3. Ἀρκεῖν μοι δοκεῖ καὶ περὶ τούτων τὰ τοσαῦτα.
4. ἐπὶ γὰρ τὴν ἔτι λοιπὴν καὶ τρίτην διαφορὰν τῶν
5. καθ’ ἓν μόριον ἀνωμάλων σφυγμῶν ἐπάνιμεν αὖθις, οὓς
6. Ἀρχιγένης μὲν ὡς ἕνα γράφει καὶ καλεῖ δίκροτον. εἰσὶ δὲ
7. πλείους. ὅσοι δέ τινες καὶ οἷοι, μετ’ ὀλίγον ἐροῦμεν, ἂν
8. πρότερον ἐπισκεψώμεθα, πότερον τῶν κατὰ μίαν διαστολὴν
9. τῆς ἀρτηρίας συνισταμένων ἐστὶν, ἢ δύο εἰσὶν ἐφεξῆς ἀλλήλων
10. ἄνισοι σφυγμοί. τοῦτο δ’ οὐχ οἷόν τε κρῖναι καλῶς, εἰ
11. μὴ πρότερον ἀκριβῶς μάθωμεν, οἷός ἐστιν ὁ σφυγμὸς οὗτος,
12. ὁ πρὸς Ἀρχιγένους δίκροτος κεκλημένος. ὅτι μὲν γὰρ
13. τῶν δὶς παιόντων τὴν ἁφὴν, ἄντικρυς. δῆλον. ἀλλὰ τοῦτο
14. μὲν καὶ τοῖς διαλείπουσι κατὰ μίαν πληγὴν ὑπάρχει, καὶ εἴ
15. τις μόνῳ τῷ πλήττεσθαι προέχων, δύο σφυγμοὺς τὸν δὶς
16. παίοντα νομίζει, φανερῶς ἁμαρτάνει. τοὺς γὰρ ἐν μιᾷ διαστολῇ
17. διαλείποντας οὐκ ἂν φαίη δύο σφυγμοὺς εἶναι, καί
18. τοι δὶς πλήττουσιν. ἐναργῶς γὰρ ἐπ’ αὐτῶν ἡ κίνησις ἀπολλῦσα
1. τὸ συνεχὲς ἀκινησίᾳ μέσῃ διακόπτεται. τὸ δὲ γένος
2. τὸ τῶν δικρότων οὐχ οὕτως, ἀλλ’ ἐπειδὰν πληρώσῃ τὴν
3. διαστολὴν ἅπασαν, εὐθὺς ἀποχωρεῖ πρὸς βραχὺ, καὶ αὖθις
4. παίει τὸ δεύτερον, ὥστε τῶν μὲν διαλειπόντων ἡσυχίαν μέσην
5. εἶναι τῶν πληγῶν, τοῦ δὲ δικρότου συστολὴν ἢ σύνοδον,
6. ἢ ὑπονόστησιν, ἢ ὡς ἄν τις ἐθέλῃ καλεῖν. διὰ τοῦτό τινες
7. δύο σφυγμοὺς εἶναί φασι, οὐχ ἕνα, τὸν δίκροτον. ἐροῦσι
8. δὲ αὐτὸ μάλιστα οἱ μὴ παρακολουθοῦντες τῇ συστολῇ τῆς
9. ἀρτηρίας, ἀλλ’ ἐκ πληγῆς καὶ διαλείμματος τὸν σφυγμὸν
10. συνεστάναι φάσκοντες. οὗτοι γὰρ μετὰ τὴν προτέραν προσβολὴν
11. τῆς ἀρτηρίας ἀκινησίαν βραχεῖαν ἐροῦσι γίγνεσθαι,
12. καὶ μετ’ αὐτὴν ἑτέραν προσβολὴν, καὶ φήσουσιν ἀνώμαλον
13. εἶναι τὸν τοιοῦτον σφυγμὸν κατὰ πυκνότητα. τούτους γὰρ
14. ἀνωμάλους κατὰ πυκνότητα νομίζουσιν, ὑφ’ ὧν ἄνισον τὸ
15. μεταξὺ τῶν πληγῶν διάλειμμα, καθάπερ καὶ μετ’ ὀλίγον ἐροῦμεν,
16. ἀλλὰ νῦν γε, ὅτι καὶ κατὰ τούτους διοίσουσιν οἱ δίκροτοι
17. σφυγμοὶ τῶν ἐν μιᾷ διαστολῇ διαλειπόντων, πειραθῶμεν
18. πρότερον ἀποδεῖξαι, συγχωρήσαντες αὐτοῖς τὴν ὑπόθεσιν,
19. καθ’ ἣν οὔ φασιν αἰσθητὴν εἶναι τὴν συστολήν. εἰ
1. γὰρ καὶ τοῦτο δοθείη, τὸ γοῦν οὐκ ἀπὸ τῶν ἴσων διαστημάτων
2. ἀνιοῦσαν φαίνεσθαι τὴν ἀρτηρίαν οὐκ ἄν τις ἀρνήσαιτο.
3. τοῦτο δ’ ἐπὶ τῶν διαλειπόντων ἐναργῶς φαίνεται. κάτωθεν
4. γάρ ποθεν ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα παυσαμένη,
5. τὴν ἀρχὴν αὖθις τῆς δευτέρας κινήσεως, ἵνα περ
6. ἐτελεύτησεν ἡ προτέρα, ποιεῖται, τῶν δικρότων οὐχ οὕτως
7. πληττόντων, ἀλλὰ φανερῶς ἐκ βάθους πλέονος καὶ κατὰ
8. μείζονος διαστάσεως ἡ προτέρα κίνησις ἐνηνέχθαι φαίνεται,
9. αὐτόθεν δήπουθεν ἐγγύθεν ἡ δευτέρα. τούτους μὲν οὖν τοσοῦτον
10. ὁμολογοῦντας ἕξομεν, ὡς οὐ ταὐτόν ἐστι διαλείπειν
11. ἐν μιᾷ διαστολῇ σφυγμὸν, ἢ δὶς παίειν, ὡς ὁ δίκροτος. οὐ
12. μὴν ἀναγκάσαι γε αὐτοὺς ἄκοντας οἷόν τε, κατὰ μίαν πληγὴν
13. ἀνωμάλους ὀνομάζειν τοὺς δικρότους. ἐροῦσι γὰρ ἀπομαχόμενοι
14. δύο πληγῶν φανερῶς αἰσθάνεσθαι, μήτε τὸ μέγεθος
15. ἴσον μήτε τὸν χρόνον, ἀλλὰ μηδὲ τὸν τόνον. καὶ δι’
16. ὀλίγου φήσουσι χρόνου τὴν δευτέραν ἐπὶ τῇ προτέρᾳ γίγνεσθαι.
17. καὶ ἀνώμαλον μὲν συγχωρήσουσιν εἶναι τὸν τοιοῦτον
18. σφυγμὸν, οὐ μὴν τὸν κατὰ μίαν πληγήν· ἀλλὰ τὰς
19. ἐν πυκνότητι καὶ σμικρότητι καὶ τόνῳ τῆς ἀνωμαλίας
1. διαφορὰς αὐτῷ προσάψουσιν. τοῖς δὲ καὶ τῆς συστολῆς
2. αἰσθανομένοις φανερῶς ὁ δίκροτος ἐκπίπτει τῆς συστηματικῆς
3. καλουμένης ἀνωμαλίας. ἔοικε γὰρ τὸ ἐπ’ αὐτοῦ γιγνόμενον
4. ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς, τῆς
5. μὲν προτέρας ἐκ πολλοῦ μὲν διαστήματος καταφερομένης καὶ
6. σφοδρῶς παιούσης, τῆς δευτέρας δὲ οἷον ἀναπαλλομένης τῆς
7. σφυρᾶς ἀπὸ τοῦ ἄκμονος οὐκ ἐπὶ πολὺ, καὶ αὖθις αὐτῷ
8. προσπιπτούσης ἀῤῥωστότερόν τε ἢ πρόσθεν καὶ ἐξ ὀλίγης
9. διαστάσεως. τοιοῦτον γάρ τοι καὶ οἱ δίκροτοι τυγχάνουσιν
10. ἔχοντες τὸ εἶδος, οἷον ὠθουμένης τῆς ἀρτηρίας εἰς τοὐπίσω
11. κατὰ τὴν προσβολὴν, εἶτ’ αὖθις ἐπανερχομένης. ὃ δ’ ἂν μάλιστα
12. σαφέστατα τὴν τῶν δικρότων σφυγμῶν φύσιν ἐνδείξαιτο
13. καὶ χωρίσειε τῆς συστηματικῆς ἀνωμαλίας, τὸ τῆς ἀποχωρήσεώς
14. ἐστιν εἶδος. οὐδὲ γὰρ συστέλλεται τότε ἡ ἀρτηρία, ἀλλά
15. πως οἷον κλονουμένη καταφέρεται, καὶ τὴν καταφορὰν αὐτῆς
16. ἀπὸ τοῦ πέρατος τῆς πρώτης διαστολῆς, οὐδεμία σαφὴς ἡσυχία
17. διαιρεῖ, καθάπερ ἐπὶ τῆς συστολῆς φαίνεται, ἀλλ’ εὐθὺς ἅμα
18. τῷ παύσασθαι τῆς ἄνω φορᾶς ἡ ὑποχώρησις γίνεται, πρὸς
19. ὀλίγον κλονουμένης αὐτῆς, εἶτ’ αὖθις ἐμπιπτούσης· οἷόν τι
1. καὶ τοῖς πρὸς βίαν ἑλχθεῖσι κλάδοις, εἶτ’ ἀφεθεῖσι γίγνεται.
2. καὶ γὰρ ἐκεῖνοι φέρονται μὲν ἐπὶ τὸν ἐξ ἀρχῆς τόπον,
3. οὐ μὴν εὐθὺς ἐν αὐτῷ μένουσιν, ἀλλ’ αὖθις ἀναχωροῦσιν ἐπὶ
4. ταὐτὸ, ὅθεν ἠνέχθησαν, καὶ οὐδὲ ἴσην γε διάστασιν ἐπιλαμβάνουσι
5. τῇ πρόσθεν, ἀλλ’ ἐλάττονα μικρῷ· καὶ πάλιν ἀπὸ
6. τούτου τοῦ πέρατος ἐπὶ τὸν οἰκεῖον ἀναφέρονται τόπον, καὶ
7. δεύτερόν γε ὑποχωροῦσιν αὖθις· καὶ ἐπανέρχονται πάλιν, καὶ
8. τρίτον τε καὶ τέταρτον καὶ πολλάκις, ἔστ’ ἂν κατὰ βραχὺ
9. μειοῦντες τὴν ἐπάνοδον, εἰς ἡσυχίαν παντελῆ τελευτήσωσι.
10. τοιοῦτόν τι καὶ τῆς ἀρτηρίας κινήσει συμβέβηκεν ἐν τοῖς
11. δικρότοις σφυγμοῖς. ὥστ’ ἔγωγε οὐ μόνον ἅπαξ ἐπανιοῦσαν,
12. ἀλλὰ καὶ δεύτερον εἶδόν ποτε. καὶ τὸ σύμπαν φάναι,
13. κλονώδη πάντως δεῖ τὴν κίνησιν εἶναι τοῦ δικρότου
14. σφυγμοῦ, ὥστε καὶ κατ’ αὐτὴν τὴν προτέραν πληγὴν οἷον
15. ἐπαιρομένην καὶ τὸν τόπον ὅλον ἀλλάττουσαν τὴν ἀρτηρίαν
16. ἄνω φέρεσθαι μᾶλλον ἢ διαστελλομένην· τοιοῦτοι γὰρ οἱ
17. κλονώδεις. καὶ ὅταν γε σφοδρῶς αὐτοῖς τοῦτο τὸ πάθημα
18. συμπίπτῃ, καὶ τὰ μόρια τῆς ἀρτηρίας διαφερόντως κινῶνται,
19. τοῦ μὲν εἰ τύχοι πρώτου, τοῦ δὲ δευτέρου, τοῦ δὲ τρίτου καὶ
20. πολλάκις τετάρτου καὶ πέμπτου μέρους αὐτῆς ἀναφερομένου
1. τε καὶ αὖθις καταφερομένου. ὥστε ἔστιν ὅτε καθ’ ἕνα καὶ
2. τὸν αὐτὸν χρόνον τὰ μὲν ἀναφέρεσθαί σοι δόξει μόρια, τὰ
3. δὲ καταφέρεσθαι. τοιαύτης οὖν οὔσης τῆς τῶν δικρότων
4. σφυγμῶν ἰδέας, αἱ διαφοραὶ γενήσονται κατὰ πάντα τὰ προγεγραμμένα
5. γένη, πληρότητος, σκληρότητος, μεγέθους, σφοδρότητος,
6. τάχους, καὶ τῶν ἐναντίων, ἐν αὐτῇ τε τῇ πρώτῃ
7. κινήσει καὶ τῇ κατὰ τὴν ὑποχώρησιν ἐπανόδῳ. δύναται
8. γὰρ μεγάλη καὶ οὐ μεγάλη, καὶ σφοδρὰ καὶ οὐ σφοδρὰ, καὶ
9. ταχεῖα καὶ οὐ ταχεῖα, καὶ τῶν ἄλλων ἕκαστον εἰδῶν γίνεσθαι,
10. καὶ ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, ὥστε τὰς τοιαύτας ἐπαλλάξεις
11. πολλὰ ποιεῖν εἴδη τῶν δικρότων σφυγμῶν. αὗται μὲν αἱ
12. κατὰ διαστολὴν τῶν δικρότων σφυγμῶν τῆς ἐν ἑνὶ μορίῳ
13. συνισταμένης ἀνωμαλίας διαφοραί.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.16, ed. Kühn, 1824, vol. 8, p. 537-542. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩