6. Ἐπεὶ δὲ πολυειδῶς οἱ σφυγμοὶ τρέπεσθαι
7. πεφύκασιν, οὐδὲν γὰρ εὕροις, ὡς ἔπος εἰπεῖν, αἴτιον, ὃ μὴ
8. καὶ τούτους τρέπει, δοκεῖ μοι τριττὴν αὐτῶν τῆς τροπῆς τὴν
9. ἀνωτάτω διαφορὰν ποιησάμενον οὕτως ὑπὲρ ἑκάστης ἰδίᾳ
10. κατὰ μέρος εἰπεῖν. πρώτη μὲν οὖν ἡ κατὰ φύσιν αὐτῶν ἐστι
11. τροπή. δευτέρα δὲ ἡ οὐ κατὰ φύσιν μὲν, οὐ μὴν ἤδη παρὰ
12. φύσιν. τρίτη δὲ ἡ παρὰ φύσιν. ἐπιγίνονται δ’ αὗται πᾶσαι
13. ταῖς φυσικαῖς διαφοραῖς· ἄλλῳ γὰρ ἄλλως αἱ ἀρτηρίαι
14. φύσει κινοῦνται· καὶ χρὴ πρώτας ταύτας ἐπίστασθαι τὸν μέλλοντα
15. γνωρίζειν ὑπὸ τίνος αἰτίου καὶ μέχρι πόσου τετράφθαι
16. συμβέβηκε τὸν σφυγμόν· ἀλλὰ τὸ μὲν ἴδιον ἑκάστου ἀκριβῶς
17. ἄν τις πειραθεὶς μάθοι. καὶ δεῖ πολλάκις ἧφθαι τῆς ἀρτηρίας,
18. μάλιστα μὲν ὑγιαίνοντος ἀμέμπτως καὶ ἐν ἡσυχίᾳ
1. πάσης σφοδρᾶς κινήσεως, ἤδη δὲ καὶ ἐν ταῖς ἄλλαις διαθέσεσιν.
2. ἐπειδὴ δὲ πάντων οὐκ ἐνδέχεται δι’ ἐμπειρίας ἐληλυθέναι,
3. πολλοὶ γὰρ ἤδη πολλάκις ἐδεήθησαν ἰατρῶν οἷς
4. ὑγιαίνοντες οὐκ ἐνέτυχον, ἄριστον δὴ κᾀνταῦθα πλεῖον ἰδιώτου
5. τὸν τεχνίτην ἔχειν. ἔχοι δ’ ἂν πλέον, ἐπιστήμην πορισάμενος
6. τῶν τοῖς πολλοῖς ὁμοίως ὑπαρχόντων. ἔστι δέ τις,
7. ὡς τύπῳ φάναι, κοινὴ φύσις ἀνδρῶν, καὶ ἄλλη γυναικῶν,
8. καὶ ὅσοι θερμότερόν εἰσι κεκραμένοι καὶ ὅσοι ψυχρότερον.
9. καὶ τούτων ἑκατέρων κοινὴ φύσις, καὶ τῶν ἰσχνῶν πάντων
10. κοινὴ καὶ τῶν παχέων ὡσαύτως κοινή. καὶ σπάνιον ἐν ἑκάστῃ
11. τῶν προειρημένων κοινοτήτων τὸ μὴ τοῖς πολλοῖς ἐοικός.
12. ὥστε καὶ τὸ ἁμαρτάνειν τοῦ ἀληθοῦς ἐστι σπάνιον τῷ
13. τὸ κοινὸν ἀκριβῶς ἐπισταμένῳ.
14. Ἄνδρες μὲν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ
15. σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ
16. ἀραιότερον ἱκανῶς ἔχουσι τὸν σφυγμόν.
17. Οἱ δὲ φύσει θερμότεροι μείζονα μὲν καὶ ὠκύτερον καὶ
18. πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.
1. Οἱ δ’ ἰσχνότεροι φύσει μείζονα μὲν, καὶ ἀραιότερον
2. πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ. φύσει μὲν οὖν οὕτως
3. διαφέρουσι.
4. Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὡδί πως. ὁ μὲν
5. τοῦ νεογενοῦς παιδίου σφυγμὸς πυκνότερος· ὁ δὲ τοῦ γέροντος
6. ἀραιότερος· οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον,
7. ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν
8. ὄντες. ὡσαύτως ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτερος
9. δὲ ὁ τοῦ γέροντος· οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ.
10. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος
11. πρὸς παιδίον τῆς κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος
12. καὶ σφοδρότητα διαφορᾷ μέγιστος μὲν ἐν ἡλικίαις ὁ τῶν
13. ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν
14. βραχὺ μείζων ὁ τῶν παιδίων. καὶ σφοδρότατος μὲν ὁ
15. τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος
16. δὲ αὐτῶν ὁ τῶν παιδίων. οὕτως μὲν ἐν ταῖς ἡλικίαις οἱ
17. σφυγμοί.
18. Κατὰ δὲ τὰς ὥρας τοῦ μὲν ἦρος τὰ μέσα μεγίστους
19. καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι
1. συμμέτρους. ὡσαύτως δὲ καὶ τοῦ φθινοπώρου τὰ μέσα.
2. προϊὸν δὲ τὸ ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος,
3. προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος
4. ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς
5. καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων
6. ἀφαιρεῖ, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε
7. καὶ τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα
8. καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν
9. πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ
10. ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς
11. ὑστάτοις τοῦ θέρους, καὶ τὰ πρῶτα τοῦ χειμῶνος τοῖς
12. ὑστάτοις τοῦ χειμῶνος. ὥστε ὅσα θέρους μέσου καὶ μέσου
13. χειμῶνος ἶσον ἐφ’ ἑκάτερα ἀφέστηκεν, ὁμοίως τρέπει.
14. μέσον δὲ θέρους πῂ μὲν ὡσαύτως ἐστὶ, πῂ δὲ ἐναντίως
15. ἔχει μέσῳ χειμῶνι, μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον.
16. ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ
17. χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’
18. ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος, ὡς θέρους,
1. ἀλλ’ ἧττον χειμῶνος. αὗται μὲν οὖν αἱ κατὰ τὰς ὥρας τῶν
2. σφυγμῶν τροπαί.
3. Περὶ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις. ἐν μὲν ταῖς
4. ἄγαν θερμαῖς οἷοι μέσου θέρους. ἐν δὲ ταῖς ἄγαν ψυχραῖς
5. οἷοι μέσου χειμῶνος. ἐν δὲ ταῖς εὐκράτοις οἷοι μέσου τοῦ
6. ἦρος. ἀνάλογον δὲ κᾀν ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων
7. τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς
8. θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς
9. μέσαις τοῦ ἦρος ἐοίκασιν.
10. Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ
11. ὠκύτεροι γίνονται· τὰ δὲ ἄλλα κατὰ φύσιν φυλάττουσιν.
12. Εἶεν δ’ ἂν, εἴπερ τι καὶ ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν.
13. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους
14. καὶ βραδυτέρους καὶ ἀραιοτέρους καὶ ἀμυδροτέρους
15. ἀπεργαζόμενοι, προϊόντες δὲ βραδύτητα μὲν ἐπιτείνουσι καὶ
16. ἀραιότητα, καὶ μάλιστα κατὰ τροφήν. μείζους δὲ γίνονται
17. καὶ σφοδρότεροι. χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα
18. καὶ μικρότητα· φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.
1. Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκώτων εἰς ἐγρήγορσιν ἐν
2. μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ
3. καί τινα κλόνον ἔχοντες. μετ’ ὀλίγον δὲ εἰς συμμετρίαν
4. ἔρχονται.
5. Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς
6. τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς φύσει,
7. γενόμενος εὔσαρκος, ἀναλόγου τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν
8. ἔχει. ὁ δὲ εὔσαρκος, ἰσχνὸς γενόμενος, τοῖς ἰσχνοῖς φύσει
9. παραπλήσιον ἔχει τὸν σφυγμόν. δῆλον δὲ ὅτι χωρὶς τοῦ
10. τὴν δύναμιν ὑπαλλάττεσθαι, τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρκίαν
11. διαφορὰν ἐξετάζειν χρή· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως,
12. ὥστε καθ’ ἓν μόνον, ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα,
13. τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται,
14. ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι δοκεῖν χρὴ, ἐπιτεταμένα μᾶλλον.
15. Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς
16. κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς.