13. Πρῶτος μὲν οὖν ἁπάντων ὧν ἴσμεν Ἱπποκράτης
14. τό τε ὄνομα τοῦ σφυγμοῦ γράφει καὶ τὴν ἐν αὐτῷ
15. τέχνην οὐκ ἀγνοεῖν ἔοικεν, οὐ μὴν οὔτ’ ἐπὶ πλέον ἐξειργάσατο
16. τοῦτο τὸ μέρος τῆς τέχνης οὔτ’ ἐπὶ πάσης ἀρτηριῶν
17. κινήσεως τοὔνομα φέρει. παραπλήσιον δέ τι φαίνεται ποιεῖν
18. αὐτῷ καὶ ὁ Ἐρασίστρατος. ἀλλ’ ἐνταῦθα μὲν τοῖς ἰδίοις
1. περὶ τῶν ἀνδρῶν λόγοις εἰρήσεται, καθ’ ὅτου τε μάλιστα
2. τοὔνομα τίθενται καὶ ὅπῃ διαφέρουσι πρὸς ἀλλήλους, ἢ
3. ὁμολογοῦσιν. ὁ δὲ τὸ περὶ παλμῶν ἐπιγεγραμμένον Αἰγιμίου
4. βιβλίον συνθεὶς, εἴτ’ αὐτὸς ἦν ὁ Ἠλεῖος Αἰγίμιος εἴτ’ ἄλλος
5. τις, ἰδίως κέχρηται τῷ ὀνόματι, καὶ πολὺ παρὰ τὸ
6. τῶν ἄλλων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ ἰδιωτῶν ἔθος ἅπασαν
7. ἀρτηριῶν κίνησιν παλμὸν ὀνομάζει. ἡ δὲ Πραξαγόρου
8. τε καὶ Ἡροφίλου χρῆσις ἔτι καὶ εἰς τάδε κρατεῖ. σφυγμὸν
9. γὰρ οὗτοι πᾶσαν ἀρτηριῶν κίνησιν τὴν αἰσθητὴν καλοῦσιν.
10. οὕτως δὲ καὶ οἱ μετ’ αὐτοὺς ἅπαντες, εἰ καὶ τοῖς ὁρισμοῖς
11. διαφέρονται. δειχθήσεται δὲ τοῦτο ἑτέρωθι. ὥστε καὶ ἡμεῖς
12. ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ σκοπῶμεν ἤδη, πόσαι μὲν
13. αἱ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ, τί δ’ ἑκάστης αὐτῶν τοὔνομα.
14. καίτοι καὶ κατ’ αὐτὴν τὴν εἰρημένην ῥῆσιν φιλονεικοῦσιν,
15. οἱ μὲν ᾧδέ πως ἀξιοῦντες προβάλλειν, πόσα γένη
16. τῶν σφυγμῶν, οἱ δὲ οὐ γένη φασὶ χρῆναι καλεῖν, ἀλλ’ εἴδη,
17. ποιότητας δ’ ἄλλοι, καὶ διαφορὰς ἄλλοι. καὶ ὅ τι ἂν ἑκάστῳ
18. δόξῃ, τοῦτ’ ὄνομα θέμενος, ἐρίζει μακρὰ καὶ ἀπέραντα
1. περὶ τῆς ὀρθότητος αὐτοῦ. καὶ ὡς περὶ γενῶν, οὕτω καὶ
2. εἰδῶν καὶ διαφορῶν καὶ ποιοτήτων οὐκ ἀναγκαίαν ἐπεισάγουσι
3. ζήτησιν, ἐπιλαθόμενοι τῆς χρείας τοῦ τοιούτου προβλήματος.
4. ἧκον μὲν γὰρ ἐπ’ αὐτὸ πάντες, ὡς οἶμαι, τοὺς σφυγμοὺς
5. ἐρευνῆσαι βουλόμενοι, τί δηλοῦν πεφύκασι. τυχεῖν δὲ
6. οὗ προὔθεντο καὶ χωρὶς τῆς περὶ γενῶν καὶ εἰδῶν ζητήσεως
7. δυνάμενοι, πάντα μᾶλλον ἢ τοῦτο δρῶσιν. ἀλλ’ ἡμεῖς
8. κᾀνταῦθα τὴν φλυαρίαν αὐτῶν φυγόντες, καὶ προβάλλειν
9. ὅπως ἂν ἐθέλωσιν ἐπιτρέψαντες, ἐχώμεθα τοῦ χρησίμου, τοσοῦτον
10. ἔτι προειπόντες, ὡς τοῖς βουλομένοις περὶ τῶν κατὰ
11. τοὺς σφυγμοὺς ὅρων, ἢ καὶ περὶ τῶν ὀνομάτων αὐτῶν τῆς
12. ὀρθότητος ἐκμαθεῖν, ἐν τοῖς μετὰ τοῦτο τὸ πρῶτον βιβλίον
13. ἅπαντα γέγραπται. τουτὶ γὰρ αὐτὸ μόνον ἔχει τὸ χρήσιμον,
14. οὐδενὸς τῶν σοφιστικῶν ζητημάτων ἐφαπτόμενον, ὥστ’ εἰ
15. καὶ τελέως τις ἐθέλοι παραλιπεῖν ἐκεῖνα, δύναιτ’ ἄν. εἰς γὰρ
16. τὰς ἄλλας πραγματείας, τήν τε περὶ διαγνώσεως τῶν σφυγμῶν
17. καὶ τὴν περὶ τῶν αἰτίων, καὶ ἔτι τὴν περὶ τῆς δι’ αὐτῶν
18. προγνώσεως, τοῦτο μόνον ἀναγκαῖόν ἐστι τὸ βιβλίον.
19. ἐκεῖνα δὲ πρός τε τὰς τῶν σοφιστῶν ἐνοχλήσεις γέγραπται
1. καὶ πρὸς τὸ παρακολουθεῖν τοῖς τῶν ἄλλων συγγράμμασιν,
2. εἰδότας καθ’ ὅτου σημαινομένου φέρουσιν ἕκαστον τῶν ὀνομάτων.
3. λέγωμεν οὖν ἤδη πόσα μὲν τὰ πρῶτα γένη τῶν
4. σφυγμῶν, ἐφεξῆς δὲ τὰς διαφορὰς αὐτῶν, ἀρχὴν τῷ λόγῳ
5. τήνδε ποιησάμενοι.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.2, ed. Kühn, 1824, vol. 8, p. 497-500. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩