18. Ἄλλο γένος ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν
19. τὸ κυματῶδες καλούμενον, οὗ τὴν ἰδέαν δηλοῖ μὲν ἱκανῶς
1. καὶ αὐτὸ τὸ ὄνομα, χεῖρον δ’ οὐδὲν ὑπὲρ σαφηνείας εἰπεῖν τι
2. καὶ ἡμᾶς. οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν
3. ἡ ἀρτηρία πᾶσα διαστελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον
4. αὐτῆς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον. καὶ
5. οὐδὲ ταῦτα ὡς ἔτυχεν, ἀλλὰ σὺν τῷ τὴν ἔπαρσιν κυματώδη
6. γενέσθαι, τοῦ δευτέρου κύματος ἀεὶ τὸ πρότερον ἐκδεχομένου,
7. καὶ ὅπῃ διαφέρει τῆς διακεκομμένης κινήσεως τὸ τοιοῦτον εἶδος
8. τῆς ἀνωμαλίας, οὐ χαλεπὸν φωρᾶσαι. τὴν γὰρ τοῦ
9. προτέρου μέρους τῆς ἀρτηρίας διαστολὴν ἡ τοῦ δευτέρου
10. διαδέχεται, μηδενὸς ἀκινήτου μορίου μεταξὺ πίπτοντος, ἀλλ’
11. ἐγγὺς μὲν ἀκινησίας ἔχεται τῶν κυμάτων τὸ πέρας, οὐ μὴν
12. παντελῆ γε φωράσαις ἂν ἡσυχίαν οὐδενὸς μορίου, τὰ γὰρ
13. συνάπτοντα τὰς κινήσεις εἰς ὕψος, οἷον κυματώδεις ἀναστάσεις,
14. οὐκ ἔστιν ἀκίνητα παντελῶς, ἀλλὰ βραχεῖαν γοῦν τινα
15. διασώζει κίνησιν. διαφέρει δὲ τοῦ σκωληκίζοντος ὁ σφυγμὸς
16. οὗτος μεγέθει. τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπινοῶν
17. ἀεὶ μειούμενον εἰς οὕτω ποτὲ μικρὸν ἀφίξῃ, ὥστε ἀπορεῖν
18. εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶν ἤδη. οὐ γὰρ κατὰ
19. τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν.
1. ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμφοτέροις τε αὐτοῖς καὶ τοῖς εἴδεσιν
2. ἅπασιν αὐτῶν, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν ἀφ’
3. οὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα
4. ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν, ἕτερον ἐφ’ ἑτέρῳ, τῷ δὲ
5. σκωληκίζοντι σκώληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου
6. κυματωδῶς κινουμένου, καθάπερ καὶ Δημόκριτος λέγει που
7. περὶ τῶν τοιούτων διαλεγόμενος, τῶν ὅσα κυματοειδῶς ἀνὰ
8. τὴν πορείαν πλάζεται. καὶ δῆλον ὅτι ἡ ἀρχὴ τῆς ἐπιῤῥοῆς
9. ἄνωθέν ἐστιν ἀεὶ καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτηρίας.
10. τοῦτο μὲν οὖν τὸ κοινόν. διαφοραὶ δ’ αὐτῶν αἱ κατ’ εἶδος
11. ᾧδέ πως συνίστανται. τινὲς μὲν εἰς εὐθὺ τὸ κῦμα φερόμενον
12. ἔχουσι, τινὲς δὲ καὶ εἰς τὸ πλάγιον ἐκκλῖνον, καὶ τινὲς μὲν
13. ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκος διαστάσει τὸ ὕψος ἱκανὸν,
14. τινὲς δ’ ἔμπαλιν ἐν μακροτέρᾳ τῇ διαστάσει τὸ ὕψος ταπεινὸν,
15. καὶ οἱ μὲν πλατὺ, οἱ δὲ στενὸν, καὶ οἱ μὲν ἰσοταχεῖς,
16. οἱ δ’ οὔ. οὕτω δὲ καὶ τόνου τῷ μὲν μᾶλλον, τῷ δὲ ἧττον
17. μέτεστι τῶν κυμάτων. ἐνίοτε δὲ καὶ κατὰ πάσας ἅμα τὰς
18. εἰρημένας διαφορὰς ἡ ἀνωμαλία συνίσταται. ἀλλ’ οὐδὲ διὰ
19. μίαν ἄλλην τῶν εἰρημένων ἀνωμαλιῶν οὕτως ὀνομάζονται,
1. οὐδ’ ἔστιν οὐδ’ ἑτέροις αὐτῶν, οὔτε τοῖς κυματώδεσιν οὔτε
2. τοῖς σκωληκίζουσι, τὸ εἶναι τοιούτοις δι’ ἄλλην τινὰ πλὴν τῆς
3. κατὰ τὸ ποσὸν τῆς διαστολῆς. αὕτη γὰρ μόνη ἡ ἀνωμαλία
4. προσλαβοῦσα τὴν κατὰ τὸ πρότερον καὶ ὕστερον τῶν
5. μορίων κίνησιν τοὺς τοιούτους συνίστησι σφυγμοὺς, ὥστ’
6. εἶναι σύνθετον τὴν γένεσιν αὐτῶν ἔκ τε τῶν ἀνωμάλων,
7. κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν διαφέρουσι μορίοις, καὶ τῶν
8. μὴ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἐχόντων κινούμενα·
9. οὐ μὴν εὕρηταί γέ πω καθ’ ἑαυτὴν ἡ τοιαύτη ἀνωμαλία,
10. ὥστε τὸ πρότερον μόριον τῆς ἀρτηρίας πρότερον φαίνεσθαι
11. κινούμενον, ἀλλ’ ὅταν γίγνηται, πάντως τις αὐτῇ καὶ τῶν
12. ἄλλων τῶν προειρημένων μίγνυται. τὸ γὰρ ὑπ’ Ἐρασιστράτου
13. λεγόμενον, ὡς ἀεὶ τὸ πρότερον φαίνεται κινούμενον, οὐ
14. τὸ τῆς αἰσθήσεως πάθος διδάσκει. πᾶν γὰρ τοὐναντίον καὶ
15. καταψεύδεται τοῦ φαινομένου, δόγματος δὲ ἕνεκα λέγεται,
16. καθάπερ καὶ ἄλλα πολλὰ πολλοὶ τῶν δόγμασι συναγορευόντων
17. ἀναπλάσαντες ἔγραψαν ὡς φαινόμενα μηδ’ ὄναρ πώποτε
18. πεφηνότα.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.25, ed. Kühn, 1824, vol. 8, p. 549-552. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.25
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩