπερ Ἱπποκράτης
17. ἔφη· φύσιες ζώων ἀδίδακτοι. καὶ τοίνυν καὶ ἀνεθρέψαμεν
18. ἐκεῖνο τὸ ἐρίφιον, εἴδομέν τε προσφερόμενον ὕστερον οὐ τὸ
1. γάλα μόνον, ἀλλὰ καὶ ἄλλα τινὰ τῶν κειμένων. ὄντος δὲ
2. τοῦ καιροῦ, καθ’ ὃν ἐξῃρέθη τῆς μητρὸς ὁ ἔριφος, ἐγγὺς τῆς
3. ἠρινῆς ἰσημερίας, μετὰ δύο που μῆνας εἰσεκομισάμην αὐτῷ
4. μαλακοὺς ἀκρέμονας θάμνων τε καὶ φυτῶν, ὧν πάλιν καὶ αὐτῶν
5. ὀσμησάμενος ἁπάντων ἐνίων μὲν εὐθέως ἀπέστη, τινῶν
6. δὲ ἠξίωσε γεύσασθαι, καὶ γευσάμενος ἐπὶ τὴν ἐδωδὴν ἐτράπετο
7. τῶν καὶ ταῖς μεγάλαις αἰξὶ συνηθῶν ἐδεσμάτων. ἀλλὰ
8. τοῦτο μὲν ἴσως μικρὸν, ἐκεῖνο δὲ μέγα· τὰ γὰρ φύλλα καὶ
9. τοὺς μαλακοὺς ἀκρέμονας ἀποφαγὼν κατέπιεν, εἶτ’ ὀλίγον
10. ὕστερον ἐπὶ τὸ μηρυκάζειν ἧκεν, ὃ πάλιν οἱ θεασάμενοι πάντες
11. ἀνεβόησαν, ἐκπλαγέντες ἐπὶ ταῖς φυσικαῖς τῶν ζώων δυνάμεσι·
12. μέγα μὲν γὰρ ἦν καὶ τὸ πεινῆσαν διά τε τοῦ στόματος
13. καὶ τῶν ὀδόντων προσφέρεσθαι τὴν ἐδωδὴν, ἀλλ’ ὅτι τὸ
14. καταποθὲν εἰς τὴν γαστέρα, πρῶτον μὲν ἀναφέρειν εἰς τὸ
15. στόμα προσῆκεν, ἔπειτα λεαίνειν ἐν αὐτῷ μασσώμενον ἐν
16. χρόνῳ πολλῷ, καὶ μετὰ ταῦτα καταπίνειν μηκέτι εἰς τὴν
17. αὐτὴν κοιλίαν, ἀλλ’ εἰς ἑτέραν, ἱκανῶς ἡμῖν ἐφαίνετο
18. θαυμάσιον εἶναι. παρορῶσι δ’ οἱ πολλοὶ τὰ τοιαῦτα
19. τῆς φύσεως ἔργα, μόνα τὰ ξένα θεάματα θαυμάζοντες.
1. ἐπεί τοι πῶς οὐ θαυμαστὸν τὸ τοὺς μὲν ἀνατομικωτάτους
2. τῶν ἰατρῶν ζητεῖν, ὑπὸ τίνος μὲν μυὸς ἐκτείνεται τόδε τὸ
3. ἄρθρον, οἷον φέρε τὸ κατ’ ἰσχίον, ὑπὸ τίνος δὲ κάμπτεται,
4. τίνες δ’ εἰσὶν οἱ ἐφ’ ἑκάτερα πρὸς τὸ πλάγιον ἀπάγοντες
5. αὐτὸ, καὶ τίνες οἱ περιστρέφοντες ἑκατέρωσε· τὸ δ’ ἐρίφιον
6. ἣν ἂν ἐθελήσῃ κίνησιν ἑκάστης διαρθρώσεως εὐθέως ἐργάζεσθαι,
7. καθάπερ γε καὶ τοὺς ἀνθρώπους αὐτοὺς, καίτοι γ’
8. ἀγνοοῦντας ὑπὸ τίνος μυὸς ἑκάστη γίνεται κίνησις; ἐπὶ γοῦν
9. τῆς κατὰ τὴν γλῶτταν κινήσεως, ἵν’ ὡς ἐν παραδείγματι ταύτης
10. μνημονεύσω, πῶς οὐκ ἄν τις θαυμάσειεν τοὺς μὲν ἀνατομικοὺς
11. διαφωνοῦντας ἀλλήλοις εὑρὼν οὐ μόνον περὶ τὸν
12. ἀριθμὸν τῶν μυῶν, ἀλλὰ καὶ περὶ τὰς ἐνεργείας αὐτῶν, τὴν
13. δὲ φύσιν εὑρὼν τὰ παιδία δεδιδαχυῖαν, ὅπως μὲν μιμήσηται
14. τήνδε τὴν φωνὴν, ἤ τινα τῶν ἄλλων, ὅπως δὲ τὴν γλῶτταν
15. κινήσηται, καὶ διὰ τίνων μυῶν ἐργάσηται τὴν αὐτὴν φωνήν;
16. οὕτω δὲ καὶ περὶ πάσης τῆς ἄλλων φωνῆς τε καὶ ἀναπνοῆς,
17. καὶ συνελόντι φάναι τῶν προαιρετικῶν ἐνεργειῶν θαυμάσειεν
18. ἄν τις τὸ τῶν ὀργάνων αὐτοδίδακτον. οὐ μικρᾶς οὖν οὐδὲ
1. περὶ τούτων τῶν ἐνεργειῶν διαφωνίας γεγονυίας τοῖς ἀνατομικοῖς
2. ἀνδράσιν, ὅπως τε γίγνονται καὶ δι’ ὧν τινων ὀργάνων,
3. ὅμως ἀναπνεῖ καὶ φωνεῖ πάντα τὰ ζῶα μετὰ τὴν
4. πρώτην γένεσιν εὐθέως. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὰ
5. γεννητικὰ μόρια τὰς ἐνεργείας ὧν χάριν ὑπὸ τῆς φύσεως
6. ἐγίγνετο γιγνώσκειν εὐθέως ἐξ ἀρχῆς, ἐπεὶ κατὰ τί συλλαβοῦσα
7. μὲν ἡ μήτρα τὸ σπέρμα μέμυκεν ἀκριβῶς ἄχρι τοῦ τελειωθῆναι
8. τὸ ἔμβρυον, ἀνοίγνυσι δὲ ἐπὶ πλεῖστον, αὐτοῦ
9. τελειωθέντος, ἀνοίξασά τε δι’ αὐτὸ τοῦτο τὸ ἔμβρυον ἐκκρίνει;
10. καταφρονεῖται δὲ καὶ ταῦτα τῷ συνεχεῖ τῆς θέας, καὶ
11. παρορᾶται τοῖς πολλοῖς, ὡς τὸ μηδὲν εἰθικόσι θαυμάζειν, οὐ
12. τὰ θαυμαστὰ κατ’ ἀλήθειαν, ἀλλὰ τὰ σπανίως αὐτοῖς ὁρώμενα.
13. τί γὰρ ἂν εἴη τῇ φύσει θαυμασιώτερον τοῦ μησὶν
14. μὲν ὅλοις ἐννέα μεμυκέναι τὸ τῆς μήτρας στόμιον οὕτως ἀκριβῶς,
15. ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειωθέντος δὲ
16. τοῦ κυϊσκομένου διάστασιν ἴσχειν τηλικαύτην, ὡς ὅλον τὸ
17. ζῶον ἐξέρχεσθαι δι’ αὐτοῦ; οὔκουν ἀπιστεῖ τις αὐτοδίδακτον
18. εἶναι καὶ τὴν τῶν αἰδοίων δύναμιν, ὥστε τὸ συριγγῶδες ἐκεῖνο 
1. σῶμα, τὸ νευρῶδες τὴν ἰδέαν, ὅτ’ ἂν ἐπὶ συνουσίαν ὁρμήσῃ
2. τὸ ζῶον, εὐθέως διΐστασθαι, φυσικὴν ἔχον τὴν διαστέλλουσαν
3. αὐτὸ δύναμιν, ὥσπερ ἡ καρδία τε καὶ ἀρτηρία, πλὴν ὅτι
4. διὰ παντὸς ἐκεῖνα μὲν κινεῖται, διότι καὶ τῆς ἐνεργείας αὐτῶν
5. ἀεὶ χρῄζομεν, οὐ διὰ παντὸς δὲ τὸ συριγγῶδες νεῦρον κινεῖται,
6. ἀλλ’ ὅταν ἡ χρεία καλῇ· διαστελλομένου δὲ αὐτοῦ, τὸ ἐκ τῶν
7. ἀρτηριῶν ἕπεται πνεῦμα, καθάπερ ὁ πνεύμων τῷ θώρακι, τῇ
8. πρὸς τὸ κενούμενον ἀκολουθίᾳ. δύναιτο δ’ ἄν τις ἴσως καὶ
9. ταῖς ἀρτηρίαις ἀνατιθέναι τὴν δύναμιν τοῦ πληροῦντος πνεύματος
10. τὸ συριγγῶδες νεῦρον, ὅτ’ ἂν ὁρμήσῃ τὸ ζῶον ἐπὶ συνουσίαν·
11. ἄμεινον δὲ πολὺ τοῦ νεύρου φάναι τὴν ἐνέργειαν εἶναι
12. ταύτην, οὐ τῶν ἀρτηριῶν, εἴ γε τὰς ἐνεργείας ἐκ τῆς τῶν
13. μορίων οἰκείας οὐσίας, οὐκ ἐκ τῆς θέσεως εὔλογόν ἐστι γίγνεσθαι,
14. καὶ τήν τε καρδίαν, εἰ καὶ κατ’ ἄλλο τι μέρος ἔκειτο,
15. τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ἧπάρ τε καὶ σπλῆνα, καὶ τὰ ἄλλα
16. πάντα. καὶ τὰς ἀρτηρίας οὖν ἐν ἅπαντι μορίῳ τοῦ σώματος
17. εὔλογόν ἐστι τὴν αὐτὴν ἐνέργειαν ἔχειν, ὥσπερ καὶ φαίνονται·
18. καθ’ ἕνα γέ τοι καιρὸν αἱ καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαι
19. διαστέλλονται παραπλησίως ἀλλήλαις· ὥστ’ οὐκ εἰκός ἐστι,
1. τὰς εἰς τὸ αἰδοῖον ἐμφυομένας ἀρτηρίας ἄλλην τινὰ δύναμιν
2. ἐπικτᾶσθαι παρὰ τὴν ἐν ὅλῳ τῷ σώματι προϋπάρχουσαν αὐταῖς,
3. ἀλλ’ εὐρύτερα ἔχειν τὰ στόματα τῶν ἄλλων ἀρτηριῶν
4. εὔλογον, εἰς τάχος τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας παρεσκευασμένας,
5. ἀεὶ γὰρ ἡ φύσις φαίνεται τὸ χρήσιμον ἑκάστῃ
6. τῶν ἐνεργειῶν πανταχόθεν ἐκπληροῦσα, δύναμιν δὲ
7. ἐνεργείας ἐξαίρετον οὐδεμίαν ἴσχειν ἑτέραν, ὅταν εἰς τὸ αἰδοῖον
8. ἀφίκωνται· θερμανθείσης μέντοι τῆς ὀσφύος, εὔλογόν
9. ἐστι θερμοτέρας τε γίγνεσθαι τὰς ἀρτηρίας ἀναστομοῦσθαί
10. τε μᾶλλον, ὥστε καὶ κατὰ τοῦτο προχεῖν πνεύματος οὐκ ὀλίγην
11. οὐσίαν εἰς τὸ συριγγῶδες νεῦρον, ὑφ’ οὗ κατ’ ὀλίγον πληρούμενον
12. ἐντείνεται τὸ αἰδοῖον, ὡς ἂν ὅλης τῆς οὐσίας αὐτοῦ
13. κατὰ τὸ συριγγῶδες ὑπαρχούσης νεῦρον. τούτων ἡμῖν ἐγνωσμένων,
14. ἐπὶ τὴν τοῦ πριαπισμοῦ διάθεσιν ἔλθωμεν. ὅτι μὲν
15. γὰρ ἤτοι κατὰ τὰ στόματα τῶν ἀρτηριῶν εὐρυνόμενα γίγνεται
16. τὸ πάθος, ἢ κατὰ τὸ συριγγῶδες νεῦρον ἀτμῶδες πνεῦμα γεννῆσαν,
17. ἐκ τῶν προεγνωσμένων φαίνεται· πότερον δ’ αὐτῶν
18. μᾶλλον ἄν τις αἰτιάσαιτο, ζητητέον. ἐμοὶ δὴ δοκεῖ κατ’
19. ἀμφότερα μὲν γίγνεσθαι, πλεονάκις δὲ τοῖς τῶν ἀρτηριῶν
1. στόμασιν εὐρυνομένοις ἕπεσθαι· ῥᾷον γὰρ εὐρυνθῆναι ταῦτα
2. τοῦ πνεῦμα φυσῶδες ἐν τῷ συριγγώδει νεύρῳ γεννηθῆναι·
3. καί μοι δοκῶ τὴν μὲν κατὰ τὸ νεῦρον διάθεσιν ἅπαξ ἑωρακέναι,
4. τὴν δὲ τῶν ἀρτηριῶν πολλάκις· ἐτεκμηράμην δὲ τοῦτο
5. τοῖς τε προηγησαμένοις συμπτώμασι καὶ τῷ τρόπῳ τῆς θεραπείας.
6. ᾧ μὲν γὰρ οἱ παλμοὶ τοῦ αἰδοίου συνεχεῖς προηγοῦντο,
7. πνεῦμα φυσῶδες ἦν αἴτιον, καὶ πρὸς τοῦτο τὴν θεραπείαν
8. ἅπασαν ἁρμοσάμενος ἰασάμην τὸν ἄνθρωπον· οἷς δὲ
9. τὰ στόματα τῶν ἀρτηριῶν ηὐρύνθη, τοιοῦτον μὲν οὐδὲν
10. προηγεῖτο σύμπτωμα, συμβεβήκει δὲ τῷ μέν τινι πολλῷ χρόνῳ
11. παρὰ τὸ ἔθος ἀφροδισίων ἀπέχεσθαι, τῷ δὲ κακοχύμων ἐδεσμάτων
12. καὶ δριμέων ἐδωδῇ κεχρῆσθαι, τῷ δέ τινι ζώνῃ καθ’
13. ὁδοιπορίαν δυοῖν μηνῶν, ἀήθει ζώνης ὄντι. τὴν οὖν ἀναστόμωσιν
14. τῶν ἀρτηριῶν ἐτεκμηράμεθα τοῖς μὲν διὰ τὴν ἐκ τῆς
15. κακοχυμίας δριμύτητα γεγονέναι, τοῖς δὲ διὰ πνεύματος φυσώδους
16. γένεσιν ἀτάκτως τε καὶ βιαίως κινουμένου. καὶ γάρ
17. τοι καὶ τὰ φάρμακα τὰ τῶν αἰδοίων ἐντατικὰ, τά τε πινόμενα
18. καὶ τὰ κατὰ τοῦ περιναίου καὶ τῆς ὀσφύος ἐπιβαλλόμενα
1. θερμὰ καὶ πνευματώδη πάντ’ ἐστί· ὥσπερ αὖ τὰ ἐναντία
2. πάντα ἄφυσα καὶ ψύχοντα μᾶλλον ἢ θερμαίνοντα.
3. προσέχειν δὲ χρὴ τῷ λόγῳ μὴ παρατρέχοντα· φάρμακα γὰρ
4. εἶπον, οὐκ ἐδέσματα, διότι τῶν ἐδεσμάτων ἔνια μὲν γεννητικὰ
5. πολλοῦ σπέρματος ὄντα, κατὰ τοῦτο καὶ τὰς εἰς τὴν
6. λαγνείαν ὁρμὰς παροξύνει. ταῦτα μὲν οὖν μαρτυρεῖ τῷ λόγῳ,
7. καθ’ ὃν ἀρτίως ἐλέγετο καὶ τοὺς τῶν ἀφροδισίων ἀποσχομένους
8. ἐνίοτε τοῖς πριαπισμοῖς ἁλίσκεσθαι· συμβαίνει γὰρ τοῦτο
9. τοῖς πολυσπέρμοις τε ἅμα καὶ παρὰ τὸ ἔθος ἀποσχομένοις,
10. ὅτ’ ἄν μὴ διαπονῶσι πλήθει γυμνασίων τὴν περιουσίαν τοῦ
11. αἵματος, καὶ μάλιστα ἐξ αὐτῶν ὅσοι τῆς μὲν τῶν ἀφροδισίων
12. ἐννοίας οὐκ ἀπηλλάγησαν, ὥσπερ οἱ σωφρονικοί τε φύσει καὶ
13. χρόνῳ πλέονι τὴν τοιαύτην ἐγκράτειαν ἀσκήσαντες, εἰς φαντασίαν
14. δ’ αὐτῶν ἀφικνούμενοι, διά τε θεαμάτων ἐξορμᾷν αὐτοὺς
15. δυναμένων καὶ δι’ ἀναμνήσεως αὐτῶν· ἐναντιωτάτη γὰρ
16. ἡ τούτων τῶν ἀνθρώπων διάθεσις ἐν τοῖς αἰδοίοις γίγνεται τῇ
17. τῶν οὐδ’ ὅλως εἰς ἔννοιαν ἀφροδισίων ἐρχομένων. καί τινι
1. φίλῳ προελομένῳ παρὰ τὸ πρόσθεν ἔθος ἀποσχέσθαι τελέως
2. ἀφροδισίων εἰς ὄγκον ἐπεδίδω τὸ αἰδοῖον ἐμφυσώμενον, ὡς
3. ἀναγκασθῆναι ἀνακοινώσασθαί μοι περὶ τοῦ συμπτώματος.
4. ἔφη γὰρ θαυμάζειν, ὅπως τῶδε μὲν τῷ ἀθλητῇ ῥυσσὸν
5. καὶ προσεσταλμένον ἐστὶ τὸ αἰδοῖον ἐκ τῆς εὐταξίας, ἑαυτῷ
6. δ’ ἀφ’ οὗ τοῦτ’ ἐνεστήσατο, τοὐναντίον συμβαίνει. τότε μὲν
7. οὖν αὐτῷ συνεβούλευσα τὸ ἠθροισμένον ἐκκρῖναι σπέρμα, τοῦ
8. λοιποῦ δὲ καὶ θεαμάτων καὶ διηγήσεως καὶ μνήμης ἐπεγείρειν
9. δυναμένης εἰς ἀφροδίσια παντάπασιν εἴργειν ἑαυτόν.
10. ὅσοι δ’ εὐθὺς ἐξ ἀρχῆς ἢ ἀθλοῦντες ἢ φωνασκοῦντες ἄπειροι
11. τῶν ἀφροδισίων διετέλεσαν, εἴρξαντες παντάπασιν ἑαυτοὺς
12. ἁπάσης ἐννοίας τε καὶ φαντασίας τοιαύτης, ἰσχνὰ καὶ ῥυσσὰ
13. τοῖς τῶν γερόντων ὁμοίως αὐτοῖς γίνεται τὰ αἰδοῖα. πρὸς
14. γὰρ τοῖς ἄλλοις κᾀκεῖνο συμβαίνει τοῖς ἐν νέοτητι κατὰ τὸν
15. πρῶτον χρόνον ἀφροδισίοις πολλοῖς χρησαμένοις, εὐρυνομένων
16. τῶν ἐν τούτοις τοῖς τόποις ἀγγείων, εὔρουν τε γίγνεσθαι
17. πρὸς αὐτὸ τὸ αἷμα καὶ τὴν ὀρεκτικὴν δύναμιν τῶν ἀφροδισίων
18. αὐξάνεσθαι, κατὰ τὸν κοινὸν λόγον ἁπασῶν τῶν δυνάμεων,
1. ὃν καὶ Πλάτων ἔγραψε, τὴν μὲν ἡσυχίαν ἐκλύειν λέγων,
2. τὴν δ’ ἐν τοῖς οἰκείοις ἔργοις διατριβὴν αὐξάνειν τὴν ῥώμην.
3. οὕτως μὲν οὖν καὶ οἱ τιτθοὶ ταῖς μὲν μηδέποτε κυησάσαις
4. προσεσταλμένοι διαμένουσι, ταῖς δὲ μετὰ τὸ κυῆσαι θηλαζούσαις
5. παιδία μέγιστοι γίγνονται, καὶ διαμένουσί γε γάλα παρέχοντες,
6. ἄχρις ἂν θηλάζωσιν, παυομέναις δὲ τοῦ θηλάζειν
7. τὰ παιδία καὶ ἡ τοῦ γάλακτος ἐν τοῖς τιτθοῖς γένεσις οὐ
8. μετὰ πολὺ παύεται. ταῦτ’ οὖν ἡμῖν ἅπαντα προδιεσκεμμένοις
9. καὶ πρὸς τὴν θεραπείαν ἀφορμὰς παρέξει, διοριζομένοις
10. τὰς αἰτίας, ὑφ’ ὧν ἑκάστῳ τῶν πασχόντων τὸ πάθος ἐγένετο·
11. νῦν δ’ οὔπω καιρὸς αὐτῶν, ἀλλ’ ἤδη τέλος ἐχούσης τῆς
12. προκειμένης πραγματείας, καταπαύσω τὸν λόγον ἐνταῦθα.

Cliquer un n° de page pour en afficher l’image