Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 1.10, ed. Kühn, 1824, vol. 8, p. 523-524. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.10

1. Αἱ μέντοι συστηματικαὶ τῶν ἀνωμαλιῶν,
2. ἐν ἀθροίσματι δ’ αὗται πλειόνων, ὡς ἔφαμεν, σφυγμῶν
3. συνίστανται, πρώτην μὲν ἔχουσι διαφορὰν, καθ’ ἣν ὁτὲ
4. μὲν ὁμαλῶς, ὁτὲ δὲ ἀνωμάλως γίγνονται, καὶ οὐ χρὴ θαυμάζειν
5. εἰ ὁμαλήν τινα καλοῦμεν ἀνωμαλίαν. ἔχει γὰρ οὕτως
6. οὐκ ἐν σφυγμοῖς μόνον, ἀλλὰ κᾀν τοῖς ἄλλοις σχεδὸν ἅπασιν,
7. ὅσα τρέποντα τὴν ἐξ ἀρχῆς φύσιν, εἴτε κατὰ μέγεθος εἴτε
8. κατὰ ποιότητα, ἢ ὁμαλὰς ποιεῖ τὰς αὐξήσεις, ἢ ἀνωμάλους.
9. καθόσον μὲν γὰρ τρέπει διαφθείροντα τὴν ἰσότητα, λέγοιτ’
10. ἂν ἀνώμαλα, καθόσον δὲ τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνει,
11. λέγοιτ’ ἂν ὁμαλῶς τρέπεσθαι. τὰ δὲ μήτε ἐν τῷ πρόσθεν
12. μένοντα μήτε τὸ ἴσον ἀεὶ τῆς τροπῆς ἐπιλαμβάνοντα
13. τελέως ἀνώμαλα λέγεται. τοιοῦτον δή τι καὶ κατὰ τούσδε
14. τοὺς σφυγμοὺς συμβέβηκεν, ἤτοι κατὰ βραχὺ καὶ ὁμαλῶς
15. ἐκλυομένης αὐτῶν τῆς ἰσότητος, ἢ ἀθρόως καὶ κατὰ μεγάλα.
16. γένοιτο δ’ ἂν ἐφ’ ἑνὸς γένους, ὡς ἐπὶ παραδείγματος, ὁ λόγος
17. σαφής. ἔστω τοίνυν ὁ μὲν δεύτερος σφυγμὸς τοῦ πρώτου
18. βραχὺ μικρότερος, ὁ δὲ τρίτος τοῦ δευτέρου τοσούτῳ
19. πάλιν, ἀλλὰ καὶ ὁ τέταρτος τοῦ τρίτου τῷ ἴσῳ, καὶ τοῦτ’.
1. ἄχρι πλείονος ἐφεξῆς γενέσθω, τοὺς τοιούτους σφυγμοὺς
2. μειουρίζοντάς τε καὶ μειούρους καλοῦσιν, ἀπὸ τῶν εἰς ὀξὺ τελευτώντων
3. σχημάτων τοὔνομα μεταφέροντες. ὅσοι μὲν διὰ
4. παντὸς αὐτῶν μειοῦνται καὶ οὐδέποτε παύονται τοῦδε
5. τοῦ παθήματος, εἰς ἀκινησίαν παντελῆ τελευτῶσιν, καὶ καλοῦμεν
6. αὐτοὺς ἐκλείποντας μυούρους· ὅσοι δὲ παύονται,
7. διττὴν ἔχουσι τὴν διαφοράν. τινὲς μὲν γὰρ αὐτῶν ἐν ᾗ περ
8. πρῶτον ἐπαύσαντο μειούμενοι σμικρότητι, ταύτην διὰ παντὸς
9. φυλάττουσιν, τινὲς δ’ αὐξάνονται πάλιν, οὓς μυούρους παλινδρομοῦντας
10. καλοῦσι. τούτων δ’ αὐτῶν οἱ μὲν εἰς ἴσον
11. τῷ καταρχὰς ἐπανέρχονται μέγεθος, οἱ δ’ εἰς ἔλαττον· καὶ
12. τινὲς μὲν ἐν αἷς ἔμπροσθεν ἐμειώθησαν ὑπεροχαῖς, ἐν
13. ταύταις αὖθις αὐξάνονται· τινὲς δ’ ἐλάττοσιν ἢ μείζοσι προσθέσεσι
14. χρῶνται. τοιαῦται μέν τινες αἱ ὁμαλαὶ τῶν ἀνωμαλιῶν
15. εἰσι διαφοραί.

Cliquer un n° de page pour en afficher l’image